472
ὑπὸ μοχθηρίας τρόπων καὶ ἀποτυχίας, ὧνπερ ἤλπισεν, ἀφειδήσας καὶ ψυχῆς αὐτῆς, ἵνα μόνον ἀμύνηται τοὺς δόξαντας λελυπηκέναι, ἐμοὶ τὰ ἴσα ἐγκαλεῖ, θαυμαστὸν οὐδέν. ὃς γὰρ οὐκ ἐφείσατο θεοῦ, ἀλλὰ διὰ τὴν πρός τινας ἀπέχθειαν ἐκείνου ψευδῆ πολλὰ κατεῖπε, σχολῇ 3.183 γ' ἂν ἀπέσχετο βασιλέως, καὶ ταῦτα δόξαντος λελυπηκέναι. 3.183 ὅτι δ' εὐσεβὴς ἐγὼ καὶ τῆς ὀρθῆς καὶ πατρίου δόξης ἐξεχόμενος ἀκριβῶς, καὶ πᾶσα μὲν ἡ τῶν ὀρθοδόξων ἐκκλησία συμμαρτυρήσειε, χάριτι θεοῦ βεβαίως ἡδρασμένη περὶ τὴν ἀλήθειαν καὶ τῶν ἀποστολικῶν παραδόσεων ἐχομένη ἀκριβῶς· οὐχ ἧττον δὲ καὶ Γρηγορᾶς αὐτὸς ὁ νυνὶ τοιαῦτα ἐγκαλῶν, παρὰ πάντα τὸν τοῦ πολέμου χρόνον οὐ μόνον ἐγκώμια πολλὰ διεξιὼν ἐμοῦ, ἀλλὰ καὶ τὰ ἔσχατα ὑπομένειν ὑπὲρ τῆς εἰς ἐμὲ εὐνοίας ᾑρημένος, ὅτε τὰ αὐτὰ ἐφρόνουν οἷα καὶ νυνί. τῇ γὰρ ὑπὸ βασιλέως ἐξενηνεγμένῃ καταδίκῃ Βαρλαὰμ καὶ αὐτὸς συνεπεψηφισάμην, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν αὖθις Ἀκίνδυνον κατεδίκασα, Ἰωάννου τότε πατριάρχου τὴν σύνοδον συγκροτοῦντος καὶ οὐ μέτρια ἀγανακτοῦντος, ἐφ' οἷς Ἀκίνδυνος Παλαμᾶ καὶ τῶν ἄλλων μοναχῶν ἀδίκως κατηγόρει, Βαρλαὰμ συνηγορῶν. κεʹ. Τοιαῦτα μὲν βασιλεὺς ὁ Καντακουζηνὸς ὕστερον, ἐπεὶ εἰς χεῖρας αὐτῷ τὰ Γρηγορᾶ συγγράμματα ἥκει, ἀπελογεῖτο περὶ ἑαυτοῦ, καὶ ψευδῆ καὶ ἀπίθανα συγγεγραφέναι ἀπεδείκνυεν ἐκεῖνον. ἔπειτα καὶ τῶν Ῥωμαίων τοὺς ἐν λόγῳ μάλιστα καὶ ἐπιφανεστέρους ἐξεπίτηδες συγκαλεσάμενος, εἰς ἐπήκοον ἀναγινώσκεσθαι παρεῖχε πάντων, καὶ πολλὴν αὐτοῦ πάντες κατεγίνωσκον ψευδολογίαν καὶ ἀναίδειαν καὶ κουφότητα, ὅτι περὶ δημοσίων πραγμάτων, ἃ πολλοὶ, μᾶλλον δ' ἅπαντες συνίσασι, γράφειν προείλετο οὐκ ἀληθῆ, ἐφ' οἷς 3.184 ἔμελλε ῥᾷστα ἀπελέγχεσθαι ψευδόμενος. πυθόμενος δὲ ὁ Γρηγορᾶς ἃ δράσειε βασιλεὺς τὰ ἐκείνου θριαμβεύσας πλάσματα, οὐ μετρίως ἠνιάθη, ὅθεν καὶ συντυχὼν ὕστερον, ὠνείδιζε τὸν θρίαμβον, ὡς ἐπ' ἐκείνου τῇ αἰσχύνῃ εἰργασμένον. ἔφασκέ τε τὴν μὲν πρὸς τὸν τόμον ἀντιλογίαν ἰδίαν