463
βασιλέα πείσειν συνθήσεσθαι πρὸς αὐτὸν, ᾗ ἂν μάλιστα δοκῇ καθ' ἡδονὴν, καὶ κοινῇ τὸν πόλεμον πρὸς ἐκεῖνον ἀνελέσθαι. ἡγεῖσθαι γὰρ αὐτοὺς οὐκ ἀνεκτὸν ἐκεῖνον ἄρχειν, βασιλέα τῆς πατρῴας ἀποστερήσαντα ἀρχῆς. καὶ ὁ Κράλης αὐτίκα ἔνθους ἦν ὑφ' ἡδονῆς, καὶ πολλὰς ὡμολόγει χάριτας τοῖς ἀπαγγείλασι, βασιλεῖ τε ἐπηγγέλλετο προθύμως τῷ Παλαιολόγῳ συμμαχήσειν κατὰ κηδεστοῦ τοῦ βασιλέως καὶ πᾶσαν ἐπιδείξεσθαι σπουδὴν καὶ εὔνοιαν πρὸς αὐτόν· ἅμα τε ἕῳ, ἐπεὶ ἡμέρα ἦν, πέμψας πρὸς βασιλέα, ἀπηγόρευε τὴν ἐπὶ τοῖς εἰρημένοις εἰρήνην· ἀλλ' εἰ βούλοιτο τὰς ἄρτι ληφθείσας πόλεις μόνας ἔχειν, μᾶλλον δὲ καὶ ἐξ ἐκείνων ἀποδόντα, οὕτω πείθειν αὐτὸν μὴ πολεμεῖν. εἰ δὲ μὴ βούλοιτο, παρασκευασάμενον πρὸς μάχην ἐξελθεῖν· αὐτὸν γὰρ παντὶ σθένει πολεμήσειν. τῶν μὲν οὖν Κράλη λόγων ὁ βασιλεὺς ὀλίγον ἐποιεῖτο λόγον. ᾔδει γὰρ ὡς δυνησόμενος αὐτὸν καταναγκάζειν καὶ ἄκοντα τὰ δίκαια ποιεῖν. σφόδρα δὲ ἤχθετο κατὰ Ῥωμαίων τῶν ἐπιβουλευόντων οὐ γὰρ ἠγνόησεν, ὅθεν ἡ μεταβολὴ, καὶ τὴν διόρθωσιν τῶν πραγμάτων ἀπεγίνωσκε, πολέμων αὖθις ἐμφυλίων καὶ στάσεων μεγάλων τὰ τοιαῦτα οἰόμενος. ἀρχήν. ὅμως καὶ οὕτως ἔχων, ἐπηγγέλλετο εἰς τὴν ὑστεραίαν ἐξελεύσεσθαι πρὸς μάχην. Κράλης δὲ καὶ αὐτὸς παρεσκευά 3.158 ζετο, καὶ παραθαῤῥύνων τοὺς οἰκείους πρὸς τὸν βασιλέως πόλεμον. οὐ χρὴ δεδοικέναι, ἔφασκε, Καντακουζηνὸν τὸν βασιλέα, ἄχρις ἂν ὑπὸ τῶν οἰκείων πολεμῆται, ἀλλὰ βεβαίας ἔχειν ἐλπίδας τοῦ περιέσεσθαι καὶ τὰς ἡρπασμένας Ῥωμαίων πόλεις καθέξειν ἀσφαλῶς. ἐοικέναι γὰρ ἔφασκεν ἐκεῖνον ἐν ὕδασιν ἀνθρώπῳ καταβεβαπτισμένῳ, τοὺς οἰκείους δὲ ἐφεστῶτας, εἴ ποτε δυνηθείη ἀνακύψαι, πιέζοντας αὖθις καταβαπτίζειν καὶ μήθ' ἑαυτῷ χρήσιμον, μήτ' ἐκείνοις γίνεσθαι ἐᾷν. ἂν μέντοι τῶν οἴκοι διαφορῶν ποτε ἀπαλλαγείη, τότ' ἤδη πάντων αὐτῷ ἐξίστασθαι ἑκόντας, καὶ πολλὴν πρόνοιαν ποιεῖσθαι φίλον ἔχειν. ἀντικαθίστασθαι γὰρ πρὸς πόλεμον, ἂν τῶν οἴκοι δυσχερῶν ἀπαλλαγείη, οὔτ' αὐτὸν λυσιτελεῖν ἡγεῖσθαι, οὔτ' ἐκείνοις συμβουλεύειν. οὕτω