461
μὴ τυγχάνω τῶν δικαίων, πειράσομαι τοῖς ὅπλοις τήν τε οὖσαν διασώζειν, καὶ τὴν ἀφῃρημένην ἀρχὴν ἀνακαλεῖσθαι· ἢν δέ τινα συμβαίνῃ δυσχερῆ διὰ τὸν πόλεμον, μὴ ἐμοὶ τὴν αἰτίαν, ἀλλὰ σαυτῷ τῶν γινομένων μὴ εὔορκα ποιεῖν προσλογίζεσθαι ἐθέλοντι.» καʹ. Τοιαῦτα μὲν Καντακουζηνὸς ὁ βασιλεὺς ἐφ' οἷς ἐγκαλεῖν ὁ Κράλης ἐπεχείρει, ἀπεκρίνατο· ὁ Κράλης δὲ ἀντειπεῖν οὐκ ἔχων πρὸς οὐδὲν, συνῄδει γὰρ αὑτῷ καὶ ἀδικίαν καὶ παράβασιν τῶν ὅρκων, ὀλίγον μὲν ἐπέσχε σιωπήσας· ἔπειτα ἐδεῖτο βασιλέως, τῶν ἄλλων ἀποστάντας μόνοι διαλέγεσθαι ἐφ' ἑαυτοὺς περὶ τῶν διαφορῶν. ἐπεὶ δὲ ἐπείθετο ὁ βασιλεὺς καὶ ἀφίσταντο τῶν ἄλλων, ἐπιορκεῖν μὲν ὁ Κράλης ὡμολόγει καὶ παρασπονδεῖν, τὰς Ῥωμαίων κατέχων 3.152 πόλεις, οὐκ ἐβούλετο δὲ ἀποδιδόναι, ἀλλ' ἐδεῖτο βασιλέως τῶν εἰς αὐτὸν γεγενημένων ἀπομνημονεύοντα, ταύτην τὴν χάριν καταθέσθαι, τὸ ἔχοντας ἑκάτερον, ἃ ἔχουσιν ἐν τῷ παρόντι, τίθεσθαι σπονδάς. βασιλέως δὲ οὐδὲ τῶν φαυλοτάτων οὐδενὸς παραχωροῦντος, διελύθησαν ἀσύμβατοι. καὶ Κράλης μὲν εἰς τὸ στρατόπεδον, βασιλεὺς δὲ εἰς τὴν πόλιν ἐπανῆλθον, εἰς τὴν ὑστεραίαν αὖθις ἐπαγγειλάμενοι ἀλλήλοις συντυχεῖν. καὶ ἐς τὴν ὑστεραίαν συνελθόντες, λόγους ἐποιοῦντο περὶ τῶν ὁμοίων, καὶ οὔτε βασιλεὺς περὶ τῶν κατεχομένων ἐνεδίδου πόλεων, οὔθ' ὁ Κράλης ὑπέμενεν ἀφίστασθαι. καίτοι γε ἔλεγε Κράλης, ἐς τοσοῦτον δέους πρὸς βασιλέα καθεστάναι, ὡς καὶ ἐν ὀνείροις εἴ ποτε ὁρᾷν συμβαίη, τοῦ ὕπνου ἀφίστασθαι αὐτίκα, καὶ πρὶν ληφθῆναι ὕπνῳ, ἄϋπνον διανυκτερεύειν, εἰ λογίζοιτο περὶ ἐκείνου, ὅπως χρὴ πολεμεῖν, ἐν ἀπόροις ὑπὸ δέους καθεστώς. οὐ μὴν οὐδὲ πρὸς τοὺς ἔξω τὸ πάθος ἀπεκρύπτετο, ἀλλ' ἀναφανδὸν καὶ πρὸς Τριβαλοὺς καὶ Ῥωμαίους τοὺς συνόντας μηδένα ἀνθρώπων ἔλεγε διὰ βίου, μήτε πρότερον, μήθ' ὕστερον ὥσπερ Καντακουζηνὸν τὸν βασιλέα ἐκπεπλῆχθαι καὶ δεδοικέναι. καὶ ἐν τῇ συνουσίᾳ δὲ ἐκείνῃ, ἐρομένου βασιλέως, ὅτου χάριν τοσαύτην ὑπομείνειεν αἰσχύνην τοῖς τῆς Βενετίας βουλευταῖς συγκαταλέξας