457
χρημάτων τε ἀπεστέρησας καὶ βοσκημάτων, οὐδὲ ἀριθμητῶν. ἃ πάντα ἄχθεσθαι ποιεῖ καὶ πολλήν σου κατηγορεῖν ἀγνωμοσύνην. ὅμως μέντοι, καίτοι τοσαῦτα ὑπὸ σοῦ ἠδικημένος, οὐ πολέμιος, ἀλλὰ φίλος καὶ σύμμαχος, ὥσπερ καὶ πρότερον, αἱροῦμαι εἶναι σός. καὶ πᾶσαν ἀποθέμενον παραινῶ μικροψυχίαν, τὴν προτέραν φιλίαν 3.140 καὶ τὰς σπονδὰς ἀνανεοῦσθαι, ἔχοντας ἃ ἔχομεν ἑκάτερον. εἰ δέ σε λυπεῖ τὸ καὶ αὐτὸν ἐκ τῆς Ῥωμαίων ἡγεμονίας μοῖράν τινα παρῃρημένον ἔχειν, ἀλλ' ἐκεῖνο ἐννοεῖν χρὴ, ὡς αὐτὸς ἔχεις πολλαπλάσιον λαβὼν ἐκ τῆς αὐτῆς ἑτέρῳ προσηκούσης. οἷς προσῆκον ἀγαπᾷν ἑκάτερον, καὶ σπονδὰς θεμένους εἰρήνην ἄγειν. εἰ δὲ μὴ ταῦτα φίλα σοι δοκεῖ, ὅρα μή σοι πρὸς τῷ μηδὲν πλέον ἠνυκέναι καὶ ἀπληστίας καὶ ἀχαριστίας πρὸς τοὺς φίλους καὶ τοὺς εὖ πεποιηκότας ἔγκλημα προσέσται.» τοιαῦτα μὲν ὁ Κράλης διειλέχθη πρὸς βασιλέα, πολλῶν παρόντων. βασιλεὺς δὲ ἐπισχὼν μικρὸν, τοιαύτην πρὸς Κράλην ἐποιήσατο ἀπολογίαν· «οὐδὲν οὕτως οἴομαι λυμαίνεσθαι τῷ βίῳ τῶν ἀνθρώπων ἐξαρχῆς, οὐδὲ μᾶλλον αἴτιον τῶν μεγάλων διαφορῶν καὶ τῶν πολέμων γεγενῆσθαι, ἢ τὸ μὴ δικαίως ἕκαστον ἑαυτῷ τε καὶ τοῖς ἄλλοις διαιτᾷν, ἀλλ' ἑαυτῷ μὲν καὶ τὰ ἀτοπώτατα πολλάκις συγχωρεῖν, τοὺς δ' ἄλλους καὶ ὑπὲρ τῶν ἐλαχίστων μεγίστας ἀπαιτεῖν εὐθύνας. καὶ τοῦτό ἐστιν, ὃ πολλῆς ἐμπέπληκε τὸν βίον ταραχῆς, καὶ οὐ πόλεσι μόνον καὶ οἰκίαις μεγάλας ἐνειργάσατο συμφορὰς, ἀλλὰ καὶ ὅλας διέφθειρεν ἡγεμονίας, ἢ αὐτούς τινας ὑπ' ἀπληστίας ἑτέρους διαφθείραντας πολέμων ἄρχοντας ἀδίκων, ἢ ὑπὸ τῶν ἀδικουμένων διαφθαρέντας, δικαίως καὶ καλῶς ἀμυνομένων. ὅπερ οἴομαι καὶ σοὶ συμβεβηκέναι νῦν. εἰ γὰρ δικαίως καὶ καλῶς 3.141 ἐμοί τε καὶ σαυτῷ διῄτεις, οὐκ ἂν σὺ μὲν ἐκσπόνδως καὶ παρὰ τοὺς ὅρκους τοσαύτας ἔχων Ῥωμαίων πόλεις, καινὸν ᾤου μηδὲν ποιεῖν, ἐμὲ δ' ὅτι ἐκ πολλῶν ἀπέλαβον ὀλίγα, ἐδίωκες ἀγνωμοσύνης καὶ ἀχαριστίας καὶ τὸ τούτων ἔτι θαυμασιώτερον, ἀπληστίας. ὡς μὲν οὖν ὑπὸ τῶν ὁμοφύλων πολεμηθεὶς ἀδίκως καὶ τῆς Ῥωμαίων