469
κατηγορεῖ καὶ τῶν πατρίων ἀθέτησιν δογμάτων. δι' ἃ οὐδὲ τὴν δίκην οἴεται δεῖν στέργειν τὴν παρ' ἐκείνου δικασθεῖσαν, ὡς ἐκδεδιῃτημένην διὰ τὸ ἐκεῖνον Παλαμᾷ προσκεῖσθαι καὶ τὴν ἴσην ἐν τοῖς δόγμασι διαστροφὴν ᾑρῆσθαι. ἃ ἐπεὶ ἀνέγνω βασιλεὺς, ἧκε γὰρ αὐτῷ εἰς χεῖρας, περὶ μὲν τοῦ τόμου τῆς κατηγορίας οὐδένα ποιήσεσθαι λόγον εἶπεν, ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι δυναμένου μάλιστα. εἰ γὰρ ἐκείνου τῆς ὀρθότητος καὶ τῆς ἀληθείας σαφὴς ἀπόδειξις τὸ τοῖς ἁγίοις σύμφωνα λέγειν θεολόγοις καὶ τοῖς ὑπὸ τῶν θείων πρότερον συνόδων περὶ τῆς ὀρθῆς πίστεως κεκυρωμένοις, τοῦτο δ' ἐκείνῳ σπουδάζεται διαπαντὸς καὶ πολλὴν τούτου τοῦ μέρους πρόνοιαν ποιεῖται, ἑτέρας ἀποδείξεως οὐκ ἂν δεηθείη περὶ ἑαυτοῦ, τῆς προσούσης ἐξαρκούσης. ἀξιόχρεως δ' ἂν εἴη καὶ ὁ κατηγορῶν αὐτὸς, ἐν ἄλλοις αὐτοῦ συγγράμμασι τὰ Βαρλαὰμ διεφθορότα δόγματα κακίζων καὶ ὅλην γλῶτταν ἐπαφιεὶς, ἡνίκα βασιλέα τὸν νέον Ἀνδρόνικον τετελευτηκότα μονῳδῶν, πρὸς τοῖς ἄλλοις ἐγκωμίοις καὶ τοῦτο τέθεικεν· «οἱ τῆς ἐκκλησίας ἱεροὶ προστάται, ζητήσατε τὸν διάπυρον σπουδαστὴν καὶ συλλήπτορα τῶν δογμάτων, οἱ ἐν 3.175 ὄρεσι καὶ σπηλαίοις, τὸν πρόβολον καὶ προασπιστὴν τῆς ὑμετέρας εὐκλείας καὶ δόξης, οἱ τῶν θείων ἀσκητηρίων ἡγήτορες, τὴν τῆς ὑμετέρας ἰσχύος ἀκρόπολιν. μνήσθητε τοὺς ὑπὲρ ὑμῶν τελευταίους ἀγῶνας αὐτοῦ, πῶς, πεπονηκότος ἤδη καθάπαξ τοῦ σώματος ἔκ τε τῶν πολεμικῶν τραυμάτων, ἔκ τε τῶν ἰατρικῶν καυτήρων, καὶ πρὸς θάνατον ἐντεῦθεν ἐλαυνόμενος, κατεφρόνησέ τε τοῦ σώματος, καὶ τῆς ἑαυτοῦ ζωῆς ἀφειδήσας, προθύμως ἐπὶ τὸ βῆμα καὶ τοὺς ἱεροφάντας ἧκε, καὶ οὐ πρότερον ἐκεῖθεν ἀπήλλαξε, πρὶν τοὺς ὑμῶν ὑβριστὰς καὶ τὰ ἐκείνων διεφθορότα δόγματα καὶ παρέγγραπτα τῆς ἐκκλησίας ναυάγια συντρίψαι τε καὶ ὅλοις δοῦναι φθορᾶς καὶ ἀπωλείας βυθοῖς τε καὶ κύμασι.» τοιαύτας καὶ αὐτὸς πρὶν διαφθαρῆναι τὰς δόξας εἶχε περὶ τῶν δογμάτων. οὐ γὰρ ἔστιν εἰπεῖν, ὡς ἕτερα μὲν ἦσαν, ὧν κατέγνω βασιλεὺς δικάζων καὶ διαφθορὰν κατεψηφίσατο καὶ παρατροπὴν τῆς ἀληθείας, ἕτερα δ' ὁ ἐπ' ἐμοῦ γεγενημένος τόμος ἐξήλασε τῆς ἐκκλησίας, καθ' οὗ τὴν θαυμαστὴν ἐπεδείξατο σπουδὴν, ἀλλὰ ταὐτὰ παντάπασιν. ὡσαύτως δὲ καὶ περὶ τῶν ἐν Ἄθῳ ἁγίων, ὧν μέθας καὶ ἀδδηφαγίας καταψεύδεται, τοῦ βίου λαμπρότερον παντὸς φωτὸς τὴν ἐκείνων ἀρετὴν καὶ οἰκειότητα πρὸς θεὸν ποιοῦντος ἐναργῆ. τοσοῦτον γὰρ ἀπέσχοντο μέθης καὶ κραιπάλης διὰ βίου, ὅσον ἀληθείας ὁ κατηγορῶν. Ἕλληνες μὲν οὖν φασιν ἐν μύθοις, Ἄτλαντά τινα, τῶν μετὰ Κρόνου θεῶν καθῃρημένων, ταύτην ὑπὸ τῶν ἀρξάντων τὴν δίκην κατεψηφίσθαι τοὺς τῆς γῆς ἀνέχειν 3.176 κίονας, ὡς ἂν πιέζοιτο τοσούτῳ βάρει. ἐγὼ δὲ τούτους φαίην ἂν, καὶ τῆς ἀληθείας ἐμοὶ συμμαρτυρούσης, ταύτην τὴν τιμὴν λαχεῖν τοῦ βίου τῆς πολλῆς φιλοσοφίας ἕνεκα παρὰ θεοῦ τὸ τὴν γῆν ἀνέχειν, εὐχαῖς ἱλεουμένους αὐτῇ τὸ θεῖον. ὅτι δ' αὐτὸς ἐν αὐτοῖς γενόμενος, ἔτι βασιλέως περιόντος, περὶ τῆς Ῥωμαίων βασιλείας προφητεύειν ἐδεόμην, εἰ ἥξει πρὸς ἐμὲ, ψεύδεται σαφῶς. καὶ τούτου γε ἀπόδειξις ἐναργεστάτη, οὐχ ἧττον μὲν καὶ τοῦτ' αὐτὸ τὸ ἐκεῖνον τοιαῦτα λέγειν ψευδόμενον, ὡς τὰ πολλὰ καὶ περὶ τἄλλα, ὥσπερ δὴ καὶ περὶ τοῦτο. μάλιστα δὲ καὶ Ἄννα ἡ βασιλὶς τἀληθῆ συμμαρτυρήσειε πάντων μάλιστα ἐμοὶ τὰ τοιαῦτα συνειδυῖα. οὐχ ἧττον γὰρ ἢ βασιλεὺς καὶ αὐτὴ τότε τοῦ τὰ βεβουλευμένα ὑπερθέσθαι μοι ἐγένετο αἰτιωτάτη. οὐ γὰρ ὥσπερ ἐκεῖνος κατεψεύσατο, ἐπὶ προφητείας ἧκον ἐγὼ τότε καὶ μελλόντων ἀποβάσεις ἐπὶ τοὺς ἐν Ἄθῳ μοναχοὺς, ἀλλὰ μάλιστα μὲν δεησόμενος ἐκείνων ὑπὲρ τῆς βασιλέως ὑγιείας, ἧς οὐδὲν ἐμοὶ βέλτιον, οὔτε τιμιώτερον ἐν βίῳ ἦν, ἔπειτα καὶ τὸ θεῖον ἵλεων εὐχαῖς ἐμοὶ ποιεῖν πολλὰ προσκεκρουκότι ἐν τῷ βίῳ καὶ τὴν ἐκεῖσε τῶν ἐνθάδε βεβιωμένων εὐθύνην δεδοικότι. πρὸς τούτοις δὲ ἐπεὶ ἐδόκει καὶ τῶν τοῦ βίου θορύβων ἀναχωρεῖν, εἰς κόρον ἀπολαύσαντι καὶ δόξης ἀνθρωπίνης καὶ εὐημερίας καὶ τρυφῆς, ἐσκεπτόμην, ἐν τίνι τῶν φροντιστηρίων 3.177 βέλτιον οἰκεῖν καὶ τὸν ἐπίλοιπον βίον ἐν ἀταραξίᾳ