μὲν ὁ Κράλης οὐ τῇ σφετέρᾳ μᾶλλον θαῤῥῶν δυνάμει, ἢ ταῖς διχοστασίαις καὶ διαφοραῖς Ῥωμαίων, αὖθις ὥρμητο πρὸς πόλεμον, καὶ ἐς τὴν ὑστεραίαν ἅμα ἕῳ συντάξας ἐπὶ φάλαγγας τὴν στρατιὰν, ἐχώρει πρὸς Θεσσαλονίκην ἐκ τοῦ στρατοπέδου. καὶ ὁ βασιλεὺς ὁμοίως τήν τε πεζὴν καὶ ἱππικὴν δύναμιν ἀντιπαρέταττεν ἐξαγαγών· οὐδέτερος δὲ ἐπεχείρει πολέμου ἄρχειν, ἀλλ' ἐπιπολὺ ἀτρεμοῦντα ἀντικαθίστατο ἀλλήλοις τὰ στρατόπεδα. Κράλης δὲ πρὸς βασιλέα πέμψας, ἢ τὴν εἰρήνην ἔφασκεν αἱρεῖσθαι, ἂν ἐθέλῃ, ἔχοντας ἃ ἔχουσιν ἑκάτερον, ἢ μὴ μέλλειν, ἀλλ' ἄρχειν συμβολῆς. βασιλεὺς δὲ τὰ τῇ προτεραίᾳ εἰρημένα καὶ αὖθις ἔφασκεν αἱρεῖσθαι, καὶ 3.159 φίλον ἐθέλειν μᾶλλον ἔχειν, ἢ πολέμιον, τὰς πόλεις ἀποδόντα· ἂν δ' αὐτὸς τὸν πόλεμον αἱροῖτο, πρῶτον μᾶλλον αὐτὸν ἄρχειν συμβολῆς μικρὸν προβάντα, ὡς οὕτω καὶ αὐτὸν ὡς ἀμυνόμενον καὶ οὐκ ἄρχοντα πολέμου ἀγωνιούμενον προθύμως, ἐπιμαρτυρόμενον καὶ ἀνθρώπους καὶ θεὸν, ὡς οὐκ ἀδικεῖ, ἀλλὰ μᾶλλον ἀδικεῖται, οὐδὲ ἐπιορκεῖ καὶ κακὸς εἶναι βούλεται περὶ τὸν φίλον, ἀλλ' ἀνάγκῃ ἐφ' ἃ μὴ βούλοιτο χωρεῖ. ἂν δ' αὐτοῦ κινουμένου πρώτου, ἔφασκε, μὴ τὸ στράτευμα ἀντεπάγῃ καὶ αὐτὸς, τὴν νίκην ἐκεῖνον ἔχειν, ὡς αὐτοῦ φυγομαχήσαντος. Κράλης δὲ ἐπεὶ ἐπύθετο τοὺς βασιλέως λόγους, πέμψας αὖθις, ἔφασκε μηδ' αὐτὸς βούλεσθαι τὴν μάχην· ἂν δὲ φαίνοιτο κινῶν τὰς φάλαγγας μετὰ μικρὸν, μὴ νομίζειν ἐπιέναι, ἀλλ' ἀναχώρησιν εἶναι τὴν κίνησιν πρὸς τὸ στρατόπεδον. τοιαῦτα ὁ Κράλης εἶπε· καὶ μετὰ μικρὸν ἀναστρέψας αὖθις ηὐλίσατο πρὸς τὸ στρατόπεδον τὴν νύκτα. καὶ βασιλεὺς ὁμοίως εἰσήλαυνεν εἰς τὴν πόλιν μετὰ τῆς στρατιᾶς. Κράλης δὲ εἰς τὴν ὑστεραίαν διαβὰς τὸν Ἀξειὸν, τὰ περὶ Ἔδεσσαν κατέδραμε καὶ περιστρατοπεδευσάμενος ἐπολιόρκει. βασιλεύς τε ἐπεὶ μὴ ἐδόκει ἔτι μέλλειν ἐν Θεσσαλονίκῃ, πράττειν γὰρ ἔτι ἀξιόλογον οὐδὲν ἐξῆν, παρεσκευάζετο ὡς εἰς Βυζάντιον πλευσούμενος. μέλλων δὲ ἀπαίρειν ἤδη, πολλὰ βασιλεῖ τῷ νέῳ περὶ τοῦ μὴ πείθεσθαι παρῄνει Κράλῃ. ᾔδει γὰρ ἐπιχειρήσοντα