468
διαλεγόμενοι πολλοὺς προσδιέφθειρον καὶ γράφοντες. διὸ καὶ δεσμωτήριον ὑπὸ βασιλέως κατεκρίθησαν καὶ ᾤκησαν ἐπὶ χρόνον· ὅσοι δὲ αὐτῶν ἦσαν ἐπιφανέστεροι, ἐν ταῖς ἰδίαις οἰκίαις εἴργοντο μηδέσιν ἔρχεσθαι εἰς λόγους. καὶ οὕτω δείσαντες ἐπαύοντο τοῦ κακουργεῖν· εἰ δέ τινες αὐτῶν καὶ μετὰ τὸ περιῃρῆσθαι τὴν τοῦ πᾶσιν ἐντυγχάνειν ἄδειαν ἔγραφόν τισιν, ἢ διελέγοντο περὶ τῶν δογμάτων, ἀλλὰ κρύφα καὶ πολλὴν τοῦ λανθάνειν πρόνοιαν ποιούμενοι. κδʹ. Γρηγορᾶς δὲ ὁ Νικηφόρος οὔτε πρότερον, οὔθ' ὕστερον ἐπέπαυτο, ἀλλὰ πρῶτα μὲν Τραπεζουντίοις ἔγραφε τοῖς ἐπιτηδείοις καὶ τῆς Βυζαντίων ἐκκλησίας παρατροπὴν τῶν ὀρθῶν δογμάτων κατηγόρει, ἐδίδασκέ τε ἀδεῶς, ὡς χρὴ ταύτης ἀποτέμνεσθαι νενοσηκυίας· ἔπειτα δὲ καὶ τοῖς ἐν Κύπρῳ φίλοις, τῶν ἄλλων δὲ μάλιστα Λαπίθῃ Γεωργίῳ τινὶ, πρὸς ὃν οὐ κοινῇ τῆς ἐκκλησίας μόνον κατηγόρει, ἀλλὰ καὶ ἰδίᾳ τῶν προεστηκότων. ἔγραφε δέ ποτε πρὸς οὐδένα ὑγιὲς οὐδὲν, ἀλλ' ἐξεπίτηδες ψεύδη πλάττων καὶ συκοφαντίας, τὰ μήτε ὄντα, μήτε λαληθέντα περὶ τῶν δογμάτων κατηγόρει. ἐπεὶ 3.172 δὲ τὰ τοιαῦτα τολμώμενα λανθάνειν οὐκ ἐνῆν, βασιλεῖ τε ὁμοίως καὶ πατριάρχῃ δεινὸν ἐδόκει τὸ μὴ μόνον αὐτὸν ἑαυτῷ, ἀλλὰ καὶ πολλοῖς ἑτέροις τῆς ἴσης ἀπωλείας αἴτιον εἶναι, τοῖς ἐν τῇ μονῇ τῆς ἀχωρήτου χώρας τοῦ σωτῆρος Χριστοῦ προσαγορευομένης προσέταττον μοναχοῖς, ἐπεὶ καὶ Γρηγορᾶς αὐτοῖς χρόνον συχνὸν συνῆν, μηδένα πρὸς αὐτὸν φοιτᾷν ἐᾷν, κωλύειν τε ὁπόση δύναμις, μὴ τοῖς ἔξω γράμματα πέμπειν καὶ διαφθείρειν τοὺς πολλοὺς ἐξαπατῶντα. ἐπεὶ δὲ ἐκωλύετο τὰ κατὰ γνώμην πράττειν, οὐχ ἧττον κατὰ βασιλέως, ἢ τῆς ἐκκλησίας ἐκμανεὶς, ἔγραφε κατ' ἀμφοτέρων. καὶ τῆς μὲν κατὰ τῆς ἐκκλησίας ὕβρεως τὴν τοῦ γενομένου κατὰ τὴν τρίτην σύνοδον τόμου περὶ τῆς Ἀκινδύνου καὶ Παλαμᾶ διαφορᾶς προεστήσατο κατηγορίαν, μεγάλα μὲν ἀεὶ ἐπαγγελλόμενος καὶ δεινὰ ἀπελέγξειν καταψευδόμενον καὶ τοῖς θεολόγοις ἐναντία περιέχοντα, οὐδέποτε δὲ οὐδὲν τῶν ἐπηγγελμένων ἐκπληρῶσαι δυνηθείς. ὅταν γὰρ ἐπ' αὐτὴν μάλιστα τὴν ἀκμὴν τῶν ἀποδείξεων τοῦ ζητουμένου καταστῇ, ὥσπερ ἐκλαθόμενος τῶν ἐν χερσὶν, ἐφ' ἕτερά τινα μὴ προσήκοντα ἐξάγεται, ἤ τινων ὕβρεις καὶ συκοφαντίας, ταῦτα γὰρ μάλιστα αὐτῷ φίλα κατὰ πᾶσαν συγγραφὴν, ἢ διηγήματά τινα μηδὲν προσήκοντα, καὶ παραπαίει εἰκῇ καὶ μάτην λογομαχῶν καὶ 3.173 μηδὲν καίριον φθεγγόμενος. βασιλέως δὲ ἐπεὶ μὴ αὐτοπροσώπως εἶχε καταφέρεσθαι, τῶν τε Παλαιολόγων βασιλέων πρὸς ἀλλήλους πόλεμον ἐνστησάμενος ὑπόθεσιν τοῦ λόγου, καὶ τὰ μὲν ἀγνοίᾳ τῶν πραγμάτων, τὰ δ' εὐνοίᾳ τὴν ἀλήθειαν παραφθείρας, καὶ κατὰ πᾶσαν ἐξουσίαν ὥσπερ ἐν πλάσματι καταψευσάμενος, ἔπειτα καὶ καθ' εἱρμὸν ἐπὶ τὸν ἐφ' ἡμῶν πρὸς Καντακουζηνὸν τὸν βασιλέα πόλεμον κεκινημένον προϊὼν, πολλὰ μὲν αὐτοῦ καὶ ἄλλα κατηγορεῖ, ἀνδραποδισμοὺς καὶ φόνους καὶ σφαγὰς καὶ λεηλασίας καὶ ὅσα δυσχερῆ ἐν τῷ τοῦ πολέμου χρόνῳ συμπέπτωκε Ῥωμαίοις, αὐτῷ προσάπτων, καὶ διὰ φιλαρχίαν καὶ τιμῆς βασιλικῆς ἐπιθυμίαν τῶν δεινῶν ἐκείνων οὐδένα λέγων πεποιῆσθαι λόγον. ὃ δὲ μάλιστα αὐτοῦ καθάπτεται καὶ ὡς ἐπιπλεῖστον διατρίβει, ἐκεῖνό ἐστιν, ὅτι, περιόντος τε ἔτι βασιλέως Ἀνδρονίκου, τῆς Ῥωμαίων βασιλείας ἐρῶν ὑπερφυῶς καὶ μὴ δυνάμενος τυχεῖν, ἐπὶ τοὺς ἐν Ἄθῳ μοναχοὺς δοκοῦντας ἀρετῆς ἀντιποιεῖσθαι καὶ μυστήρια θεοῦ εἰδέναι ἐφοίτησε, πευσόμενος περὶ τῶν μελλόντων, καὶ εἰ πρὸς αὐτὸν ἡ βασιλεία Ῥωμαίων ἥξει. ἔπειτα ἐπὶ τοὺς μοναχοὺς τραπόμενος, πολλὰ καὶ δεινὰ κατηγορεῖ, οὐ μόνον Μασσαλιανοὺς καὶ περὶ τὰ ὀρθὰ δόγματα διεφθαρμένους λέγων, ἀλλὰ καὶ περὶ πότους καὶ οἰνοφλυγίας ἀκρατεῖς· «ἐσθίουσι γάρ» φησιν «ὑπὲρ χοίρους, καὶ πίνουσιν ὑπὲρ ἐλέφαντας. ἐπειδὰν δὲ ἀνανήψωσι τῆς πολλῆς μέθης, μυ 3.174 στήρια θεοῦ εἰδέναι διατείνονται καὶ περὶ μελλόντων προφητεύουσι.» καὶ ἕτερ' ἄττα κατηγόρηκεν ἐκείνων, ὧν πᾶς τις ἂν ἀπέσχετο πλὴν αὐτοῦ. ἔπειτα διηγησάμενος τὰ κατὰ τὸν πόλεμον μάλιστα φιλοψευδῶς, καὶ γενόμενος ἐν ᾧ τὰ κατὰ τῆς ἐκκλησίας τὴν διαφορὰν διηγεῖσθαι ἔμελλε, κακοδοξίαν βασιλέως