458
ἡγουμένους τὸ τὰ καλὰ καὶ δίκαια αἱρεῖσθαι· οἵ τε ἐν τέλει πάντες καὶ ἡ ἄλλη στρατιὰ οὐ διὰ τὸ σὲ βούλεσθαι μόνον καὶ κελεύειν, ἀλλὰ καὶ οἴκοθεν ὡρμημένοι, μεγάλην ἐπεδείξαντο τὴν ἐπιείκειαν καὶ τὴν εὐγνωμοσύνην εἰς ἐμέ. ὧν ἁπάντων αὐτός τε χάριτας ὀφείλω, καὶ οἱ ἄλλοι ἐπαινέσονται, ὅσοις εἰς ἀκοὰς ἀφίξεται καὶ μετὰ χρόνον τὸ διήγημα. τί οὖν ἔστιν εἰπεῖν, ὅτι τῶν τοσούτων ἀγαθῶν 3.143 ἀμνήμων ἐγὼ γεγενημένος, ἐξ οὐδεμιᾶς αἰτίας εἱλόμην πολεμεῖν καὶ κακοῖς ἀμείβεσθαι τοὺς εὐηργετηκότας; πάντων μεντἂν εἴη ἀτοπώτατον, γλώττῃ μὲν οὕτως εἰδέναι χάριν τοῖς εὐπεποιηκόσι, καὶ μὴ συγκρύπτειν αἱρεῖσθαι τἀγαθὰ, ἔργοις δὲ ἀχαριστεῖν καὶ ἑαυτῷ φαίνεσθαι ἐναντιώτατον, ὃς οὐδὲ πρὸς τοὺς πολλὰ προσκεκρουκότας καὶ μεγάλων γεγενημένους αἰτίους συμφορῶν τοιαύτην οὐδέποτε γνώμην ὤφθην ἔχων. ἀλλὰ καὶ τῆς τοιαύτης διαφορᾶς καὶ τοῦ κεκινημένου πρὸς ἡμᾶς νυνὶ πολέμου αὐτοὶ τὰς αἰτίας ἐξαρχῆς καὶ ἄχρι νῦν παρέσχεσθε, καὶ τοῦτο πειράσομαι ποιεῖν ἐκ τῶν πραγμάτων ἐναργές. ὡς γὰρ διατρίβοντί μοι παρ' ὑμῖν ἐδόκει σπονδὰς καὶ ὅρκους ἐπὶ συμμαχίᾳ τίθεσθαι, καὶ οὕτω παρέχεσθαι πειρᾶσθαι τὴν ὠφέλειαν, σὺ μὲν μισθὸν τῆς συμμαχίας ᾔτεις πόλεις πολλὰς καὶ χώραν τῇ Ῥωμαίων προσήκουσαν ἡγεμονίᾳ, ἐγὼ δὲ οὐδ' ἑνὸς τῶν φαυλοτάτων τινὸς φρουρίου παρεχώρουν, ἀλλ' ἠξίουν προῖκα βοηθεῖν. οὐ γὰρ ὑμῖν εἶναι μόνον ἀγεννὲς καὶ ἀνελεύθερον καὶ ἀδοξίαν προστριβόμενον πολλὴν, μὴ διὰ φιλοτιμίαν καὶ φιλίαν, ἀλλὰ μισθῷ δουλεύειν, ἀλλὰ καὶ ἐμοὶ τῶν πάντων ἀδυνατώτατον, διὰ τὴν ἐμαυτοῦ καὶ τῶν συνόντων σωτηρίαν καταπροΐεσθαι Ῥωμαίους, εἰ καὶ ἀγνωμονοῦντες ἐκεῖνοι τὸν πόλεμον κεκινήκασι τὸν πρὸς ἐμέ. οὐ γὰρ καταδουλοῦν, ἀλλ' ἐλευθεροῦν ἀπὸ τῶν πολεμίων μᾶλλον ἐξαρχῆς τε εὐθὺς καὶ ἄχρι νῦν μά 3.144 λιστα σπουδὴν ποιοῦμαι, εὐθύς τε ἀπεφαινόμην, ὡς, εἰ μὲν δοκοίη, διὰ φιλίαν μόνην καὶ φιλοτιμίαν βοηθεῖν· εἰ δὲ μὴ, ἀλλ' αὐτόν γε καταπράξεσθαι ἀνελεύθερον οὐδὲν, οὐδὲ προδότην φανεῖσθαι Ῥωμαίων τῶν ὁμοφύλων, ἀλλ' αἱρήσεσθαι