465
πέμψαντος, ὃ καὶ μάλιστα ἠνία, ὅτι, μηδεμίαν πρόφασιν αὐτοῦ πρὸς τὸν πόλεμον παρεσχημένου βασιλεῖ, παρασπονδῶν αὐτὸς κακῶς ποιεῖ τὴν χώραν. πέμψας δὲ ὁ βασιλεὺς πρεσβείαν πρὸς αὐτὸν, πρῶτα μὲν περὶ τῶν βαρβάρων τῆς ἐφόδου ἀπελογεῖτο, μὴ κατὰ γνώμην ἐκείνῳ γεγενῆσθαι, ἀλλ' αὐτοὺς ἀφ' ἑαυτῶν μεγάλα δυναμένους, ἅττα ἂν δοκῇ ποιεῖν. τοῦτο δὲ συμβαίνειν οὐ μᾶλλον διὰ τὴν ἐκείνων δύναμιν, 3.163 ἢ διὰ τὸ μὴ αὐτοὺς ἐθέλειν τῆς πλεονεξίας ἀποστάντας καὶ τῶν ἀλλοτρίων τῆς ἐπιθυμίας, ἀλλήλοις ὅση δύναμις ἐπιμαχεῖν καὶ ἀνείργειν τοὺς βαρβάρους, ῥᾷστα δυναμένους, εἰ συμφωνήσαιεν. εἰ γὰρ ἐβούλετο Κράλης τὰς ἡρπασμένας πόλεις ἀποδιδόναι καὶ τὰ δίκαια ποιεῖν κατὰ τοὺς ὅρκους, οὐκ ἂν αὐτῷ ἐδέησε βαρβάρων πρὸς τὴν συμμαχίαν πάντων μάλιστα ἀπεχθῶς πρὸς αὐτοὺς διακειμένῳ, ἀνάγκῃ δὲ χρωμένῳ, ἵνα τά τε ὄντα διασώζοι καὶ τὰ ἡρπασμένα, εἰ δύναιτο, ἀνακαλοῖτο. πρὸς μὲν οὖν ἐκεῖνον ποιήσειν, ὅ,τι ἂν δοκῇ μάλιστα λυσιτελεῖν, αὐτῷ δὲ συμβουλεύειν, συναίρεσθαι αὐτῷ πρὸς τὸ κωλύειν τοὺς βαρβάρους ἀδεῶς, ὅταν δοκῇ, πρὸς τὴν Θρᾴκην περαιοῦσθαι. τοῦτο δ' ἂν γένοιτο, εἰ χρήματα παρέχοιτο τακτὰ πρὸς τῶν τριηρέων τὴν παρασκευήν. αὐτὸν μὲν γὰρ εὐπορεῖν τῆς ναυτικῆς δυνάμεως, δεῖσθαι δὲ χρημάτων, ἐξ ὧν ἂν τραφείη· ὧν εἰ καὶ αὐτὸς παράσχοιτο ὅσα δυνατὰ, τριήρεις ἐπιστήσει κατὰ τὸν Ἑλλήσποντον, αἳ παραπλέουσαι οὐκ ἐάσουσι τοὺς βαρβάρους περαιουμένους βλάπτειν. καὶ τοῦτον τὸν τρόπον τῆς ἐκείνων ἀπηλλάχθαι περιέσται βλάβης. ἂν δὲ μὴ Κράλης ἐθέλῃ ποιεῖν τὰ δίκαια πρὸς ἀμφοτέρους, εἰδέναι γὰρ καὶ αὐτὸν ὑπ' ἐκείνου ἀδικούμενον οὐ μικρά τινα, εἰ μὴ ἡ παροῦσα δύναμις ἐξαρκεῖ ἐκεῖνον καταναγκάζειν τὰ δέοντα ποιεῖν, τότε χρήσεσθαι καὶ τοῖς βαρβάροις τοσούτους ὑπ' αὐτῶν περαιουμένους, ὅσους 3.164 ἄγεσθαι οἷ ἂν ἐθέλωσι, καὶ μὴ πολλοὺς ὄντας, ἀφοβίᾳ τρέπεσθαι ἐπὶ σφᾶς καὶ διαφθείρειν. τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τὸν Ἀλέξανδρον ἐπρεσβεύετο. καὶ ἐδόκει κἀκείνῳ ἡ βασιλέως