459
καὶ βεβαιότητος περὶ τοὺς φίλους καὶ εὐγνωμοσύνης μηδὲν δεῖγμα παραλείπειν, μήτε σὲ ἀπληστίας καὶ ἐπιορκίας καὶ περὶ τοὺς φίλους ἀπιστίας. ὡς γὰρ ἐγενόμην ἐν Βεῤῥοίᾳ, καί τινες πολίχναι προσεχώρουν περὶ αὐτὴν καὶ Θετταλία, ἐγὼ μὲν ἐκ τῶν ἐνόντων ἐπειρώμην αὔξειν τὴν ἀρχὴν, καὶ στρατιὰν ἠθροικὼς ὅσην μάλιστα ἐξῆν, ἔχων καὶ Γερμανοὺς τοὺς παρὰ σοῦ, ἧκον εἰς Θεσσαλονίκην ὑπὸ τῶν φίλων κεκλημένος· σὺ δὲ αὐτίκα ἐπεβούλευες μηδεμίαν αἰτίαν, μηδὲ πρόφασιν πρὸς τὸν πόλεμον παρασχομένῳ, καὶ τοῖς τε Θεσσαλονικεῦσι συνεβούλευες ἐπεξιέναι, καὶ Γερμα 3.146 νοὺς τοὺς σοὺς ἀνεκαλοῦ ἀπ' αὐτῆς τῆς παρατάξεως σχεδόν· ἃ εἰ μὴ πολεμιωτάτου, εἰ μὴ σύ γε, ἀλλ' οἱ παρόντες ἅπαντες ἐροῦσι. ἀναστρέφοντι δὲ ἐκεῖθεν στρατιὰν ἔπεμψας ἐπὶ τὸν Ἀξειὸν κωλύουσαν πρὸς τὸν πόρον, καὶ μονονουχὶ τοῖς πολεμίοις αὐτοχειρίᾳ παρεδίδους. ἐς τοσαύτην γὰρ κατέστησας ἀνάγκην, ὥστ' εἰ μὴ θεὸς ἄνωθεν ὑπερέσχε χεῖρα πρὸς τὴν διάβασιν τοῦ ποταμοῦ, ἀπωλόμεθ' ἂν πάντες ἀκλεῶς ὑπὸ τῶν περιχυθέντων ὁμοῦ Ῥωμαίων καὶ βαρβάρων. οὕτω τοὺς ὅρκους διετήρησας ἀκριβῶς, καὶ ταῦτα οὐ πρὸ πολλοῦ τοῦ χρόνου γεγραμμένους. οὐ μὴν ἠρκέσθης ἀφανῶς ἐπιβουλεύειν μόνον, ἀλλ' Ἀποκαύκου τοῖς κόμποις καὶ τοῖς πλάσμασι πεισθεὶς, χρήματά τε, ὡς ἐλέγετο, παρ' ἐκείνου εἰληφὼς, πολέμιον ἐμὲ ἐψηφίσω φανερῶς, ὃν ἐν τοῖς ὅρκοις γράφεις διὰ βίου σύμμαχον καὶ φίλον ἕξειν· οὐδ' αὐτὸς ἂν, οἶμαι, φαίης εὐορκῶν. καὶ γράμματα ἔπεμπες ἐμοὶ τὴν εἰρήνην καὶ τὴν συμμαχίαν φανερῶς ἀπαγορεύοντα καὶ πόλεμον καταγγέλλοντα ἀκήρυκτον· ἃ καὶ νῦν ἔξεστιν ὁρᾷν εἰς δεῦρο διασωθέντα παρ' ἐμοί. καὶ ἐξ ἐκείνου οὐ διέλιπες φανερῶς τε πολεμῶν καὶ ἀφανῶς ἐπιβουλεύων. ἐμοί τε γὰρ εἰς ∆ιδυμότειχον ἐπανήκοντι μετὰ Ἀμοὺρ, ἐπεὶ ἐκεῖνος ἦν εἰς τὴν Ἀσίαν, τὴν ὑπόσχεσιν Ἀποκαύκῳ ἐκπληρῶν, τὸ κράτιστον τῆς στρατιᾶς ἔχων ἐπεστράτευες, καὶ προῆλθες ἄχρι Μυγδονίας φανερῶς ἐπιὼν ἐμοί. Περσῶν δὲ πεζῶν περιτυχόν 3.147 των, ὧν τὰς ναῦς αἱ Λατινικαὶ ἐνέπρησαν τριήρεις, καὶ πολλὰ τῇ στρατιᾷ λυμηναμένων, ἣν ἔπεμπεν ἐπ' αὐτοὺς, ἀνεχώρεις καὶ αὐτὸς εἰς τὴν οἰκίαν πληγεὶς ἀπροσδοκήτως. καὶ Μανουὴλ δεσπότην τὸν υἱὸν ἐπὶ τῆς Βεῤῥοίας τὴν ἀρχὴν καὶ τῶν ἄλλων πολιχνίων καταλελειμμένον ὑπ' ἐμοῦ φανερῶς τε ἐπολιόρκεις πέμπων στρατιὰν, καὶ τοὺς ἔνδον οὐκ ἠμέλεις διαφθείρων χρήμασιν, ἄχρις οὗ πείσας ἐκείνῳ δυσνοεῖν, ἐκεῖνον μὲν ἐξήλασας εἰς Θετταλίαν, αὐτὸς δὲ τὴν πόλιν εἶχες. καὶ Φερὰς ὁμοίως ἐπὶ συχνὸν πολιορκήσας χρόνον, ἐμοῦ δεομένου καὶ τῶν ὅρκων ἀναμιμνήσκοντος, ἐπεὶ μὴ ταῖς πόλεσιν εἶχον ἐπιδημεῖν ὑπὸ τοῦ ἐμφυλίου κατεχόμενος πολέμου, οὐδένα λόγον ἐποιοῦ, ἀλλ' ἐνδείᾳ πιέσας καὶ συχνῇ πολιορκίᾳ, τέλος ἔπεισας προσχωρεῖν, κἀκεῖ τοὺς δυνατωτέρους διαφθείρας χρήμασι. καὶ μετὰ τοῦτο Θετταλίᾳ καὶ Ἀκαρνανίᾳ ἐπεστράτευσας Ῥωμαίοις οὔσαις ὑπηκόοις, πλῆθος πεζῶν τε καὶ ἱππέων ἄγων, καὶ τὴν μνημονευομένην ἐκείνην φθορὰν εἰργάσω, ὑφ' ἧς εἰς τοσαύτην ἀνάγκην Ἀκαρνᾶνες ἦλθον ὑπὸ τοῦ λιμοῦ, ὡς ἑκοντὶ πρὸς τὰ παράλια γινόμενοι, προκεῖσθαι τοῖς ἀνδραποδισταῖς βαρβάροις κέρδος ἄπονον, καὶ δεῖσθαι ἐφ' ἑτέραν γῆν μετενεχθέντας δουλεύειν μᾶλλον διὰ βίου, ἢ ἐν τῷ αὐτίκα διαφθείρεσθαι ὑπὸ λιμοῦ. ὕστερον δὲ Ἀγγέλου τοῦ ἐμοῦ τετελευτηκότος ἀνεψιοῦ, ὃς ἦρχεν ὑπ' ἐμοῦ πεμφθεὶς, ἁρπάσας τὰς ἐπαρχίας ἔχεις· καὶ πρὸς τού 3.148 τοις ἑτέρας πόλεις τῆς Μακεδονίας οὐκ ὀλίγας, αἱ ὑπὸ τὴν Ῥωμαίων ἡγεμονίαν ἦσαν, ὅτε πρὸς ἀλλήλους ἡμῖν ἐγίνοντο οἱ ὅρκοι. πότερον οὖν ταῦτα φιλοῦντος καὶ εὐορκοῦντος καὶ μισοῦντος τὴν ἀπληστίαν καὶ τὴν ἁρπαγὴν, ἢ τοὐναντίον ἅπαν; ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ καὶ Ἀμοὺρ ἐνταῦθα πρὸς ἐμὴν ἐπικουρίαν γενομένου, τετρακισχιλίους ἐπὶ δισμυρίοις ἄγοντος βαρβάρους, οἳ τὴν σὴν ἡγεμονίαν πᾶσαν ἀνατρέπειν ἦσαν δυνατοὶ, αὐτὸς ἐποιησάμην πᾶσαν πρόνοιαν, μηδὲν τὴν ὑπὸ σὲ ζημιωθῆναι χώραν, καίτοι πρόφασιν εὐπρόσωπον ἔχων τοῦ πολέμου τὰς προτέρας ἐπιβουλὰς καὶ τὸ φανερῶς ἐκπεπολεμῶσθαι καὶ ἔργοις καὶ τούτοις δὴ τοῖς παρὰ σοῦ πεμφθεῖσι