μᾶλλον αὐτὸς ἀπόλλυσθαι καὶ τέκνα καὶ οἰκείους, ἢ διὰ τὴν ἐν τῷ παρόντι χρείαν ἀδοξίας ἀείμνηστα μνημεῖα τοῖς εἰσέπειτα Ῥωμαίοις καταλείπειν. ἃ ἐδόκει καὶ σοὶ μετὰ γυναικὸς βουλευομένῳ καὶ τῶν ἐν τέλει δίκαιά τε εἶναι καὶ πολλὴν οἴσοντα φιλοτιμίαν ἐμοί τε ὁμοίως καὶ ὑμῖν· καὶ συνεθέμεθα τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἐπὶ τούτοις, ὥστε φίλους ἀλλήλοις εἶναι καὶ συμμάχους διὰ βίου, καὶ βοηθεῖν ἑκάτερον ἑτέρῳ, ὡς ἂν μάλιστα ἔχοι καλούσης χρείας· πόλεις δὲ καὶ χώραν τὴν ὑπὸ Ῥωμαίοις, ὅσης μὲν αὐτὸς βασιλέως ἔτι περιόντος Ἀνδρονίκου ἢ οἱ πρόγονοι ἀφείλοντο ἐκ τῶν προτέρων βασιλέων, ταύτην ἔχειν ἀσφαλῶς, καὶ μηδένα πόλεμον ἐμὲ κινεῖν περὶ αὐτῆς, κἂν δύνωμαι ἀφαιρεῖσθαι· τὰς ἔτι δὲ ὑπολειπομένας ἄχρι τότε μηδενὶ τρόπῳ, μήτε τέχνῃ, μήτε μηχανῇ μηδεμιᾷ πειρᾶσθαι ἀφαιρεῖσθαι, ἀλλ' ἐμοὶ τὴν Ῥωμαίων ἡγεμονίαν συγκατακτᾶσθαι ἄχρι καὶ τοῦ δυνατοῦ πολεμοῦντα τοῖς ἐμοὶ ἀνθεστηκόσι, καὶ τὰς μὲν ἁλισκομένας ἢ προσχωρούσας ἐμοῦ παρόντος, ταύτας ἔχειν ἐμὲ ἀνενδοιάστως· εἰ δέ ποτε συμβαίη καὶ ἀπόντος, ἢ αὐτὸν, ἢ τῶν ὑπὸ σὲ τελούντων δυνατῶν τινα πόλιν κατασχεῖν ὑπήκοον Ῥω 3.145 μαίοις, ἢ προδοσίᾳ, ἢ πολιορκίᾳ, ἢ διαφθείραντα τοὺς ἔνδον χρήμασιν ἢ τρόπῳ δή τινι ἑτέρῳ, πάσας ἐμοὶ ἀποδιδόναι, καὶ μηδεμίαν πρόφασιν ἀρκεῖν ἐπὶ μηδεμιᾶς ἀποστερήσει, καὶ τούτων ἔξεστιν ἀπόδειξιν παρέχειν ἐναργῆ ἐκ τῶν ἐγγράφων ὅρκων τουτωνὶ, οὓς ἐποιήσω τότε πρὸς ἐμὲ ἐν ταῖς συνθήκαις, παρόντος ἀρχιεπισκόπου τοῦ σοῦ καὶ τῶν νυνὶ παρόντων ἐνθάδε τουτωνὶ τῶν ὑπὸ σὲ ἐπιφανῶν. σκεψώμεθα δὴ οὖν, ὁπότερος ἐνέμεινε τοῖς ὅρκοις τούτοις, ἆρ' ὁ πολλὴν ἀγνωμοσύνην καὶ ἀχαριστίαν κατηγορούμενος ἐγὼ καὶ κακὸς περὶ τοὺς φίλους καὶ ἀπληστίας δίκην φεύγων, ἢ σὺ ὁ τῶν ἀλλοτρίων μηδενὸς ἐπιθυμῶν, ἀλλὰ βέβαιος περὶ τοὺς φίλους, καὶ ὥσπερ πολιτείαν διὰ βίου μετιὼν τὸ μὴ συμμεταβάλλεσθαι ῥᾳδίως τοῖς καιροῖς, μηδὲ τὰ εἰσάπαξ ἐψηφισμένα τρόπων εὐκολίᾳ διαλύων. ἐμοὶ μὲν δοκεῖ, μήτ' εὐορκίας ἐμὲ