462
ἀφίστασθαι, ἃς ἔχεις ἀδίκως κατασχὼν, ἀνάγκη καὶ αὐτὸν ἃ νομίζω συμφέρειν Ῥωμαίοις πράττειν, καὶ μὴ περιορᾷν ἀδίκως οὕτω καταδουλωθέντας Τριβαλοῖς. ἀλλὰ νῦν μὲν ἐπεὶ μὴ καὶ ἡ παρεσκευασμένη στρατιὰ ἀφῖκτο, εἰς Βυζάντιον καὶ αὐτὸς ἐπανελεύσομαι, καὶ παρασκευασάμενος τοῦ χειμῶνος, ἅμα ἦρι ὡς μάλιστα ἔχω μετὰ πολλῆς δυνάμεως καὶ μεγάλης τῆς παρασκευῆς ὑμῖν ἐπιστρατεύσω, γνώμην ἔχων, ὡς ἢ μαχόμενος πεσεῖσθαι, ἢ πρὸς τῷ Ῥωμαίους ἐλευθεροῦν καὶ αὐτὸν καὶ ὑπηκόους ἐξανδραποδίζεσθαι καὶ διαφθείρειν καὶ καταδουλοῦσθαι. ἃ εἰδότα καὶ αὐτὸν ὡς ἀληθῆ, παρασκευάζεσθαι ὡς ἀμυνούμενον καὶ διαγωνιούμενον περὶ τῶν ὅλων.» Κράλης δὲ ἀκούσας βασιλέως οὕτως ἐμβριθῶς διειλεγμένου περὶ τοῦ πολέμου, καὶ ὁρῶν ἀμετάθετον τὴν γνώμην ἔχοντα, καὶ γενόμενος περιδεὴς, ἐδεῖτο βασιλέως μὴ οὕτω πρὸς ὀργὴν ἐπὶ τὸν πόλεμον ἐξάπτεσθαι, ἀλλὰ λύσιν τινὰ ἐξευρίσκειν τῶν κακῶν, ὅθεν ὅ,τε πόλεμος καταλυθήσεται, καὶ μηδ' αὐτὸς παντάπασι μηδὲν τῶν 3.155 τε πόνων καὶ τῶν κινδύνων, ὧν ὑπέμεινε τὰς πόλεις κτώμενος, ἀπόναιτο. ἐπέτρεπέ τε πάντα βασιλεῖ καὶ συνετίθετο στέργειν πᾶν, ὅ,τι ἂν αὐτῷ δοκοίη βέλτιον καὶ λυσιτελοῦν ἑκατέροις. βασιλεὺς δὲ τό,τε πάντα ἔχειν ὁρῶν ἀπονητὶ ἀδύνατον, καὶ τό τινων ἀποστερούμενον ὀλίγων μὴ συγκατατίθεσθαι πρὸς τὴν εἰρήνην, ἀλλὰ περὶ τῶν ὅλων διακινδυνεύειν βούλεσθαι ἀβουλίας, ἀδήλου μάλιστα τοῦ μέλλοντος ὄντος, καὶ τοῦ πολέμου πολλὰς ἐν τῷ μεταξὺ δυναμένου δέχεσθαι μεταβολὰς, ἄλλως θ' ὅτι καὶ βαρβάρους ἔμελλεν ἐπάγειν ἐνθυμούμενος, οἳ πλεῖστα καὶ Ῥωμαίους βλάπτουσιν, οἷς δοκοῦσι συμμαχεῖν, καὶ τὴν ἐσομένην Τριβαλῶν φθορὰν καὶ τοὺς φόνους καὶ τοὺς ἀνδραποδισμοὺς, ὧν ἐκήδετο, καίτοι πολεμίων ὄντων, διὰ τὴν θρησκείαν, τὸ μὲν ἀληθὲς, εἶπε, καὶ δίκαιον, πρὸς Κράλην, καὶ ὃ πᾶς ὁστισοῦν ἂν ἐπιψηφίσαιτο δικαίως διαιτῶν, οὐδὲν εἶναι ἕτερον, ἢ ἐξίστασθαι Ῥωμαίοις τῶν πόλεων τῶν τοῖς ὅρκοις περιειλημμένων. ἐπεὶ δ' αὐτὸν ὁρᾷ πάνυ περιεχόμενον τῶν πόλεων, καὶ τῆς