οἰκεῖα. (ῃ. 377) Ἔτι ἰστέον καί, ὅτι τὸ ξεῖνος διασαφητικόν ἐστι τοῦ ἄτερπολέμου, ἵνα μὴ νοοῖτο κατ' ἐμπορίαν ἢ ἐκ παρόδου ὁ Τυδεὺς εἰς Μυκήναςἐλθεῖν, ἀλλὰ διὰ πρεσβείαν, ἧς χάριν ἐπεξενώθη ἐκεῖ, καὶ ὅτι μέση λέξις ὁξεῖνος. Λέγεται γὰρ οὕτω καὶ ὁ δεχόμενός τινα εἰς ξενίαν καὶ ὁ δεχθείς, ὥσπερκαὶ ἐν Ὀδυσσείᾳ ἱκέτης ὁ ἱκετεύσας τε καὶ ἱκετευθείς. περὶ μέντοι τῶν ἐκτούτων συνθέτων, τί δήποτε σημαίνουσι, προδεδήλωται, ἤγουν ὅτι πρόξενοςμὲν ὁ ὑπὸ πόλεως ἠξιωμένος ἐν τῇ σφετέρᾳ προΐστασθαι ξένων, οἷος ὁ Ἀντήνωρἐν τοῖς Τρωσὶ καὶ ὁποῖοι οἱ βασιλικοὶ διοικηταί. ἀπ' αὐτοῦ δὲ κατὰ μεταφορὰνκαὶ ὁ καλοῦ τινος ἢ κακοῦ αἴτιος οὕτω λέγεται, οἷον ἀπωλείας πρόξενος ἢφθορᾶς ἢ σωτηρίας ἢ ὑγείας, ὡς παρ' ἑαυτῷ ξενίσας οἷον τὸ πρᾶγμα, εἶταἑτέροις διαπεμψάμενος. ἰδιόξενος δὲ ὁ ἰδίᾳ ἢ πατρόθεν ξένος, ὡς Μενελάῳ Τηλέμαχος καὶ ὁ μυθικὸς Μέντης τῷ Τηλεμάχῳ. ἀστόξενος δὲ ὁ ἐκ προγόνωντισὶν ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξὶ καὶ Τεῦκρος Τρωσίν. ἀπὸ γὰρ προγόνων Φρὺξ μὲν ὁ Πελοποννήσιος Ἀτρεύς, Τρωϊκὸς δὲ Τεῦκρος ὁ Σαλαμίνιος. δορύξενος δὲ ὁ πολέμου χάριν ἢ ἐκ πολέμου φιλιωθείς, ὡς Γλαῦκος καὶ ∆ιομήδης.(ῃ. 380) Τὸ δὲ ἐπῄνεον ἀντὶ τοῦ συνῄνουν, συγκατετίθεντο. πολλαχοῦ δὲ παρά τεἄλλοις καὶ παρὰ τῷ ποιητῇ ἐπὶ τοιούτου σημαινομένου τίθεται τὸ ἐπαινεῖν, [ὡςδηλοῖ καὶ τὸ «ἐπὶ δ' αἰνεῖτον βασιλῆες» ἐν Ὀδυσσείᾳ. ∆ῆλον δέ, ὡς ὁ μὴ οὕτωςἐπαινῶν ἀπηνὴς ἂν εἴη καὶ κρατερὸς κατὰ τὸ «ἀπηνέα τε κρατερόν τε». ἔστι δὲκαὶ ἄλλως ἀπηνὴς κατὰ τὸν Κωμικὸν ὁ ἄπο αἴνου, ὡς ἐν ταῖς Νεφέλαιςφαίνεται. ὁ τοιοῦτος δὲ ἀντικεῖσθαι δοκεῖ τῷ ἐπαινετῷ. ὁ δέ γε προειρημένοςἀπηνὴς λέγοιτο ἂν καὶ ἀπηλεγής, ὃς ἀπηλεγέως ἀποείποι ἂν, ὡς μὴ ἐπαινῶν 1.769 δηλαδή, τουτέστι συγκατατιθέμενος.] Ὅτι Τυδέως Μυκήνας εἰσελθόντος, ὡςἐρρέθη, καὶ λαὸν ἀγείροντος «οἵ ῥα τότ' ἐστρατόωντο ἱερὰ πρὸς τείχεα Θήβης» ἐπικουρίας δεόμενοι, Μυκηναῖοι μὲν ἤθελον δοῦναι καὶ ἐπῄνεον, καθὰκαὶ αὐτὸ εἴρηται, «ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων». (ῃ. 