γῆς ἀπελαθεὶς, πρὸς σὲ ἀφῖγμαι, πολλοὺς ἄγων καὶ τῶν οἰκείων καὶ τῶν φίλων καὶ χρήματα οὐκ ὀλίγα, καὶ ὡς αὐτὸς οὔτε χρημάτων ἐπιθυμίᾳ τοσούτων ὄντων τῶν τε παρ' ἐμοὶ καὶ τῶν ὑπὸ τῶν πολεμίων παρεχομένων, οὔτε πόλεων καὶ χώρας τοσαύτης προϊεμένων ἐπὶ τῷ κακῶς ποιεῖν ἐμὲ, οὐδενὸς ἡττήθης, ἀλλὰ πάντων τὴν εἰς ἐμὲ φιλίαν προὔθηκας, οὐκ ἂν ἀρνηθείην οὐδ' αὐτός. ἀδικοίην γὰρ ἂν τὰ μέγιστα σέ τε ὁμοίως καὶ τοὺς ἄλλους, οἷς ἐξῆν τοιούτοις παραδείγμασι καλοῖς χρωμένοις ἐπὶ τὸ τὰ βελτίω πράττειν προθυμεῖσθαι. τὸ γὰρ μηδὲν, ὥσπερ ἔφης καὶ αὐτὸς, πρὸς ἀντίδοσιν εὐποιίας προοφείλοντα καὶ κατὰ συμφορὰν εἰσδεδεγμένον, ἔπειτα μήτ' οἴκοθεν ὁρμηθῆναι πρὸς πλεονεξίαν, μήθ' ὑπ' ἄλλων ἐναγόμενον καὶ καταναγκαζόμενον, μήτ' ἄδικον, μήτ' ἀγεννὲς βουλεύσασθαι περὶ ἐμὲ, ἀλλὰ πάντων ἐκείνων τῶν δοκούντων πρὸς τὴν ἀρχὴν λυσιτελεῖν τὴν τοῦ καλοῦ καὶ δικαίου αἵρεσιν προῖκα προτιμῆσαι, οὐ μεγαλοψυχίαν μόνον καὶ φιλοτιμίαν, ἀλλὰ καὶ δικαιοσύνην καὶ εὐβουλίαν σοὶ συμμαρτυρεῖ, καὶ τούτων 3.142 ἁπάντων ἐγώ σοι πολλὰς ὀφείλειν δίκαιος εἶναι χάριτας ὁμολογῶ, οὐ μόνον διὰ τὸ μηδὲν ἠδικηκέναι μάλιστα δυνάμενον, ἀλλ' ὅτι καὶ τὴν εἰς ἐμὲ τιμὴν μείζω ἢ πρὸς φίλον ἐπεδείξω. σχεδὸν γὰρ παρ' ὅσον χρόνον σοὶ συνῆν, τῆς ἀρχῆς ἐμοὶ τῆς σῆς ἐξέστης, οὐκ αὐτὸς μόνον τῶν πρωτείων ἀεὶ παραχωρῶν, ἀλλὰ καὶ τοὺς ὑπηκόους ἅπαντας ὡς αὐτῶν βασιλεύοντι προσέχειν κελεύων καὶ πᾶσαν αἰδῶ παρέχειν καὶ τιμήν. δι' ἅ σοι καὶ μείζους οἶδα χάριτας, ἢ τῆς σωτηρίας. τότε μὲν γὰρ σωθεὶς, πάντως ὕστερον ἀποθανοῦμαι, ἡ τιμὴ δὲ καὶ μετὰ τελευτὴν διαμενεῖ ὑπὸ πάντων ᾀδομένη καὶ τῶν εἰς ὕστερον ἐσομένων. οὐ σὲ δὲ μόνον ἐπὶ τούτοις δίκαιος ἂν εἴην ἐπαινεῖν, ἀλλὰ καὶ τὴν σὴν γυναῖκα μάλιστα αἰτιωτάτην ὀφθεῖσαν τῶν γεγενημένων εἰς ἐμέ. αὐτὴ γὰρ καὶ ἐβουλεύσατο καὶ ἔπεισέ σέ τε ὁμοίως καὶ τοὺς ἄλλους τοὺς ἐν τέλει, μὴ μικρολογεῖν, μηδ' εἶναι ἀγαθοὺς ἐπὶ μισθῷ, ἀλλὰ προῖκα καὶ κατὰ φιλοτιμίαν, μέγιστον κέρδος αὐτὸ τοῦτο