467
κατηγόρουν, ὡς παρὰ τῶν θεολόγων τὴν παράδοσιν περὶ τῶν τῆς πίστεως δογμάτων καὶ πρεσβευούσης καὶ τοὺς ἄλλους διδασκούσης. δι' ἃ ὁ βασιλεὺς ᾠήθη δεῖν σύνοδον ἀθροίσας, ἐξέτασιν ποιεῖσθαι περὶ τῶν δογμάτων. ἐπεὶ δὲ συνῆλθον οἱ ἑκασταχόθεν προστάται τῶν ἐκκλησιῶν, ἀμφοτέρων τῶν μερῶν γενομένων ἐν βασιλείοις τοῖς τῶν Βλαχερνῶν λεγομένοις, καὶ βασιλέως τοῦ Καντακουζηνοῦ παρόντος καὶ τῶν ἐν τέλει Ῥωμαίων τῶν μάλιστα ἐπιφανῶν, ἐπὶ τέσσαρσιν ἡμέραις τῶν ἀμφισβητουμένων τὴν ἐξέτασιν ἐποιήσαντο. ὅσα μὲν οὖν ἀλλήλοις ἀντεῖπον Παλαμᾶς τε ὁ Θεσσαλονίκης πρὸς ἐκεῖνον γὰρ μάλιστα ὁ λόγος ἦν, καὶ οἱ τὰ Ἀκινδύνου ᾑρημένοι, ὧν ἦν κεφάλαιον ὅ,τε Ἐφέσου καὶ ὁ Γάννου μητροπολῖται, καὶ Γρηγορᾶς καὶ ∆εξιὸς, οὐκ ἀναγκαῖον διηγεῖσθαι. εἰ γάρ τῳ τὰ τοιαῦτα 3.169 προὔργου μαθεῖν, τῷ περὶ τούτων γεγραμμένῳ τόμῳ κατὰ μέρος ἅπαντα διηγουμένῳ ἐντυχόντι, πάντα ἀκριβῶς εἰδέναι περιέσται. ἐκεῖνο δὲ μόνον ἀναγκαῖον εἶναι ἡγησάμεθα προσκεῖσθαι τῇ ἱστορίᾳ, ὡς ἑάλωσαν ἐπ' αὐτοφώρῳ οἱ τὰ Ἀκινδύνου ᾑρημένοι τὰς ἴσας δόξας Βαρλαὰμ περὶ τῶν δογμάτων ἔχοντες τῆς ἐκκλησίας. διὸ τῶν μὲν ἀρχιερέων ἡ σύνοδος Ἐφέσου καὶ Γάννου καθαίρεσιν κατέγνω, Βαρλαάμ τε καὶ Ἀκινδύνου διαῤῥήδην χωρισμὸν ἀπὸ τοῦ λοιποῦ τῆς ἐκκλησίας σώματος, ὡς μέλη νενοσηκότα ἀνιάτως καὶ μηδεμίαν μετὰ τελευτὴν διόρθωσιν ἐπιδεχόμενα, τῶν δ' ἄλλων εἰ μέν τις ἐπιστρέψας σύνθηται τοῖς ὑγιαίνουσι τῆς ἐκκλησίας δόγμασιν, ἐκείνων πολλὴν ἀσέβειαν καταγνοὺς, δέχεσθαι τὴν ἐκκλησίαν καὶ ὡς οἰκείου μέλους προνοεῖν, μηδὲν μήτε ἐγκαλοῦσαν τῶν προτέρων, μήτε ὀνειδίζουσαν· εἰ δέ τις μένοι διὰ τέλους ἀδιόρθωτος, τοῖς αὐτοῖς ἐπιτιμίοις ὑποκεῖσθαι Βαρλαὰμ καὶ Ἀκινδύνῳ. καὶ ἐπὶ τούτοις ἐγένετο τόμος τρίτος ἐπὶ δυσὶ τοῖς πρότερον γεγενημένοις. ὅ,τε γὰρ ἐπὶ καθαιρέσει πατριάρχου τοῦ Ἰωάννου γεγενημένος, ὃν καὶ ὁ τῶν Ἱεροσολύμων πατριάρχης ὑπογέγραφε, πολλὴν ἀσέβειαν Βαρλαὰμ καὶ Ἀκινδύνου κατηγορεῖ καὶ τῶν ὀρθῶν δογμάτων