473
Γαλατᾷ Λατίνοις δέκα καὶ τέτταρες ἐκ Βενετίας ἐπέπλευσαν τριήρεις. νυκτός τε ἐπελθόντες ἀπροσδόκητοι, ἀπέβησάν τε οὐ προαισθομένων, καὶ ἐγένοντο ἐντὸς τειχῶν, ἦσαν γὰρ αἱ πύλαι τοῦ φρουρίου νυκτὸς ἀνεῳγμέναι ὑπ' αὐθαδείας καὶ θρασύτητος τῶν ἐνοικούντων, καὶ ἐκάκωσαν οὐκ ὀλίγα. ὡς γὰρ ᾐσθάνοντο οἱ φύλακες τὴν ἅλωσιν, βοῇ τε ἐχρῶντο καὶ συνεκάλουν ἐπὶ τὴν ἄμυναν τοὺς ἐγχωρίους. οἱ δὲ ἐκ τῶν οἰκιῶν ἄοπλοι ἐπὶ τὴν θάλασσαν κατιόντες, βουλόμενοι, ὅ,τι 3.186 εἴη τὰ δρώμενα μαθεῖν, ἐτιτρώσκοντό τε καὶ ἀπέθνησκον πολλοί. ἔπειτα ὡς ᾔσθοντο ἀναθαρσήσαντες καὶ ὁπλισάμενοι, ἐξήλασαν τοὺς πολεμίους αὖθις, οὐδὲν γενναῖον εἰργασμένους, ἀλλὰ φαυλότατα ἠγωνισμένους· ὅμως διεσώθησαν πάντες ἐπὶ τὰς τριήρεις, οὐδενὸς πεσόντος, τραυματιῶν δὲ ὀλίγων γενομένων, ἀναγόμενοί τε τοῦ λιμένος, καὶ ὁλκάδας εἵλκυσαν κενάς τινας καὶ ἐκυρίευσαν. ἐπεὶ δὲ ἡμέρα ἤδη ἦν, δὶς μὲν καὶ τρὶς ἐπεχείρησαν πῦρ ἐνεῖναι ταῖς ὁλκάσιν οὔσαις πλείσταις ἐπὶ τοῦ λιμένος, ἀπεκρούσθησαν δὲ ὑπ' ἐκείνων, οὐδ' ἐγγὺς γενέσθαι δυνηθέντες. ἔπειτα παραπλέοντες ἐκάκουν, καί τινων ἐκράτησαν ὁλκάδων ἐκ Πόντου καταπλεουσῶν. ἐν ταύταις δὴ ταῖς ὁλκάσι καὶ πρέσβυς ἐκ Βενετίας ἀφῖκτο ∆ελφὶν ὠνομασμένος πρὸς βασιλέα, καὶ ἐδεῖτο συμμαχεῖν αὐτοῖς πρὸς τὸν κατὰ τῶν ἐκ Γεννούας πόλεμον, μεγάλα τέ τινα ἐπηγγέλλετο τὸν δοῦκαν Βενετίας καὶ τὴν βουλὴν Ῥωμαίους ὠφελήσειν, εἰ πείθοιτο αὐτοῖς συμμαχεῖν ὁ βασιλεύς. τὰ ἴσα δὲ καὶ ὁ ῥὴξ Ῥαουήνας πρὸς βασιλέα διὰ γραμμάτων ἐπρεσβεύετο, καὶ μεγάλα ἐπηγγέλλετο, καὶ ἐδεῖτο βασιλέως τοῖς ἐκ Βενετίας συμμαχεῖν, οἷς καὶ αὐτὸς σύμμαχός ἐστι. βασιλεὺς δὲ ἀπηγόρευεν αὐτοῖς, ὥσπερ καὶ πρότερον, τὴν συμμαχίαν ἐν Θεσσαλονίκῃ. ἔφασκε γὰρ ἀδικεῖν μηδὲν, εἰ πρὸς τῷ μηδὲν αὐτοῖς ἐμποδὼν εἶναι πρὸς τὸν πόλεμον, μηδὲ πρὸς ἐκείνους πολεμοίη. ὡς μὲν γὰρ αἰτίας ἐκεῖνοι πολλὰς 3.187 παρέσχοντο πολέμου, καὶ οὐδεὶς ἂν αὐτῷ μέμφοιτο δικαίως ἀμυνομένῳ τῶν προτέρων ἕνεκα ἀδικημάτων, οὐδεὶς ἂν ἔχοι