παραίνεσις λυσιτελεῖν, καὶ συνετίθετο πρὸς τὴν πρᾶξιν· συμβὰν δέ τι καὶ τοιοῦτον ἐπέῤῥωσε μᾶλλον πρὸς τὸ ἔργον. ἑορτῆς γάρ τινος δημοσίας ἀγομένης ἐν Τρινόβῳ τοῖς αὐτοῦ βασιλείοις, καὶ ὄχλου πλείστου συνεῤῥυηκότος, ἐπεὶ παρῄει δι' ἐκείνων, καὶ τῶν βασιλέως ἑπομένων πρέσβεων, τῇ σφετέρᾳ διαλέκτῳ πάντες ἐπεβόων, ὡς δεῖ Καντακουζηνῷ τῷ βασιλεῖ πάντα ποιεῖν τὰ κατὰ γνώμην καὶ τὴν εἰρήνην ἐκ παντὸς τρόπου τὴν πρὸς αὐτὸν αἱρεῖσθαι, ἵνα μὴ ἐκπολεμωθέντος, ἀπόλωνται αὐτοὶ διαφθαρέντες ὑπὸ τῶν βαρβάρων, καὶ ἐδέοντο πείθεσθαι αὐτοῖς. Ἀλεξάνδρου δὲ τῶν πρέσβεων πυνθανομένου, εἰ τῶν εἰρημένων ἐπαΐουσιν, ἐπεὶ ἀγνοεῖν ἐκεῖνοι ἔφασαν, ἡρμήνευεν αὐτὸς ἑλληνιστὶ, καὶ τεκμήριον ἐποιεῖτο μέγιστον τοῦ ὄχλου τὴν ἀξίωσιν τοῦ σφίσι μάλιστα λυσιτελεῖν τὴν πρᾶξιν, ὅτι καὶ μηδ' ὑφ' ἑνὸς ἐρωτώμενοι, τὰ σφίσι συμβουλεύουσι συνοίσοντα. αὐτίκα τε ἐπιψηφισάμενος, καὶ αὐτὸς ἐξέπεμπε τοὺς πρέσβεις. βασιλεὺς δὲ πυθόμενος, ὡς προθύμως δέξαιτο Ἀλέξανδρος τὴν παραίνεσιν καὶ βούλοιτο παρέχεσθαι χρήματα πρὸς τὴν παρασκευὴν, ὑπερήσθη τε, δυνήσεσθαι νομίσας ἀπείργειν τοὺς βαρβάρους τοῦ μὴ Ῥωμαίους καὶ Μυσοὺς ἐπιόντας διαφθείρειν, καὶ ὥρμητο παρασκευάζεσθαι ἤδη πρὸς τὸ ναυτικὸν συ 3.165 στήσασθαι ἐπὶ κωλύσει τῶν βαρβάρων. τό,τε νεώριον τὸ πρὸς τῷ Ἑπτασκάλῳ ἐν ἐκείνῳ τῷ ἔτει ἐξεκάθηρεν, ὑπὸ πολλῶν ἐτῶν ἰλύος ἐπιγενομένης προσχωσθὲν καὶ μὴ δυνάμενον εὐπετῶς εἰσδέχεσθαι ὁλκάδα φόρτον ἄγουσαν, μέγα ἔργον καὶ πλεῖστα λυσιτελοῦν τῇ πόλει, καὶ πολλῷ πόνῳ καὶ ἀναλώμασι κατορθῶσαι δυνηθείς. ἔληγον δὲ εἰς οὐδὲν αἱ τοῦ Μυσοῦ ἐπαγγελίαι. ὕστερον γὰρ ὀλίγῳ πρὸς βασιλέα πρεσβείαν πέμψας, ἀπηγόρευε τὴν εἰσφοράν. Κράλην γὰρ ἔφασκε πυθόμενον, οὐ μετρίως αὐτοῦ κατηγορεῖν, ὅτι φόρους Ῥωμαίοις παρέχειν ὑποσταίη ἑκοντὶ, καὶ ἃ μὴ τοῖς ὅπλοις δύναιτο βιάζεσθαι βασιλεὺς ὁ Καντακουζηνὸς, ταῦτα πείσειε παραγαγών. δι' ἃ μηδ' αὐτὸν τὰ ὑπεσχημένα δύνασθαι ποιεῖν, τοσαύτην αἰσχύνην προστριβόμενα αὐτῷ καὶ γένει. ἐφ' οἷς οὐ