Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ομολογοῦσι δὲ, ὅτι Ἐλαλήσαμεν ἄδικα, καὶ ἠπει- θήσαμεν, ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους. Ἄδικα γὰρ λελαλήκασι κατὰ Χριστοῦ· ποτὲ μὲν γὰρ διασύροντες αὐτοῦ τὴν δό- ξαν, καὶ διαβάλλοντες τὰς θεοσημίας, ἔφασκον, ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, ποτὲ δὲ καὶ τίκτοντες ἀπὸ τῆς ἑαυτῶν καρδίας λόγους ἀδίκους· κατηγόρευσαν γὰρ αὐτοῦ, Σαμαρείτην καὶ δαιμονῶντα, φάγον τε καὶ οἰνοπότην ὀνομάσαι τολμήσαντες, σεσυκοφαντήκασι δὲ καὶ ἐπὶ Πιλάτου λέγοντες, ὅτι "6Ἀνασείει τοὺς ὄχλους, καὶ κωλύει φόρους διδόναι Καίσαρι."6 ∆ιὰ τοῦτό φασιν, ὅτι "6Ἀπέστημεν ἀπὸ ὅπισθεν τοῦ Θεοῦ ἡμῶν, ἐλα- λήσαμεν ἄδικα, καὶ ἠπειθήσαμεν· ἐκύομεν, καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδικίας, καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιο- σύνη μακρὰν ἀφέστηκε,"6 τουτέστιν, ἐῤῥίψαμεν κατ- όπιν τὴν δικαιοσύνην, καὶ οἷον νῶτα δεδώκαμεν ἀποστραφέντες αὐτήν. ∆ιὰ τοῦτο μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν. Αὗται δὴ οὖν μετανοούντων φωναὶ, καὶ ζητούντων ἐλεεῖσθαι παρὰ Χριστοῦ. Χρῆμα γὰρ σωτήριον τὸ μετανοεῖν, καὶ τὰς τῶν πλημμελημάτων ὁμολογίας ποιεῖσθαι σαφῶς. Γέγραπται γὰρ, "6Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς."6 Ἔφη δὲ καὶ ὁ θεσπέσιος Μελῳδός· "6Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου."6 9Ὅτι κατηναλώθη ἐν τοῖς ὁδοῖς αὐτῶν ἡ ἀλή- θεια, καὶ δι' εὐθείας οὐκ ἠδύναντο ἐλθεῖν. Καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν, τοῦ συνειδέναι, καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐ- τῷ, ὅτι οὐκ ἦν κρίσις. Καὶ εἶδε καὶ οὐκ ἦν ἀνὴρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος. Καὶ 70.1317 ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ, καὶ τῇ ἐλεη- μοσύνῃ, ᾗ ἐστηρίσατο, καὶ ἐνεδύσατο δικαιο- σύνην, ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς. Καὶ περιεβάλετο ἱμά- τιον ἐκδικήσεως, καὶ περιβόλαιον, ὡς ἀνταποδώ- σων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ Κυρίου, ἥξει μετὰ θυμοῦ.9 ∆ιαμνημονεύσας ὁ προφήτης, ὧν ἐροῦσιν ἐν καιρῷ κλήσεως αὐτῶν οἱ ἐξ Ἰσραὴλ, αἰτοῦντες παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς διὰ Χριστοῦ σωτηρίας τὴν χάριν, μεθίστησι πάλιν τοὺς λόγους εἰς τὸ ἑαυτοῦ πρόσωπον, καὶ καταγορεύει τῶν ἐξ Ἰσραὴλ, μᾶλλον δὲ συναινεῖ, ὅτι γεγόνασι πονηροὶ, καὶ ἀποστάται, καὶ τῆς ἀληθείας ἐχθροί· διϊσχυρίζεται δὲ λέγων, ὅτι Κατηναλώθη ἡ ἀλήθεια ἐν ταῖς ὁδοῖς αὐτῶν, τουτέστι, μονονουχὶ δεδαπάνηται, καὶ εἰσάπαν ᾤχετο. Οὐ γὰρ ἦν ὅλως ἐν τοῖς ἔργοις αὐτῶν ἀλή- θεια, τουτέστι, τῆς ἀληθείας ὁ νόμος. ∆ιὰ τοῦτο δι' εὐθείας οὐκ ἠδύναντο διελθεῖν οἱ γὰρ ὅλως διολισθή- σαντες τοῦ εἰδέναι τὸ πολιτεύσασθαι συννόμως, καὶ κατά γε τὸ τῇ ἀληθείᾳ δοκοῦν, ἀλήθεια δὲ ὁ νόμος τοῦ Θεοῦ ὠνόμασται πανταχοῦ, πῶς ἂν ἦλθον εὐθὺ τοῦ πρέποντος; ἢ πῶς οὐ καμπύλας καὶ διεστραμ- μένας ἐσχήκασι τὰς ὁδούς; Προστιθεὶς δὲ καὶ λέ- γων, ὅτι Ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διά- νοιαν τοῦ συνιέναι, διαδείκνυσιν ὅτι παντελῶς ἀπεφοίτηκεν αὐτῶν ἡ ἀλήθεια, καὶ μετέστησαν ὁλο- τρόπως τοῦ δύνασθαί τε συνιέναι τῶν τελούντων εἰς σωτηρίαν. Ταῦτα, φησὶν, εἶδε Κύριος, καὶ οὐκ ἤρε- σεν αὐτῷ. Οὐ γὰρ ἦν παρ' αὐτοῖς κρίσις, τουτέστι, δικαιοκρισία, καὶ νόμος. Εἶτα· Τεθέαται, φησὶ, καὶ οὐκ ἦν ἀνὴρ, κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, Ἐπειδὴ γάρ ἐστι φιλοικτίρμων, ὡς Θεὸς ἀνίησιν, ἔσθ' ὅτε, καὶ ὁλοκλήρῳ πόλει ἐγκλήματα, δι' ἕνα, καὶ μόνον εὑρεθέντα δίκαιον ἐν αὐτῇ· καὶ γοῦν ἔφη διὰ φωνῆς Ἱερεμίου· "6Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε ἂν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν πίστιν, καὶ ἀγαπῶν ἔλεος, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος."6 Ὑπέσχετο δὲ καὶ Σοδόμοις τὴν διὰ πυρὸς ἀνήσειν κόλασιν, εἰ πέντε δικαίους ἔσχον παρ' ἑαυτοῖς, τουτ- έστι, ἐν ἑκάστῃ πόλει δίκαιον ἕνα. Κατενόησε τοί- νυν, φησὶ, καὶ οὐκ ἧν ἀνὴρ, οὐκ ἦν ὁ ἀντιληψόμε- νος. Ὁ γὰρ