ἀντειπεῖν· πρὸς μέντοι τὴν αὐτῶν φιλίαν ἐνστήσεσθαι οὐδὲν, εἰ αὐτὸς ἑκὼν εἶναι τοῖς προσκεκρουκόσι παρέχοιτο συγγνώμην. ὁ μὲν οὖν βασιλεὺς οὕτως εὐφυῶς ἀπεσκευάζετο τὸν πόλεμον. μᾶλλον γὰρ ἐδόκει εἶναι ἄριστον ἑκατέρων ἀποσχόμενον προσέχειν τῇ ἠπείρῳ καὶ τὰς δεδουλωμένας Ῥωμαίων πόλεις ἐλευθεροῦν ἀπὸ τῶν πολεμίων. ὁ ἐκ Βενετίας δὲ πρεσβευτὴς καὶ ἄλλοι οὐ μετρίως ἠγανάκτουν, πρὸς τὴν συμμαχίαν αὐτοῖς ἀπαγορεύοντος βασιλέως. οἵ τε ἐκ Γαλατᾶ ὁμοίως εἰδότες, ὡς οἱ πολέμιοι σφίσι δέονται βασιλέως συμμαχεῖν, πρεσβείας καὶ αὐτοὶ συχνὰς ποιούμενοι, ἐδέοντο μὴ σφᾶς περιιδεῖν, ἀλλὰ συγγνώμην τε παρέχειν, εἴ τι πρότερον ἠγνωμονήκασι, καὶ νῦν μὴ συμμαχεῖν τοῖς πολεμίοις. ἐπηγγέλλοντό τε εἰσαῦθις μηδέποτε ἀγνωμονήσειν, ἀλλὰ πάντα ποιήσειν τὰ κατὰ γνώμην βασιλεῖ καὶ δουλεύειν ἀκριβῶς. ἅμα δὲ καὶ χρήματα παρείχοντο οὐκ ὀλίγα. βασιλεὺς δὲ τὸ μὲν μὴ πολεμήσειν ἐπηγγέλλετο, εἰ τὰ ἐπαγγελλόμενα καὶ αὐτοὶ ἀληθῆ ἐπὶ τῶν ἔργων ἀποδείξαιεν, τὰ δὲ χρήματα οὐκ ἐλάμβανεν, οὐκ αὐτῷ πρέπουσαν οἰόμενος εἶναι τὴν μικρολογίαν, οὐδὲ δοκεῖν ἐπὶ χρήμασι τὰ κοινῇ λυσιτελοῦντα προΐεσθαι Ῥωμαίοις. οἱ ἐκ Βενετίας δὲ ὡς βασιλεὺς ἀσυμβάτως ἔχει συνορῶντες πρὸς αὐτοὺς, οὐδὲ γὰρ ᾤοντο οὐδὲν λόγου ἄξιον αὐτοὶ δυνήσεσθαι, μὴ βασιλέως συνεφαπτομένου πρὸς τὸν πόλεμον, 3.188 δεινὰ μὲν ἐποιοῦντο καὶ ἠγανάκτουν· φανερῶς μέντοι κινεῖν πρὸς βασιλέα πόλεμον ὡρμημένοι οὐκ ἐφαίνοντο, ἀλλ' ὑποψίας παρεῖχον μόνον. αἱ γὰρ πρὸς Ῥωμαίους αὐτοῖς σπονδαὶ ἐπ' ἐξόδῳ ἔτυχον οὖσαι τότε. ἔχουσι γὰρ πρὸς Ῥωμαίους οὐ διηνεκεῖς, ἀλλ' ἐπ' ἔτεσι ῥητοῖς ἀπὸ τῶν Μιχαὴλ τοῦ πρώτου τῶν Παλαιολόγων βασιλέως χρόνων. ἐπειδὰν δὲ ἐν ἐξόδῳ αἱ συμβάσεις γένωνται, ἔξεστιν ὁποτερῳοῦν πόλεμον, εἰ βούλοιτο, κινεῖν· εἰ δ' ἑκατέροις λυσιτελεῖν δοκοίη μᾶλλον ἡ εἰρήνη, αὖθις τὰς σπονδὰς ἀνανεοῦσι καὶ τοὺς ὅρκους. ἐπεκράτησε δὲ παρὰ Ῥωμαίοις καὶ τοῖς ἐκ Βενετίας Λατίνοις τὸ τοιοῦτον ἔθος ἐκ τοιαύτης μάλιστα αἰτίας. βασιλεὺς ὁ πρῶτος Μιχαὴλ,