470
διανύειν, τῶν τοῦ βίου ματαίων ἀποστάντα θορύβων καὶ ταραχῶν. καὶ ἐδόκει τὸ Βατοπεδίου αἱρετώτερον, αὐτίκα τε τοῖς ἐκεῖσε μοναχοῖς ἐκέλευον, ἀναλώματα παρέχων, οἰκήσεις ἐμοὶ ποιεῖν, αἳ καὶ εἰς δεῦρο διασώζονται ἀπόδειξις ἐναργὴς τῆς παρ' ἐμοὶ πρεσβευομένης ἀληθείας. τοῦ δὲ μὴ τότε αἴτιον ἐκεῖ καταλειφθῆναι καὶ σχῆμα μοναχῶν ἀναλαβεῖν, ἀλλ' αὖθις πρὸς βασιλέα καὶ τὸν θόρυβον τῶν πραγμάτων ἐπανήκειν, οὔθ' ἡ φιλοκοσμία ἦν, οὔθ' ἡ ῥᾳθυμία περὶ τὰ καλὰ, ἀλλὰ βασιλεὺς αὐτὸς ἀτόπως ἐξεχόμενος καὶ οὐδὲ βιωτὸν ἡγούμενος αὐτῷ τὸν βίον ἐμοῦ διεστηκότος. ὡς γὰρ ἐπυνθάνετο τὴν αἰτίαν, ἥ με ἄγει πρὸς τὸν Ἄθω, καὶ τῆς ἐν βίῳ φιλοσοφίας ἤκουεν ἐπιθυμίαν καὶ θορύβων καὶ πραγμάτων ἀπαλλαγῆς, πολλὴν ἀφιλίαν κατηγόρει, ὅτι τὰ δοκοῦντα λυσιτελεῖν ζητῶν ἰδίᾳ, τῶν κοινῶν καταμελῶ, καὶ μόνον καταλείπων ἐπὶ τοσοῦτον πραγμάτων ὄχλον, αὐτὸς βούλομαι ἀναχωρεῖν καὶ ἀπολαύειν τῆς γαλήνης. ἠγανάκτει τε καὶ ἀδικίαν τὸ πρᾶγμα ἀπεκάλει καὶ τῆς πρὸς αὐτὸν ἀθέτησιν φιλίας. ἐμοῦ δὲ τὸ περὶ ψυχῆς τὸν λόγον πεποιῆσθαι ἰσχυριζομένου, καὶ μηδὲν ἀξιοῦντος ἡγεῖσθαι προτιμότερον, καὶ μᾶλλον ἐκεῖνον ἀποδεικνύντος ἀδικεῖν, εἰ βουλομένῳ ταύτης πρόνοιαν ποιεῖσθαι καί τινα εὐπρόσωπον ἀπολογίαν ἐπὶ τοῦ φοβεροῦ ἐκείνου βήματος, ἐφ' οἷς προσκέκρουκα θεῷ, πορίζειν ἐμαυτῷ 3.178 αὐτὸς φαίνοιτο κωλύων, ἐπεὶ μὴ πείθειν ἐκεῖνος εἶχεν, ἀλλ' ἰσχυρῶς ἐχόμενον ἑώρα τῶν προτέρων λογισμῶν, καὶ βασιλίδι τῇ γυναικὶ χρησάμενος συμμάχῳ, ἔπεισαν ἄμφω πολλοῖς χρησάμενοι λόγοις καὶ παραινέσεσι, μὴ τὸ νῦν ἔχον πράττειν τὰ κατὰ γνώμην. φίλον δὲ τἀληθὲς, οὐδ' αὐτὸν δυνάμενον διαστῆναι βασιλέως ὑπὸ τῆς ἄκρας συνηθείας, καίτοι μάλιστα βουλόμενον, οὐ μὴν παντάπασι τῶν λογισμῶν ἐκείνων ἀπεσχόμην, ἀλλὰ τότε μὲν αὖθις ἀναστρέφειν ἐπηγγελλόμην, ὥσπερ ἐκεῖνοί γε ἠξίουν. καὶ ἀνέστρεφον εἰς Θεσσαλονίκην πρὸς ἐκείνους μετὰ τὸ τοὺς ἁγίους ἐκείνους προσειπεῖν, καὶ τὴν δεξομένην ἐν ὑστέρῳ οἴκησιν οἰκοδομεῖσθαι ἐν Βατοπεδίῳ παρασκευάσαι. γνώμην δὲ εἶχον, ὡς, εὖ διαθέμενος