διαστροφὴν, δι' ἃ καὶ πατριάρχης ὁ Ἰωάννης καθῃρέθη, ὡς ταὐτὰ φρονήσας Βαρλαὰμ, καὶ ὁ πρώτως ἐπὶ τῇ διαγνώσει βασιλέως Ἀνδρονίκου τοῦ νέου γεγενημένος, ἡνίκα καὶ ὁ πατριάρχης Ἰωάννης τῆς συνόδου προστάτης ἦν, ὃν καὶ αὐτὸς ὑπεσημήνατο χερσὶν οἰκείαις, οὐ μόνον Βαρλαὰμ καὶ 3.170 Ἀκινδύνου καταψηφίζεται, ὡς ἀδίκως κατηγορηκότων τῶν μοναχῶν, ἀλλὰ καὶ εἴ τις, φησὶν, ἕτερός τι τῶν ὑπὸ τοῦ Βαρλαὰμ βλασφήμως καὶ κακοδόξως κατὰ τῶν μοναχῶν, μᾶλλον δὲ κατὰ τῆς ἐκκλησίας αὐτῆς λαληθέντων ἢ συγγραφέντων φανείη πάλιν τῶν μοναχῶν κατηγορῶν, ἢ ὅλως ἐν τοῖς τοιούτοις καθαπτόμενος, τῇ αὐτῇ καταδίκῃ παρὰ τῆς ἡμῶν μετριότητος καθυποβάλλεται, καὶ ἀποκήρυκτος ἔσται καὶ αὐτὸς καὶ ἀποτετμημένος καὶ τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τοῦ ὀρθοδόξου τῶν Χριστιανῶν συστήματος. οὕτω μὲν καὶ ὁ τρίτος τόμος ἀκόλουθος τοῖς δυσὶ προτέροις ἐγεγόνει, καὶ τὰ αὐτὰ κατεψηφίσατο τῶν τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου ᾑρημένων. ὃν πατριάρχης τε ὁ Κάλλιστος μετὰ τῶν ἀρχιερέων ὑπογέγραφε καὶ βασιλεὺς πρὸ αὐτῶν ὁ Καντακουζηνός· ὕστερον δὲ καὶ ὁ Παλαιολόγος Ἰωάννης βασιλεὺς ὁ νέος σύμψηφος γενόμενος τῇ ἐκκλησίᾳ, ἐρυθροῖς καὶ αὐτὸς γράμμασιν ὑπεσημήνατο. ἐπεὶ δὲ πάντα εἶχε τέλος τὰ περὶ τὴν ἐξέτασιν τῶν δογμάτων, καὶ ὁ τόμος οὐδενὸς ἐδεῖτο ἔτι, Καλλίστου τοῦ πατριάρχου ἐν τῷ νεῷ τῆς τοῦ θεοῦ σοφίας τὴν θείαν ἐπιτελοῦντος μυσταγωγίαν μετὰ τῶν λοιπῶν ἀρχιερέων, καὶ βασιλεὺς ὁ Καντακουζηνὸς πᾶσαν σκευὴν βασιλικὴν ἐνδὺς καὶ τῶν ἀδύτων ἐντὸς γενόμενος, πατριάρχῃ καὶ τῇ λοιπῇ τῶν ἀρχιερέων ἐκ 3.171 κλησίᾳ τὸν τόμον ἐπιδέδωκεν. μετὰ τοῦτο δὲ οἱ τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου ᾑρημένοι ὑπὸ βασιλέως καὶ πατριάρχου τοῦ Καλλίστου ἐκελεύσθησαν μηδὲν περὶ δογμάτων μήτε λέγειν, μήτε γράφειν, ἵνα μὴ διαφθείροιεν τοὺς ἀκεραιοτέρους ἐξαπατῶντες. οἱ μὲν οὖν αὐτῶν ἐπείθοντο καὶ ἦγον ἡσυχίαν, τοῖς δὲ οὐκ ἤρκει σιωπᾷν, ἀλλὰ καὶ