471
τῆς ἐκκλησίας διαστροφὴν 3.180 τῶν δογμάτων ἐγκαλοῖντο, αὐτοὶ μᾶλλον κακῶς περὶ αὐτῶν φρονοῦντες, οὐ περιεῖδον, ἀλλ' ἐπὶ τὴν ἐξέτασιν ἐκέλευον χωρεῖν καὶ τυγχάνειν τῶν δικαίων, καὶ πίστεις παρεῖχον ἐπὶ τῷ πείσεσθαι προσδοκᾷν μηδὲν δεινόν. δεδοικέναι γὰρ ἔλεγε, μὴ εἱρχθῇ. αὐτὸς δὲ οὐδὲν ἧττον καὶ μετὰ τὰς πίστεις ἀπεκρύπτετο καὶ ἠγνοήθη μέχρι τελευτῆς. χρόνῳ δὲ ὕστερον ἐπεὶ αὐτός τε Γρηγορᾶς καὶ ἄλλοι ἀνεφύησαν τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου αἱρέσεως διάδοχοι καὶ τὴν ἐκκλησίαν ἐθορύβουν καὶ τὸ δικαστήριον ἐπεβοῶντο, οὐ περιεῖδον αὖθις, ἀλλὰ σύνοδόν τε ἐκ πολλῶν ἀρχιερέων συνεκρότουν, καὶ τὸν Θεσσαλονίκης Γρηγόριον τὸν Παλαμᾶν μετεπεμπόμην λόγον, περὶ ὧν ἐνεκαλεῖτο, δώσοντα, καίτοι δίκαιος ὢν τὰ δὶς ἐψηφισμένα στέργειν πρότερον. βασιλεύς τε γὰρ Ἀνδρόνικος ὁ ἀοίδιμος μετὰ τῆς συνόδου κατεδίκασεν ἁπάσαις ψήφοις οὐ Βαρλαὰμ τότε μόνον, ἀλλὰ καὶ εἴ τις ὕστερον φαίνοιτο φρονῶν τὰ ἴσα, καὶ μετὰ ταῦτα, ἐμοῦ ἀπόντος, Ἄννα ἡ βασιλὶς μετὰ τῶν ἀρχιερέων, ἡνίκα πατριάρχην τε καθεῖλον τὸν Ἰωάννην διὰ τὴν κακοδοξίαν καὶ τοὺς φρονοῦντας τὰ ἴσα αὖθις ἢ φρονήσοντας, ὅτε καὶ τῶν ὕστερον ἀντιλεγόντων οἱ πλείους ἦσαν σύμψηφοι, ἢ προστάται τῶν γινομένων μᾶλλον. δίκαιος οὖν, ὥσπερ ἔφην, τὰ ἐψηφισμένα στέργειν ὢν, οὐχ ὑπέμεινα, μὴ καὶ ἐπ' ἐμαυτοῦ τὴν ἐξέτασιν ποιήσασθαι τῶν λεγομένων, καὶ τὸν τοῦ δικαίου λόγον οὐ παρεῖδον, ἀλλ' ἐξήνεγκα τὴν ψῆφον ἀληθῆ καὶ δικαίαν, οὔτε φιλίαν, οὔτε ἔχθραν, οὔτε 3.181 τῶν ὄντων οὐδὲν ἕτερον τῆς ἀληθείας προτιμήσας. ὃς γὰρ οὐδ' ἐπὶ μικροῖς τισι καὶ εὐκαταφρονήτοις τινῶν διαφερομένων τὸ δίκαιον παρεῖδον, ἀλλ' ἀληθῶς καὶ δικαίως ἐδίκασα πᾶσι, σχολῇ γ' ἂν περὶ δογμάτων τῆς δίκης οὔσης, ἔνθα τὸ κινδυνευόμενον θεὸς, τῆς ἀληθείας ἕτερόν τι προειλόμην· ἀλλ' ὡς ἐπ' αὐτοῦ θεοῦ τὴν ἐξέτασιν τῶν δογμάτων σαφῆ καὶ καθαρὰν πεποιημένος, Παλαμᾶν μὲν εὕρισκον καὶ τοὺς τὰ ἴσα ᾑρημένους τοῖς ἁγίοις καὶ θεολόγοις ἄκρως συμφωνοῦντας, καὶ κατ' ἴχνος