τὰ κατ' ἐμὲ, αὖθις ἐπανήξων καὶ συνεσόμενος τοῖς ἐκεῖσε μοναχοῖς, τὸν ἴσον βίον ἑλόμενος αὐτοῖς. ὀλίγῳ δὲ ὕστερον τετελευτηκότος βασιλέως, ἐπεὶ πράττειν ἑτέρως οὐκ ἐξῆν, τῆς ὅλης διοικήσεως τῶν πραγμάτων ἐπ' ἐμὲ καταλειφθείσης, καὶ ἄκων κατεσχόμην, τῶν συκοφαντῶν δὲ ἐκείνων τὸν πόλεμον κεκινηκότων καὶ τὸν περὶ τοῦ ζῇν κίνδυνον ἐμοί τε καὶ τοῖς συνοῦσιν οὕτως ἀθρόον ἐπενεγκόντων, οὐ τῆς ἐμαυτοῦ μᾶλλον ἢ τῶν ὅλων σωτηρίας ἕνεκα τὸ βασιλεὺς Ῥωμαίων εἱλόμην εἶναι, καὶ τοσοῦτον ὑπέμεινα κακῶν ἐσμὸν, ἀνημέρως οὕτω πολεμηθεὶς ἐπὶ τοσοῦτον χρόνον. δι' ἃ μάλιστα ψεύδεται Γρηγορᾶς οὐκ ἀνεξέλεγκτα, ἀλλὰ πάντων μάλιστα εὐελεγκτό 3.179 τατα. ὅτι δέ μέ φησι τῇ Παλαμᾶ προσκείμενον μερίδι ἄδικον ψῆφον ἐπενεγκεῖν, καὶ διὰ τοῦτο μηδ' αὐτὸν πείθεσθαι ἐθέλειν, ὡς τὸν αὐτὸν ὄντα καὶ δικαστὴν καὶ ἀντικαθιστάμενον πρὸς τὴν δίκην τοῖς κρινομένοις, εὐχερέστατα ψευδόμενον ἀπελέγξω. τοὐναντίον γὰρ μᾶλλον Βαρλαὰμ, ὃς τῆς τοιαύτης ἦρξε διαφορᾶς, προσεκείμην ἐξαρχῆς αὐτός. αὐτόν τε γὰρ εἶχον ἐπὶ τῆς ἐμῆς οἰκίας διατρίβοντα καὶ τοὺς ἀδελφοὺς, καὶ πολλῆς ἠξίουν τῆς προνοίας, καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἦγον, καὶ μᾶλλον ἐπ' ἐκείνου χώραν εἶχε τὸ ἐμὲ προκατειλῆφθαι. ἐκεῖνος γὰρ ἀεὶ συνῆν καὶ τὰ παρ' ἑαυτοῦ ἐξετίθει ἀκριβέστατα καὶ ὑφηγεῖτο συνεχῶς. ὅθεν οὐδ' ἔστι σκήψασθαί τινα, ὡς ἃ μὲν Παλαμᾶς περὶ ὧν πρεσβεύει καὶ διαβεβαιοῦται, ᾔδειν, τὰ τῶν ἀντιλεγόντων δὲ ἠγνόουν. ἀλλ' εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐκείνοις μᾶλλον ἐνέτυχον προτέροις, καὶ μετὰ τοῦ πολέμου τὴν κατάλυσιν, ἐπεὶ τῶν Ῥωμαίων ὑπ' ἐμοὶ πᾶσα ἡ ἡγεμονία ἦν, τοσοῦτον ἀπέσχον τοῦ μᾶλλον προσκεῖσθαι τοῖς ἑτέροις ὑπ' ἀκρισίας, ὥστε πατριάρχην τὸν Ἰωάννην οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἐπὶ τὴν δίκην προὐκαλούμην μέλλοντα ἐν τοῖς αὐτοῖς τούτοις ἐξετάζεσθαι. τὰ ἴσα γὰρ ἐνεκαλεῖτο. καὶ μετ' ἐκεῖνον αὖθις τὸν Ἀκίνδυνον, ἐπεὶ κρυπτόμενος αὐτὸς ἑτέρους προσέπεμπε καὶ παρέπειθε θορυβεῖν, ὡς ἀδίκως ὑπὸ