466
μετρίως ἀγανακτῶν ὁ βασιλεὺς, ἐπεχείρει πείθειν, ὡς μᾶλλον αὐτῷ λυσιτελοίη ἡ αὐτοῦ παραίνεσις, ἢ Κράλη. φθονοῦντα γὰρ ἐκεῖνον καὶ ἐπιβουλεύοντα ἀεὶ ταῦτα πειρᾶσθαι διαλύειν, ἃ πολλὴν αὐτῷ καὶ τοῖς ὑπηκόοις οἴσει τὴν ὠφέλειαν. οὐ γὰρ παρέχειν φόρους, ὥσπερ ἐκεῖνος ἀπατᾷ, ἀλλ' ἀναλίσκειν εἰς δέον ὑπὲρ τῆς ἀρχῆς, πλὴν εἰ μὴ καὶ τὰ τοῖς σφετέροις στρατιώταις παρεχόμενα φόρους ὀνομάσει. ἀλλ' ἦν οὐδὲν ἀξιόχρεων τῶν λεγομένων εἰς πειθώ. βασιλεὺς δὲ τὴν ἐσομένην αὐτῷ φθορὰν ὑπὸ τῶν βαρβάρων προειπὼν καὶ διαμαρτυράμενος, ὡς τότε τῆς νυνὶ μεταμελήσει ἀβουλίας, ὅτε μηδὲν ἀπόνασθαι ἐξέσται τῆς 3.166 μεταμελείας, ἐπέπαυτο πρὸς τὴν ἐπιχείρησιν καὶ αὐτός. ἃ εἰς ὕστερον ἅπαντα ἐξέβαινε. κγʹ. Μετὰ τοῦτο δὲ ὁ βασιλεὺς σύγχυσιν δεινὴν καὶ ἀταξίαν ὁρῶν ἐν τῇ ἐκκλησίᾳ γινομένην, καὶ τῆς κοινωνίας τῶν λοιπῶν ἀφισταμένους τοὺς τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου ᾑρημένους, πολλούς τε τούτοις συναπαγομένους, διαστροφήν τε τῶν ὀρθῶν δογμάτων ἐγκαλοῦντας τῇ ἐκκλησίᾳ καὶ τὴν δίκην ἐπιβοωμένους καὶ παρενοχλοῦντας ὁσημέραι καὶ δεομένους ἀντικαθίστασθαι πρὸς τὴν ἐξέτασιν, Καλλίστου τε ὁμοίως τοῦ πατριάρχου καὶ τῶν ἄλλων ἀρχιερέων καὶ τῶν λογάδων τῶν μοναχῶν, ὅσοι τοῖς ἀποσχισταῖς ἐναντία ἐφρόνουν ἐν τοῖς δόγμασι, δεομένων καὶ αὐτῶν ὁμοίως σύνοδον συγκροτεῖν καὶ τῶν δογμάτων τὴν ἐξέτασιν ποιεῖσθαι, δίκαιον εἶναι οἰηθεὶς μὴ τοιαῦτα γινόμενα περιορᾷν, ἀλλὰ τῆς κατὰ τὴν ἐκκλησίαν εἰρήνης προνοεῖσθαι ὅση δύναμις, ἐπέτρεπε τὴν σύνοδον γενέσθαι. καὶ τούς τε ἄλλους μετεπέμπετο ἀρχιερέας γράμμασι καὶ τὸν Θεσσαλονίκης Γρηγόριον τὸν Παλαμᾶν, καίτοι βασιλεὺς εὐθὺς ἐξαρχῆς μετὰ τὸ πεπαῦσθαι τὸν συγγενικὸν πόλεμον καὶ πᾶσαν ὑπ' αὐτῷ τὴν Ῥωμαίων ἡγεμονίαν γεγενῆσθαι, ἀναγκαῖον οἰηθεὶς ὥσπερ τὰς κοσμικὰς διαφορὰς, οὕτω δὴ καὶ τὰς τῆς ἐκκλησίας παύεσθαι, τὸν Ἀκίνδυνον Γρηγόριον ἔτι περιόντα, ὅστις τῆς τοιαύτης διαφορᾶς μετὰ Βαρλαὰμ μάλιστα προέστη, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις