460
γράμμασιν ἐπὶ ἀπαγορεύσει τῆς εἰρήνης καὶ τῶν ὅρκων, μάλιστα καὶ τῶν βαρβάρων δεομένων. ἀλλ' ἄτοπον ἐνόμισα δεινῶς καὶ οὐδὲ ἐμοὶ προσῆκον, διὰ τὴν σὴν μικροψυχίαν καὶ τὴν ἀστασίαν περὶ τὰ καλὰ ἀχάριστον καὶ ἄπιστον φανῆναι πρὸς τοὺς φίλους, εἰ τῷ τοσούτων ἀγαθῶν ὑπάρξαντι μηδεμίαν ἀποδοίην ἀμοιβὴν, ἀλλ' ἀνεκτῶν τινων χάριν αἰτιῶν οἷα πολεμίῳ χρησαίμην διὰ βίου. καὶ μετὰ ταῦτα πολλάκις δυνηθεὶς ἀμύνεσθαι, οὐκ ἠθέλησα, ἀλλὰ πρεσβείας πέμπων, καὶ πρὶν Βυζάντιον ἑλεῖν καὶ μετὰ ταῦτα, τὰ δίκαια ποιεῖν ἐδεόμην, οἷα φίλον, καὶ μὴ τοὺς ὅρκους παραβαίνειν. σὺ δὲ τῶν μὲν δικαίων καὶ προσηκόντων ἔπρατ 3.149 τες οὐδὲν, λόγοις δὲ ἀπατηλοῖς καὶ περιέργοις παράγειν ἐπειρῶ. ἐγὼ δὲ καίτοι σαφέστατα εἰδὼς, ὡς ἀπατῶμαι, οὐκ αὐτίκα ἐπεστράτευον, ἀλλ' ἐπειρώμην ἀεὶ, μὴ αὐτὸς ὑπὸ μικροψυχίας ὡρμημένος πρὸς τὸν κατὰ σοῦ πόλεμον φανῆναι. ἐπεὶ δὲ ἑώρων ἀνήνυτα πονῶν, καὶ μὴ μεγαλοψυχίαν ἤδη καὶ εὐγνωμοσύνην, ἀλλ' ἀμέλειαν τῶν ὁμοφύλων καὶ προδοσίαν οὖσαν τὴν μέλλησιν σχεδὸν, οὐδ' οὕτως ἐπὶ τὴν σοὶ προσήκουσαν ἥκω γῆν, ἀλλὰ τὰς ἀφῃρημένας πόλεις ἀνασώζεσθαι πειρῶμαι, ἐφ' αἷς αὐτὸς ἀδικίαν καὶ πλεονεξίαν ἐγκαλεῖς, παραπλήσιον ποιῶν τῇ παροιμίᾳ, ἥ φησι προσεγκαλεῖν τοὺς φῶρας, καὶ ὥσπερ τι τῶν δικαίων προβαλλόμενος, ἀπληστίαν ὀνειδίζεις, ὅτι τὸ πλεῖστον τῆς ἀρχῆς Ῥωμαίων ἔχων αὐτὸς, σοὶ τοῦ ἐλάττονος οὐ βούλομαι παραχωρεῖν. τοῦτο δὲ, ὦ βέλτιστε, οὐδὲ ὀλίγου δεῖ τοῦ λόγον ἔχειν πρὸς τὸ εἶναι εὐπρεπὲς καὶ δίκαιον. οὐ γὰρ δὴ τὴν Μυσῶν ἀρχὴν, ἢ Παιόνων, ἤ τινων ἄλλων διειλόμεθα, ἣ προσῆκεν οὐδ' ἑτέρῳ, ἀλλὰ τῆς ἐμοὶ προσηκούσης Ῥωμαίων ἡγεμονίας οὐκ ὀλίγον μέρος ἀφελόμενος, καὶ χάριν ἀξιοῖς εἰδέναι περὶ τοῦ ὑπολειφθέντος. ἐγὼ δ' ὅτι μὲν καὶ πρὶν εἰς τοῦτο ἥκειν σχήματος Ῥωμαίων ἦρχον, ἀποφαίνειν οὐκ ἀνάγκη, πάντων σαφέστατα εἰδότων. πλὴν ἀλλ' εἰ καὶ ἀφανείᾳ πολλῇ τὸ πρότερον συζῶν, ἀθρόον ἑωρώμην Ῥωμαίων βασιλεὺς, οὕτως ἂν ἠξίουν τῶν προβεβασιλευκότων ἔχειν τὴν ἀρχὴν, ὥσπερ τινὰ 3.150 πατρῷον