ἑπομένους φανερῶς, Γρηγορᾶν δὲ καὶ τοὺς ἄλλους, οἳ ἀντικαθίσταντο, τὰ Βαρλαὰμ καὶ Ἀκινδύνου δοξάζοντας ἀπαραποιήτως, ἃ ὅτι τῆς ἀληθείας ἔκφυλα καὶ τῆς περὶ τῆς εὐσεβοῦς ὑπὸ τῶν ἁγίων πατέρων παραδοθείσης πίστεως ἐναντία, ἐξῆν μὲν καὶ τοῖς προτέροις τόμοις χρήσασθαι διδασκάλοις. οὐ μὴν ἀλλὰ καὶ αὐτοὶ τοῖς ὑπὸ τῶν διδασκάλων τῆς ἐκκλησίας παραδοθεῖσιν, ὥσπερ κανόσι, παραθέντες, τὴν διαστροφὴν εὕρομεν σαφῆ καὶ καθαράν. οὗ ἕνεκα καὶ αὐτὸς, καὶ τῶν ἄλλων ἁπάντων ἀρχιερέων συνεπιψηφιζομένων, ἐκείνους μὲν ὡς ὀρθῶς φρονοῦντας ἐδικαίωσα, τούτων δὲ κατεψηφισάμην· τὸ δὲ ἑξῆς, ὥσπερ ἦν δίκαιον, τοῖς μὲν νενικηκόσι πάντα τρόπον ἐπεκούρησα, τοῖς ἡττημένοις δὲ ἀναισχυντοῦσι καὶ μήτ' ἐπιστρέφειν πρὸς τὴν ἀλήθειαν βεβουλημένοις, μήτε ἡσυχίαν ἄγειν, τῇ σφετέρᾳ μόνον ἀγαπῶσιν ἀπωλείᾳ, ἀλλὰ πρὸς τὸ ἴσον βάραθρον καὶ ἄλλους ἐκκαλουμένοις, καὶ πρὸς ὕβρεις χωροῦσιν ἀνερυθριά 3.182 στως καὶ πᾶσαν ὑπερβολὴν ἀναισχυντίας ἐπιδεικνυμένοις, ὥσπερ ἔθος ἐξαρχῆς τοῖς ἐχθροῖς τῆς ἀληθείας καὶ τῆς ἐκκλησίας πολεμίοις, καὶ δίκην τὴν προσήκουσαν ἐπέθηκα, μᾶλλον δὲ καὶ τῆς ἀξίας ἀποδέουσαν πολύ. οὐδὲ γὰρ τοῦ κακῶς ἐκείνους πάσχειν πρόνοιαν ἐποιησάμην, ἀλλὰ τοῦ μὴ δύνασθαι κακῶς ποιεῖν. ἔστι δὲ, οἶμαι, νόμος καὶ ἐπὶ τῶν ἄλλων τῶν βιωτικῶν, καὶ δημοσίων καὶ ἰδίων, ἐγκλημάτων, τὸν δικαστὴν πρὶν μὲν εἰς λόγους ἀντικαταστῆναι τοὺς ἀλλήλοις διαφερομένους, μηδενὸς καταψηφίζεσθαι ἐρήμην, εἰ μὴ βούλοιτο ἐκδιαιτᾷν· ἐπειδὰν δὲ ἥκοιεν εἰς λόγους, καὶ ἡ νίκη χωρήσοι πρὸς τὸν ἕτερον, πᾶσα γὰρ ἀνάγκη, καὶ αὐτὸν τῷ τὸ πλέον ἔχοντι προστίθεσθαι καὶ καταναγκάζειν τὸν ἀδικοῦντα τὰ δίκαια ποιεῖν. οὐ δὴ διὰ τοῦτο πᾶς τις ἀδικῶν παραγράψεται τὸν δικαστὴν καὶ ἀδικίαν ἐπικαλέσει, ὅτι τῷ ἠδικημένῳ προσετέθη. ἃ Γρηγορᾶς νυνὶ ποιῶν, οὐ μᾶλλον ψευδολογίας, ἢ ἀνοίας καὶ μοχθηρίας δόξαν ἀποφέρεται. ὅτι δ' αὐτὸς τὴν διαστροφὴν παθὼν τῆς ἀληθείας καὶ τὴν πάτριον εὐσέβειαν ἐξομοσάμενος καὶ συναπαχθεὶς τοῖς αἱρετικοῖς Ἀκινδύνῳ καὶ Βαρλαὰμ