μετεπέμψατο, καὶ ἐκέλευε τῶν ἀντικαθι 3.167 σταμένων ἀναφανδὸν κατηγορεῖν, εἴ τι ἔχοι. μάλιστα γὰρ αὐτὸν, εἰς λόγους ἀλλήλοις ἐλθόντων τῶν μερῶν, βούλεσθαι εἰδέναι τἀληθὲς, ἐκ τῶν πρὸς ἀλλήλους ἀντιλογιῶν γινομένου ἐναργοῦς. Ἀκίνδυνος γὰρ αὐτὸς μὲν παῤῥησιάζεσθαι οὐκ ἐθάῤῥει, ἑτέρους δέ τινας προσπέμπων τοὺς αὐτῷ φρονοῦντας ἴσα, βασιλεῖ δι' ὄχλου γίνεσθαι παρέπειθε, καὶ τὴν δίκην ἐξαιτεῖσθαι, ὡς ἀδικουμένους καὶ διαστροφὴν ἐγκαλουμένους τῶν ὀρθῶν δογμάτων, τῶν περὶ Παλαμᾶν μᾶλλον τοιούτων ὄντων καὶ δικαίων ἐξωθεῖσθαι. δι' ἃ ὁ βασιλεὺς Ἀκινδύνῳ μᾶλλον παῤῥησίας μετεδίδου, καὶ ἐκέλευε μὴ αὐτὸν κρυπτόμενον δι' ἑτέρων τὴν διαφορὰν ἀνακινεῖν, ἀλλ' αὐτὸν ἐν φανερῷ τοῖς ἐναντίοις ἀντικαταστάντα, ἢ νικᾷν, ἂν φαίνηται μᾶλλον αὐτὸς εὐσεβέστερα πρεσβεύων, ἢ ἡττώμενος διορθοῦσθαι, καὶ μὴ ἀναισχυντεῖν, ἐφ' οἷς αὐτὸς ἀδικεῖ μᾶλλον ἑτέροις τὴν παρατροπὴν τῆς ἀληθείας ἐγκαλῶν. Ἀκίνδυνος δὲ, ἀπηγγελμένων αὐτῷ τῶν βασιλέως λόγων, μάλιστα μὲν ἔφασκε βούλεσθαι ἀντικαθίστασθαι τοῖς ἀντιλέγουσι, δεδοικέναι δὲ, μὴ φανερὸς γενόμενος δίκας ἀπαιτῆται, ὧν καὶ αὐτὸς παρὰ τὸν τοῦ πολέμου χρόνον τῷ πατριάρχῃ Ἰωάννῃ συναιρόμενος προσέκρουσε πρὸς βασιλέα. καὶ ὁ βασιλεὺς αὐτίκα θέσπισμα ἐξετίθει, ὥστε μηδεμίαν Ἀκίνδυνον βλάβην ὑφορᾶσθαι, ἀλλὰ παῤῥησίᾳ περὶ τῶν δογμάτων λέγειν ὅσα οἴεται εἶναι ἀληθῆ. ὁ δὲ καὶ μετὰ τὴν τοσαύτην 3.168 ἄδειαν μᾶλλον ἀφανὴς ἦν καὶ τὸν ζόφον ᾑρημένος ἄχρι τελευτῆς. καὶ μετὰ τὴν ἐκείνου τελευτὴν οἵ τε πρότερον τὰ ἴσα ᾑρημένοι, διαδεξάμενοι τὴν διαφορὰν, ἔτι τε ὁ τῆς Ἐφεσίων πρόεδρος καὶ ἄλλοι, ὅσοι αἱρεθήσεσθαι ἐλπίζοντες ἐπὶ τῶν πατριαρχικῶν θρόνων ἠγανάκτουν διὰ τὴν ἀποτυχίαν, προσθέμενοι ἐκείνοις, καίτοι Βαρλαάμ τε καταψηφισάμενοι τὴν ἀρχὴν καὶ ὕστερον κατὰ Ἰωάννου τοῦ πατριάρχου καὶ Ἀκινδύνου πνεύσαντες σφοδρὸν, καὶ ψήφοις ἁπάσαις ἐκεῖνον καθελόντες τῆς ἀρχῆς δι' οὐδὲν ἕτερον, ἢ τὸ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου πεπρεσβευκέναι, ἐθορύβουν τε ὕστερον καὶ τῆς ἐκκλησίας