κλῆρον, καὶ παντί τῳ δίκαιος ἂν ἦν, οὐ περὶ τοσούτων μόνον, ὅσων ἀπεστέρησας αὐτὸς, ἀλλὰ καὶ περὶ ἐλαττόνων καὶ τῶν τυχόντων ἀμφισβητεῖν καὶ πόλεμον κινεῖν, εἰ μὴ ἐβούλετο τὰ δίκαια ποιεῖν. ἐμοὶ δὲ οὐ τοῦτο μόνον πρόσεστι δικαίωμα, ἀλλὰ καὶ οἱ ὅρκοι, οὓς αὐτὸς ἐποιήσω πρὸς ἐμὲ, καίτοι μηδέπω τὴν ἡγεμονίαν πᾶσαν ἔχοντα Ῥωμαίων. ἄτοπον γὰρ τότε μὲν μήτε τὴν περισχοῦσαν δυσπραγίαν, μήτε τὸ Ῥωμαίους ἐμοὶ τοσοῦτον ἐκπεπολεμῶσθαι, μήθ' ὅτι πρὸς τὴν σὴν ἐπικουρίαν ἀφεώρων, ὥστε δυνήσεσθαι τῶν ἄλλων εἶναι κύριος, μήτ' ἄλλο μηδὲν τῶν φαινομένων τότε δυσχερῶν, σοὶ πεῖσαι τῶν Ῥωμαίοις ὑπηκόων πόλεων παρακεχωρηκέναι, ἀλλ' αἱρεῖσθαι μᾶλλον ἀποθνήσκειν, ἤ τι πράττειν ἀγεννὲς, σὲ δὲ μᾶλλον τὰς Ῥωμαίοις ὑπηκόους πόλεις ἐμοὶ πεῖσαι ψηφίσασθαι προσήκειν· νυνὶ δ' ὅτε τῆς ἀρχῆς ἁπάσης κύριος αὐτὸς κατέστην καὶ δύναμιν ἀνακαλεῖσθαι τὰ ἀφῃρημένα ἔχω, ἢ φρονήσειν οὕτω δοῦλα, ὥσθ' ἑκοντὶ παραχωρεῖν τῶν πόλεων, ἢ σὲ λόγον οἴεσθαι λέγειν ἔχοντα τοιαῦτα ἀξιοῦντα. ὡς μὲν οὖν οὐκ ἀδικῶν, οὐδὲ ἐπιορκῶν αὐτὸς οὔτε πρότερον φαίνομαι, οὔτε νῦν, ἐκ τῶν εἰρημένων πᾶσιν εἶναι οἴομαι καταφανές. εἰ μὲν οὖν, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γοῦν τὰ δίκαια ποιεῖν ἐθέλεις καὶ αὐτὸς, καὶ Ἀκαρνανίαν ἀποδιδόναι καὶ Θετταλίαν καὶ τὰς ἄλλας, ἃς ἔχεις, τῆς Μακεδονίας πόλεις, τῆς προτέρας ἀδικίας 3.151 ὀλίγον ποιήσομαι τὸν λόγον, τῆς φιλίας ἀμειβόμενος καὶ τῆς φιλοτιμίας, ἧς ἡνίκα ἐδεόμην ἐπεδείξω, καὶ τὰς προτέρας ἀνανεωσάμενος σπονδὰς καὶ τοὺς ὅρκους, αὖθις σύμμαχον καὶ φίλον ἕξω, καὶ πειράσομαι ἐμαυτὸν ἀποδεικνύναι αὖθις ἐξαρχῆς ἄξιον τῆς παρὰ σοῦ φιλοτιμίας καὶ σπουδῆς. εἰ δ' αὖθις οὐδὲν δίκαιον ποιεῖν διανοῇ, ἀλλ' ἀδικεῖν εἰσάπαξ ἔγνως καὶ ἐπιορκεῖν, ἐγὼ μὲν τῶν προσηκόντων τῇ Ῥωμαίων βασιλείᾳ οὐδενὸς παραχωρήσω, θεὸν δὲ μαρτυράμενος τὸν ἔφορον τῶν ὅρκων, καὶ ἀνθρώπους, οἳ τότε τε παρῆσαν ἐν τοῖς ὅρκοις καὶ νῦν πάρεισιν, ἐμοῦ τὰ δίκαια προκαλουμένου καὶ καταλύειν τὸν πόλεμον ἐθέλοντος, ἂν