ζωῆς οὐ μικρὸν μέρος ἡγούμενον ἀφαιρεθήσεσθαι, εἰ τούτων ἀποστερηθείη, ἀδικήσειν μὲν Ῥωμαίους, πλὴν διελόμενον τὰς πόλεις, ὡς ἂν αὐτῷ δοκοίη, καὶ παραχωρήσαντα ὅσων ἂν ἐθέλοι, εἰ μὲν καὶ αὐτῷ δοκοίη καὶ πείθοιτο αὐτοῦ τῇ ψήφῳ, τίθεσθαι εἰρήνην ἐπὶ τούτοις καὶ σπονδάς. εἰ δὲ μὴ βούλοιτο, ἐξεῖναι αὖθις πολεμεῖν τὰς πάσας ἔχοντι. καὶ αὐτίκα Ἀκαρνανίαν μὲν καὶ Θετταλίαν, Σέρβιά τε καὶ 3.156 τὰς ἐντὸς τούτων πρὸς θάλασσαν πολίχνας, καὶ Βέῤῥοιαν καὶ Ἔδεσσαν, Γυναικόκαστρόν τε καὶ Μυγδονίαν μετὰ τῶν κατῳκισμένων πόλεων, καὶ τὰς περὶ Στρυμμόνα κώμας ἄχρι τῶν Φερῶν ὁρίων, καὶ Ταντεσάνου ὄρη προσαγορευόμενα, ἀπένεμε Ῥωμαίοις, Ζίχνα δὲ καὶ Φερὰς καὶ Μελενίκον καὶ Στρύμβιτζαν καὶ Καστορίαν καὶ τὰς ἄλλας Μακεδονικὰς κώμας καὶ πολίχνας, αἳ τῶν εἰρημένων ὅρων ἐκτὸς ἦσαν, Κράλην ἔχειν· καὶ συμμαχίαν ἐπὶ τούτοις ποιεῖσθαι καὶ σπονδὰς, καὶ μηδὲν ἀλλήλους ἀδικεῖν. οὕτω μὲν ὁ βασιλεὺς διῄρει τὰς πόλεις· καὶ ἐδόκει καὶ Κράλῃ καλῶς ἔχειν, καὶ συνέβησαν ἐν τούτοις, καὶ πάντες ἥδοντο, καὶ Τριβαλοὶ καὶ Ῥωμαῖοι, πρὸς τὴν εἰρήνην. ὅ,τε βασιλεὺς εἱστία φιλοτίμως Κράλην καὶ τοὺς συνόντας ἐπ' αὐτοῦ τοῦ τόπου, οὗ αἱ συμβάσεις ἐγεγένηντο, παρόντος καὶ τοῦ νέου βασιλέως καὶ συμφιλοτιμουμένου βασιλεῖ τῷ κηδεστῇ. κβʹ. Μετὰ δὲ τὸ ἄριστον συνέθεντο, ὥστε εἰς τὴν ὑστεραίαν βασιλέα μὲν ἐπιλέξασθαι πέντε Ῥωμαίων τῶν ἐν τέλει, καὶ τούτοις ἐπιτρέψαι τὴν παράληψιν τῶν πόλεων· Κράλην δὲ ἐκ τῶν οἰκείων ἴσους παρασχεῖν, ὥστε παραδοῦναι. καὶ συνταξάμενοι ἀλλήλοις, ἐπεὶ τέλος εἶχον αἱ συμβάσεις, ὁ μὲν εἰς τὸ στρατόπεδον, οἱ βασιλεῖς δὲ εἰς τὴν πόλιν ἀπεχώρουν. ἐπελθούσης δὲ νυκτὸς, τινὲς τῶν συνόντων βασιλεῦσι κρύφα ἐλθόντες πρὸς τὸν Κράλην, συνεβούλευον τὰς 3.157 πόλεις μὴ παραδιδόναι, ἀλλὰ πόλεμον αἱρεῖσθαι μᾶλλον πρὸς Καντακουζηνὸν τὸν βασιλέα, ὡς βλάπτειν δυνησόμενον ὀλίγα ἢ οὐδέν. νῦν μὲν γὰρ ἀξιόμαχον οὐκ ἔχειν στρατιάν· ἂν δὲ ἐπανήκῃ εἰς Βυζάντιον ὡς παρασκευασόμενος, τὸν Παλαιολόγον