ἐπάγει λόγον, ὃν ἐρεῖ τιςὑπερεξαίρων ἑαυτὸν τῶν προγόνων. (ῃ. 410) Φησὶ γάρ· «τῷ μή μοι πατέραςποθ' ὁμοίῃ ἔνθεο τιμῇ». τοῦτο δὲ δεινῶς εἶπε κωλύων τὴν ἐπ' ἔλαττον σύγκρισιν.ὁ γὰρ ἐξαθερίζων τὸ ὁμοίῃ ἐντεθῆναι τιμῇ, πῶς ἂν καταδέξοιτο τὴν ἐλάττονα,ὁποίαν προσεχῶς ὁ βασιλεὺς ὑπελάλησε κατὰ τοῦ ∆ιομήδους, μὴ οὖσαν μὲνπάντῃ ἀπαρακάλυπτον κατὰ τὸ «ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς»,ἔχουσαν δ' ὅμως καὶ αὐτὴν βαρύνειν τὸν ἥρωα. (ῃ. 407) Ἰστέον δέ, ὅτιπαυρότερον λαὸν λέγει, τουτέστιν ὀλιγώτερον, οὐ μόνον, οὗ εἶχον οἱ πρόγονοι,ἀλλὰ καὶ τοῦ τῶν Θηβαίων πλήθους. ἐννέα δέ φασιν εἶναι τὸν ἀριθμὸν τοὺςἐπιγόνους· ἦσαν γὰρ Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος Πολυνείκους, ∆ιομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέδοντος, Μέλων Ἐτεόκλου. Θηβῶν δὲ ἐβασίλευε τότε ἐν τῷ τῶν ἐπιγόνων πολέμῳ Λαοδάμας ὁ Ἐτεοκλέος, ὃς καὶ ἀνῃρέθη. Σημείωσαι δέ, ὅτι οὐ μόνον ὑπερπαθῶν τοῦ ∆ιομήδους ὁ Σθένελος λέγει, ἃ λέγει, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ λαλῶν. τῷ γὰρ τοῦ ∆ιομήδους 1.776 ψόγῳ συναδοξῶν ἦν καὶ αὐτός, εἴγε καὶ ὁ Καπανεύς, ὁ τοῦ Σθενέλου πατήρ,ὥσπερ καὶ ὁ Τυδεύς, μέγιστα ἐν τῷ Θηβαϊκῷ πολέμῳ ἐδυστύχησεν. εἰ γοῦν ὁ ∆ιομήδης χείρων τοῦ πατρός, ἄρα καὶ ὁ Σθένελος τοῦ οἰκείου ἠλάττωταιπατρός. τάχα δὲ καὶ τὸ «ἡμεῖς πατέρων ἀμείνονες» οὐ τοὺς ὅλους δηλοῖ ἐπιγόνους-τί γὰρ νῦν ἔδει πάντων ὑπερλαλεῖν; -ἀλλὰ μόνους τὸν ∆ιομήδην καὶ τὸν Σθένελον. διὸ καὶ δυϊκῶς λέγει παρακατιών· «παυρότερον λαὸν ἀγαγόντε»,ἡμεῖς οἱ δύο δηλαδή. Ἰστέον δέ, ὅτι ἐκ τῶν ῥηθέντων Θηβαϊκῶν πολέμων παροιμία ἐξέπεσεν ἐπὶ τῶν ἀλυσιτελῶν τὸ Καδμεία νίκη, ἐπειδή, φασί, Θηβαῖοιτὰ πρῶτα νικήσαντες ὕστερον ὑπὸ τῶν ἐπιγόνων ἡττήθησαν. Ἀρριανὸςμέντοι ἐν τοῖς Βιθυνιακοῖς, ὡς καὶ προεδηλώθη, ἐπὶ μεγίστης νίκης τὴνπαροιμίαν ἐδέξατο. τινὲς δὲ αὐτὴν ἄλλως εἰλῆφθαί φασιν, ἢ ἀπὸ Οἰδίποδος, ὃς Θήβῃσι τὸ τῆς Σφιγγὸς αἴνιγμα λύσας, εἶτα ἔπαθλον τὴν μητέρα ἔγημεν, ἢἀπὸ Κάδμου, ὃς ἀνελών, φασί, τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκονταἐθήτευσεν Ἄρει ὀκτὼ ἔτη. (ῃ. 406) Ἑπτάπυλον δὲ Θήβην ἑνικῶς λέγει τὰςΒοιωτίας Θήβας πρὸς διαστολὴν τῶν ἑκατομπύλων Αἰγυπτίων, ἃς ἀλλαχοῦἱστορήσει ὁ ποιητής. Ἰστέον δὲ καί, ὅτι, ὡς καὶ ἀλλαχοῦ ἐπεσημάνθη, πολλὰεὕρηνται ὀνόματα καὶ ἑνικῶς λεγόμενα καὶ πληθυνόμενα. ὡς καὶ ὅτε Κρήτηνκαὶ Κρήτας τὴν αὐτὴν νῆσον λέγει Ὅμηρος. οὕτως οὖν ἐπαμφοτερίζει καὶ τὸτῆς Θήβης ὄνομα καὶ τὸ τῆς Μυκήνης, ἣν Μυκήνας πρὸ ὀλίγων εἶπεν ὁ ποιητής,ὥς που καὶ τὴν Μάλειαν Μαλείας, «Μαλειάων ὄρος αἰπύ». τοιούτῳ δὲ τρόπῳκαὶ ὄρος τὸν Ἄτλαντα πληθυντικῶς ἔφη τις Ἄτλαντας καὶ τὸν Ἄρειον πάγονἈρείους πάγους. Σημείωσαι δὲ καί, ὡς πολλαί τινες αἰτίαι παρὰ τῷ ποιητῇτοῦ σιγᾶν τὰ πρόσωπα. οὐ μόνον οὖν ἔκπληξις αἰτία σιγῆς, ἀλλὰ καὶ αἰδώς. ∆ιομήδης οὖν ἐνταῦθα σιγᾷ, αἰδεσθεὶς βασιλέως ἐνιπὴν αἰδοίοιο. μετ' ὀλίγα δὲ ὁλαὸς ἕπεται «σιγῇ δεδιότες σημάντορας», ἤγουν εὐλαβούμενοι τοὺς ἄρχοντας.ἐνθυμητέον δὲ καὶ τοὺς κήρυκας, οἳ σιωπῶσι ταρβήσαντες καὶ αἰδόμενοι τὸνἈχιλλέα. καὶ σπουδὴ δέ ποτε γίνεται σιγῆς αἰτία, καὶ ἡ τῶν ἀναντιρρήτων δὲἀπολογιῶν ἀκρόασις. (ῃ. 412) Ὅτι ἐν τῷ «τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεομύθῳ», ὃ λέγει ∆ιομήδης πρὸς Σθένελον, κατασιγαστικὸν ὂν στωμυλίας τὸἧσο ἀντὶ τοῦ δίαγε καὶ μένε κεῖται. ἄλλως γὰρ οὐκ ἦν ἐν τοιαύτῃ μάχῃ καθέζεσθαί τινα. σπουδὴν δὲ καὶ ἁπλότητα ἡ λέξις ἐνδείκνυται, ὡς μὴ εὐκαιροῦντοςτοῦ ∆ιομήδους κυριολεκτεῖν. ζήτει δὲ καὶ ἐν τοῖς τοῦ Θερσίτου τὸ «ἧσαιὀνειδίζων» πρὸς ὁμοιότητα τῆς νῦν ῥηθείσης λέξεως τοῦ ἧσο. Τὸ δὲ τέττα, 1.777 περὶ οὗ καὶ ἐν ἄλλοις δηλοῦται, προσφώνησίς ἐστι καὶ νῦν φιλεταιρικὴ νέου πρὸςμείζονα, ἀμετάφραστος κατὰ τοὺς παλαιοὺς καὶ ἀμετάληπτος, ἤγουν μὴἔχουσα εἰς