464
ἐκεῖνον, αὖθις τὸν πρὸς ἀλλήλους πόλεμον κινεῖν Ῥωμαίων, ἵν' αὐτῷ 3.160 ἐξῇ τὰς πόλεις ἔχειν, ἐκείνων ἀσχολουμένων πρὸς ἀλλήλους. καὶ συνεβούλευε φυλάττεσθαι τὴν ἐπιβουλήν. οὐδὲ γὰρ εἶναι περὶ μικρῶν, ἀλλὰ περὶ τῆς ἀρχῆς αὐτῆς ἐπιβουλεύειν, καὶ τὴν βλάβην οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἔσεσθαι Ῥωμαίοις· καίτοι γε ἐκεῖνον τῶν ὄντων τὰ ἐναντία καταψεύσεσθαι, φάσκοντα προθύμως συμμαχήσειν ἐπὶ τῷ τὴν πατρῴαν ἀνασώζεσθαι ἀρχὴν ἀφῃρημένην, καὶ ἀμύνεσθαι τὸν ἠδικηκότα, ἄδηλον ὂν, εἰ μὴ μόνον οὐκ ἀποδώσει τὴν ἀρχὴν, ὥσπερ ἐπαγγέλλεται, ἀλλὰ καὶ περὶ τῆς ζωῆς ἐπιβουλεύσει. τούτων δὲ αὐτῷ πείθεσθαι μηδὲν σαφῶς εἰδότα, ὡς ἀπάτῃ πάντα συσκευάζεται, ἵνα μᾶλλον ἀφέληται αὐτὸς τὴν οὖσαν ἀσφαλῶς. εἰ δ' ἀμελήσας τῶν παραινέσεων πείθοιτο αὐτῷ, τότε εἴσεται τὴν βλάβην, ὅτε μήτ' αὐτῷ μηδὲν, μήτε τοῖς ἄλλοις ὄφελος ἐκ τοῦ εἰδέναι ἔσται. οὐδὲ γὰρ οὐδὲ τοῖς πρωτοπλάστοις συνήνεγκε τοῦ παραδείσου ἐκβληθεῖσι τὸ εἰδέναι, ὡς ἠπάτηνται τῷ ὄφει. τοιαῦτα καὶ ἕτερ' ἄττα πλείω παραινέσας καὶ συνταξάμενος, ἀπέπλει, Ἀσάνην Ἀνδρόνικον τὸν κηδεστὴν μετὰ βασιλέως τοῦ νέου καταλιπών. Κράλης δὲ ὀλίγῳ ὕστερον ἢ ὁ βασιλεὺς ἀπῇρεν ἐκ Θεσσαλονίκης, Ἔδεσσαν ἐπόρθησεν, ἑλών τινων προδοσίᾳ τῶν τἀκείνου ᾑρημένων. συντέθειτο γὰρ αὐτοῖς κλίμακας κατασκευασάμενον, ἐπὶ τειχομαχίαν ἥκειν, αὐτοὺς δὲ σημεῖον ἄραντας ἐπὶ τῶν τειχῶν, ἐφ' ὧν ἑστᾶσιν, ἥκειν ἐπ' ἐκείνους μετὰ τῶν κλιμάκων. ἄδειαν δὲ ἐκείνων παρεχομένων καὶ ἀμυνομένων τοὺς 3.161 ἔνδον μᾶλλον, ῥᾳδίαν ἔσεσθαι τὴν ἅλωσιν. ὅπερ δὴ καὶ ἐγίνετο κατὰ τὸ σύνθημα. καταστάντων γὰρ εἰς τὴν τειχομαχίαν, τοῖς τε προδιδοῦσιν ἤρετο τὸ σημεῖον ἀπὸ τῶν τειχῶν, καὶ ὁ Κράλης τὰς κλίμακας ἔχων, ἐχώρει πρὸς ἐκείνους· ἀδείας δὲ τυχόντες, ἀνέβαινον ἐπὶ τὰ τείχη, καὶ καθῄρουν αὐτίκα προσπεσόντες, ἕως ἐποίησαν καὶ ἵπποις βάσιμα· ἦν γὰρ οὐδὲ ὕψους ἔχοντα ἱκανῶς. Λυζικὸς δὲ ὁ τῆς πόλεως ἄρχων, αἰσθόμενος τὴν προδοσίαν, ἐχώρει