382-400) Εἶτα πλατύνων τὴν ἱστορίαν φησί· «οἳ δ' ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον, λεχεποίην, ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆστεῖλαν Ἀχαιοί», τουτέστιν ἐπὶ ἀγγελίαν ἔπεμψαν τὸν Τυδέα, ὃ καὶ Ἀχαιοὶ ἐνΤροίᾳ ἐποίησαν, ὡς προϊστόρηται, στείλαντες ἐκεῖ Ὀδυσσέα καὶ Μενέλαον. «αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμείωνας δαινυμένους» κατὰ τὸ βασιλικὸνδῶμα. «ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς τάρβει μοῦνος ἐὼν πολέσινμετὰ Καδμείωσιν· ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο» ἐν τῷ τηνικαῦτα παρευρημένῳ γυμνικῷ, φασίν, ἀγῶνι, «πάντα δ' ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦενἈθήνη. οἳ δὲ χολωσάμενοι Καδμεῖοι, κέντορες ἵππων, ἂψ ἀνερχομένῳ»,ἤγουν ἐπανιόντι εἰς τοὺς ἑαυτοῦ, «πυκινὸν λόχον εἷσαν ἄγοντες κούρουςπεντήκοντα, δύο δ' ἡγήτορες ἦσαν, Μαίων Αἱμονίδης» καὶ Λυκοφόντης υἱὸς Αὐτοφόνου. «Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν». ὃ γοργῶς ἑρμηνεύωνφησί· «πάντας ἔπεφνεν, ἕνα δ' οἶον ἵει οἶκόνδε νέεσθαι», ἄγγελον δηλαδὴ τοῦκακοῦ. «Μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας». εἶτα συμπληρῶν ὁβασιλεὺς τὸ διήγημα ἐπὶ θαύματι τοῦ Τυδέως φησί· «τοῖος ἔην Τυδεὺς Αἰτώλιος·ἀλλὰ τὸν υἱὸν γείνατο εἷο», τουτέστιν αὐτοῦ, «χέρῃα μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω».ὃ βαρὺ σκῶμμα ἔδοξεν ἂν τῷ ∆ιομήδει, ὡς μὴ πρέπον ἥρωϊ τοιούτῳ. ἐχρῆν γὰρμᾶλλον ἄλλως ἔχειν κατὰ τὸν εἰπόντα, ὡς ἐν νεότητι «γλῶσσαν μὲν ἀργήν,χεῖρα δ' εἶχον ἐργάτιν». διὸ καὶ αἰδεσθείς, ὡς καὶ προσεσημείωται, ἄρτι μὲνσιγᾷ οὐδὲν ἀμειψάμενος, μὴ καὶ βεβαιώσῃ ἔργοις αὐτοῖς τὸ λάλος εἶναι. ἐντοῖς ἑξῆς δὲ διαδείξας τὴν ἐν αὐτῷ ἀνδρίαν ταμιεύσεται ἀντειπεῖν τῷ βασιλεῖκρατερῶς, ὅτε ἀγεννῶς ἴδῃ ἐκεῖνον διατιθέμενον. φιλομαθὴς δὲ καὶ μνήμων ὁβασιλεύς, ἐν οἷς εἶπε, φαίνεται, οὕτως ἀκριβῶς μεμνημένος παλαιᾶς πράξεως,ὡς καὶ ὀνόματα ἐκτιθέναι