εἶναι, τὰ δὲ κατ' αὐτοῦ συγγεγραμμένα, ὅτου εἴη, ἀγνοεῖν· βούλεσθαι δὲ ἀφανίζειν ἐντυχόντα καὶ αὐτόν· ἃ εἰ καὶ πρότερον ἐπέμφθη πρὸς αὐτὸν, πυρὶ παρεδίδου ἂν πρὶν εἰς ἑτέρας ἥκειν ἀκοάς. βασιλεὺς δ' ἔφασκεν, οὐ συνορᾷν αὐτῷ τοὺς λόγους εἰς ὅ,τι τείνει. εἰ μὲν γὰρ μὴ τὰ συγγεγραμμένα ἤθελεν εἶναι φανερὰ, ἀλλ' ἀφανείᾳ πολλῇ κατέχεσθαι τὸν πάντα χρόνον, ἀνθ' ὅτου συντιθεὶς τοσοῦτον πόνον ἤνεγκεν; εἰ δ' ὅπερ δίκαιον, μᾶλλον εἶναι φανερὰ ἐβούλετο, καὶ μεγάλας ἂν εἴη χάριτας εἰδέναι δίκαιος, ὅτι ἐπὶ τοσούτων καὶ τῶν ἐπιφανεστέρων μάλιστα καὶ θαυμάζειν λόγων δύναμιν εἰδότων παρέσχετο ἀναγινώσκεσθαι, ἵν' ἐπαινοῖτό τε καὶ τὰς ἐπικαρπίας κομίζοιτο τῶν πόνων ζῶν, μάλιστα καὶ τῶν ἐπαίνων αἰσθανόμενος. νεκροὺς γὰρ οὔτ' ἔπαινος, οὔτε ψόγος ἡδύνειν ἢ ἀλγύνειν οἶδεν. εἰ δὲ διὰ τὸ πεφωρᾶσθαι τὰ ψευδῆ, ἃ ἐξ οὐκ ὄντων αὐτὸς παρ' ἑαυτοῦ πλάττεται, ἀλγεῖ, οὐκ αὐτὸς ἂν εἴη τῆς ἀλγηδόνος αἴτιος αὐτῷ, εἴπερ μηδὲ πέπεικεν αὐτὸς φαῦλον εἶναι καὶ τῆς ἀληθείας καταψεύδεσθαι. δέον μέντοι καὶ πρὸς τοῦτο μὴ πάνυ δάκνεσθαι. ὀλίγῳ γὰρ ὕστερον ἀπολιπὼν τὸν 3.185 βίον, οὔτε τῶν ἐπαινούντων αἰσθήσεται, ἢ τῶν ὑβριζόντων, ἄν τε δίκαιοι καὶ ἀληθεῖς αἱ μέμψεις ὦσιν, ἄν τε μὴ, ὥσπερ καὶ ὧν αὐτὸς κατηγόρηκε πολλὰ καταψευδόμενος. ἐκεῖνο δὲ μᾶλλον δίκαιον λυπεῖν καὶ οὐκ ὀλίγην ἐμποιεῖν φροντίδα, μὴ ἐν τῷ μέλλοντι δικαστηρίῳ, ὥσπερ καὶ τῶν ἄλλων ἐγκλημάτων τῶν κατὰ τὸν βίον καὶ τοῦ ψεύδους καὶ τῆς συκοφαντίας δίκας δῶμεν, καὶ μάλιστα εἰ μηδεμίαν πρόφασιν ἑτέραν ἔχοι, ἢ ἄδικον ἀπέχθειαν. ταῦτα μὲν οὖν ὕστερον βασιλεῖ τῷ Καντακουζηνῷ ἐπράχθη τε καὶ εἴρητο μετὰ τὸ τῆς ἀρχῆς βασιλεῖ τῷ γαμβρῷ παρακεχωρηκέναι καὶ καθ' ἡσυχίαν βιοτεύειν, ὑποδύντα σχῆμα μοναχῶν. τότε δὲ ἐπεὶ τὰ κατὰ τὴν σύνοδον ἀπήρτιστο πάντα καὶ τέλος εἶχε, καὶ οἱ τὰ Ἀκινδύνου ᾑρημένοι ἠλέγχοντο ἀσεβοῦντες φανερῶς, ἐπὶ τὰς πολιτικὰς ἐτρέπετο πάλιν πράξεις· καὶ παρεσκευάζετο ὡς ἐπιστρατεύσων Τριβαλοῖς. ἐν τούτῳ δὲ τοῖς ἐν