μὲν ἐπ' ἐκείνους ἔχων τοὺς περὶ αὐτὸν, ἤνυε δὲ οὐδὲν, καθῃρημένων ἤδη τῶν τειχῶν· ἀλλ' ἀναστρέψας ἔσπευδεν ἐπὶ τὴν ἄκραν. καὶ οἱ ἐκ Βυζαντίου παρὰ βασιλέως καταλελειμμένοι διακόσιοι φρουροὶ, ὡς ᾐσθάνοντο τὴν πόλιν ἑαλωκυῖαν, ἀνεχώρουν καὶ αὐτοὶ ἐπὶ τὴν ἄκραν. Κράλης δὲ ἐπεὶ τὴν πόλιν εἶχεν, ἐχώρει ἐπ' ἐκείνους τεθορυβημένους ἔτι ἀπὸ τῆς τροπῆς. καθισταμένων τε πρὸς μάχην, ὁ Λυζικὸς ἐτέτρωτο βέλει τὸν μηρὸν, ἀμυνόμενος ἀπὸ τοῦ πύργου. ἦν γὰρ ἀνεπισκεύαστος ἡ ἄκρα. καὶ αὐτίκα ἡ φρουρὰ τὰ ὅπλα παρεδίδουν, πίστεις λαβόντες ἐπὶ τῷ μηδὲν ἀνήκεστον παθεῖν. ἐπεὶ δὲ καὶ ἡ ἄκρα εἴχετο, τὴν μὲν φρουρὰν καὶ Μακροδούκαν τὸν ἄρχοντα ἀπέλυεν ὁ Κράλης κατὰ τοὺς ὅρκους, τὰ ὅπλα μόνον ἀφελόμενος, Λυζικοῦ δὲ τὸ γένειον ἐπ' αὐτοῦ τίλλεσθαι ἐκέλευεν, οὐ μόνον διὰ τὸ ἀντιστῆναι τότε, ἀλλ' ὅτι καὶ βασιλέως Ἀνδρονίκου περιόντος, ἐν Καστορίᾳ μεγάλων αἴτιος αὐτῷ κατέστη συμφορῶν. ἔπειτα ἐκέλευε δεθέντα ἄγεσθαι τὴν ἐπὶ 3.162 Σκοπιὰν, ὡς ἐκεῖ τῶν τολμημάτων δίκας δώσοντα. ὁ δὲ ὑπὸ τοῦ τραύματος ἀμεληθέντος καὶ τῆς ἄλλης δυσπραγίας ἐτελεύτησε μεταξὺ ἀγόμενος. Κράλης δὲ ἐφῆκε τὴν πόλιν τοῖς στρατιώταις διαρπάζειν· καὶ ἐπόρθησάν τε καὶ ἐνέπρησαν τὰς οἰκίας· τῶν οἰκητόρων δὲ τὸ μὲν πλεῖστον καὶ ἄριστον ἐξήλασε γυμνὸν μάλιστα ἐν ἀκμῇ τοῦ χειμῶνος, Ἰανουαρίου ἄρτι ἱσταμένου, καὶ διεσκεδάσθησαν κατὰ Βέῤῥοιαν καὶ τὰς ἄλλας πόλεις. ὁ δὲ ἄπορος παντάπασι καταλέλειπτο ἐκεῖ ἐπὶ τὰς ὑπολειπομένας καταφυγὼν οἰκίας. αὐτὸς δὲ ἐπεὶ καὶ χειμὼν ἐπεγένετο ἐξαίσιος, φρουρὰν ἐπὶ τὴν ἀκρόπολιν καταλιπὼν, πρὸς τὴν οἰκίαν ἀνεχώρει. ἐλέγετο δὲ ὑπὸ χειμῶνος στρατιώτας τε καὶ τῶν σκευοφόρων ὑποζυγίων πλεῖστα τῷ στρατοπέδῳ ἐναποθανεῖν. βασιλεὺς δὲ εἰς Βυζάντιον ἐπανελθὼν ἐπυνθάνετο περὶ τοῦ Μυσῶν βασιλέως Ἀλεξάνδρου, ὅτι πλεῖστα ἀνιῷτο διὰ τὴν τῶν βαρβάρων ἔφοδον ἀπροσδόκητον γεγενημένην καὶ μέγιστα κακώσασαν τὴν γῆν αὐτοῦ. ὑπώπτευε δὲ οὐκ ἀφ' ἑαυτῶν τοὺς βαρβάρους ἐπελθεῖν, ἀλλὰ βασιλέως