ἑαυτὸν, μείζονα καὶ περιφανεστέραν συμπάντων ἐκείνων ἔχων αὐτὸς ἀρχὴν, διὰ τὸν ἐκείνου φό 3.153 βον, ἀπεκρίνατο καὶ προσετίθει, μηδὲν εἶναι θαυμαστὸν, εἰ τοιαῦτα ὑπομείνειε. τοὐναντίον μὲν οὖν, ὅτι μὴ καὶ πρός τι χεῖρον καὶ πολλῷ φαυλότερον ἐξετράπη καίπερ δὲ οὕτω δέους ἔχων, καὶ οὐδὲ πρὸς πάντας αἰσχυνόμενος ὁμολογεῖν, ὅμως ἀφίστασθαι τῶν πόλεων οὐκ ἤθελεν, ἀλλ' ἐδεῖτο μόνον βασιλέως χωρεῖν πρὸς τὰς συμβάσεις Βέῤῥοιαν μόνην ἔχοντα καὶ Ἔδεσσαν καὶ τὰ ἄλλα φρούρια καὶ τὰς πολίχνας, ὅσαι προσεχώρησαν. ἰσχυρίζετο δὲ καὶ ὅρκους τοῖς λόγοις προστιθεὶς, ὡς οὐ πλεονεξίας μᾶλλον ἢ αἰσχύνης ἕνεκα τῶν πόλεων ἀντιποιοῖτο. αἰσχύνεσθαι γὰρ οὐ τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ὁπουδήποτε δυνάστας, εἰ φαίνοιτο τοσοῦτον ἡττημένος πρὸς τὸν βασιλέως φόβον, ὥστε τοσούτων πόλεων ἀμαχεὶ παραχωρεῖν, ἃς ἐπὶ τοσοῦτον χρόνον κτώμενος, χρήματά τε ἀναλώκει πλεῖστα, καὶ τοσούτους πόνους καὶ κινδύνους ὑπομεμενήκει μετὰ τῆς στρατιᾶς. βασιλεὺς δὲ ἐπεὶ ἑώρα ἀσυμβάτως ἔχοντα, «τὴν μὲν ἐμὴν» εἶπε «πρὸς σὲ εὐγνωμοσύνην, καὶ ὡς οὐδὲν τῶν φίλῳ προσηκόντων οὔτε πρότερον, οὔθ' ὕστερον ἐνέλιπον, καὶ ὁ παρελθὼν μὲν χρόνος, οὐχ ἥκιστα δὲ καὶ ὁ νυνὶ παρὼν ἀξιόχρεως συμμαρτυρεῖν. σοῦ δὲ μηδὲν ἐθέλοντος τῶν δικαίων ποιεῖν καὶ προσηκόντων, ἀνάγκη πρὸς τὸν πόλεμον χωρεῖν, ταὐτὸν τοῖς θηρίοις πάσχοντα. καὶ γὰρ ἐκεῖνα βαλλόμενα καὶ ἐλαυνόμενα ὑπὸ τῶν θηρευτῶν, πρῶτα μὲν φεύγουσι καὶ τὴν πρὸς ἀνθρώπους μάχην, ὅση δύναμις, ἐκκλίνουσιν. ἐπειδὰν δὲ εἰς ἀνάγκην καταστῶσι καὶ τὸν κίνδυνον αἴσθωνται ἐφεστηκότα, στρεφό 3.154 μενα ἀμύνονται, καὶ οὕτω μετὰ σφοδρότητος, ὡς τῆς σφετέρας ἀφειδεῖν παντάπασι ζωῆς. τοῦτο δὴ καὶ αὐτὸς νυνὶ ποιήσω. μάλιστα μὲν γὰρ ἐβουλόμην μὴ πόλεμον κινεῖν πρὸς σὲ, ἀλλὰ φίλον καὶ σύμμαχον ἔχειν, ὥσπερ δίκαιον, καὶ τῶν ὑπηργμένων ἀγαθῶν, ᾗ ἂν μάλιστα δυναίμην, ἐκτίνειν ἀμοιβάς. ἐπεὶ δ' αὐτὸς τῶν δικαίων ᾕρησαι ποιεῖν οὐδὲν, οὐδὲ τῶν Ῥωμαίοις πόλεων