474
ἐπεὶ Βυζάντιον ἀνεσώσατο Ῥωμαίοις καὶ Θρᾴκην καὶ Μακεδονίαν καὶ τὴν ἄλλην ἅπασαν ἑσπέραν ἑξήκοντα ὀλίγῳ πλείω ἔτη δουλεύσαντα Λατίνοις, πεζὴν μὲν καὶ ἱππικὴν δύναμιν μεγάλην εἶχε καὶ ἀξιόμαχον πρὸς πάντας πολεμίους, ναυτικὴν δὲ οὔπω τοσαύτην παρεσκευασμένος ἦν, ὅσην ὕστερον· ὅθεν καὶ τοὺς θαλασσοκρατοῦντας ἐδεδίει καὶ ἐθεράπευε, τῷ καιρῷ προσήκοντα ποιῶν· δεῆσαν μέντοι πρὸς ἑκάστους τίθεσθαι σπονδὰς, τοῖς μὲν ἄλλοις, ὅσοι κατ' ἐμπορίαν εἰς Βυζάντιον ἢ ἑτέρας παραλίους πόλεις Ῥωμαίοις ὑπηκόους καταπλέουσι, φόρους ἔταττε καὶ ἀργύριον ῥητὸν τῷ δημοσίῳ· καὶ ἐπείθοντο ἀδύνατοι ὄντες ἀντιλέγειν. ἄχρι γὰρ καὶ νῦν παρέχονται τοὺς φόρους. οἱ ἐκ Βενετίας δὲ καὶ Γεννούας μέγα δυνάμενοι καὶ τὸν Ἰώνιον καὶ Αἰγαῖον καὶ τὸν Εὔξει 3.189 νον στόλοις μεγάλοις παραπλέοντες, ὧν τὰ παράλια πάντα μάλιστα, ἢ τὰ πλείω ὑπήκοα Ῥωμαίοις τότε ἦσαν, οὐκ ἐπείθοντο παρέχειν φόρους, ἀλλ' ἠξίουν ἐν πᾶσιν ἐμπορίοις τὴν βασιλέως ἀτέλειαν καρποῦσθαι. βασιλεὺς δὲ τότε πείθειν οὐκ ἔχων, καὶ βιάζεσθαι τοῖς ὅπλοις μὴ δυνάμενος, τοῖς μὲν ἐκ Γεννούας ἔθετο σπονδὰς διηνεκεῖς ἐπὶ τῷ ἐκείνους μὲν εἶναι ἀτελεῖς παντάπασιν ἐν πάσαις πόλεσι καὶ ἐμπορίοις, ἅ εἰσιν ὑπήκοα Ῥωμαίων, καταπλέοντας, αὐτοὺς δέ τινα τρόπον ὑπὸ βασιλέα τελεῖν, τριήρεις τε παρέχειν κατὰ συμμαχίαν, εἰ δέοιτο, πεντήκοντα ἐφωπλισμένας, βασιλέως μόνου ναύταις καὶ ὁπλίταις μισθὸν παρέχοντος. εἰ δὲ κενῶν δέοιτο τριηρέων, τὰς ἴσας παρέχειν μετὰ τῶν ὅπλων μόνων καὶ ἀρχόντων, συμμαχεῖν τε βασιλεῖ καθ' ὁποίου ἄν ποτε πολεμῇ, καὶ φίλους εἶναι αὖθις καὶ συμμάχους, οἷς ἂν ἐκεῖνος φίλοις χρῷτο. τοῖς ἐκ Βενετίας δὲ ἀσυμβάτως εἶχε καὶ ἐβούλετο πολεμεῖν. ἑτέρου δὲ πολέμου μείζονος ἐπικειμένου τοῦ ῥηγὸς Καρούλου, προσεδοκᾶτο γὰρ ἐκεῖνος στόλῳ μεγάλῳ ἐπιπλεύσειν Βυζαντίοις, καὶ παρασκευαζομένου βασιλέως πρὸς ναυμαχίαν ἐπ' ἐκεῖνον, ἐδόκει δεῖν ἀνακωχὰς πρὸς τοὺς ἐκ Βενετίας τίθεσθαι, καὶ ἔθετο ἐπ' ἔτεσι ῥητοῖς, ἵν', εἴ ποτε ἀπαλλαγείη τοῦ πρὸς Κάρουλον πολέμου, ἐξείη πολεμεῖν αὐτοῖς, τῶν σπονδῶν ἐξηκουσῶν. τὸ δὴ τοιοῦτον ἐξ ἐκείνου ἄχρι νῦν ἐπικρατῆσαν ἔθος, τὸν ἴσον τρόπον αἱ πρὸς Ῥωμαίους 3.190 αὐτοῖς γίνονται σπονδαί. ἐπειδὰν δὲ ἥκωσιν εἰς τέλος, ἀνανεοῦνται αὖθις. εἰ δὲ δοκοίη θατέρῳ πολεμεῖν, ἔξεστι μηδὲν ἐγκαλουμένῳ. ἐν ἐξόδῳ τοίνυν τῶν πρὸς τοὺς ἐκ Βενετίας σπονδῶν, ὥσπερ ἔφημεν, οὐσῶν, ἐπεὶ μὴ βασιλέα πείθειν εἶχον συμμαχεῖν αὐτοῖς ἐπὶ τοὺς πολεμίους, φανερῶς μὲν οὐ κατήγγελλον τὸν πόλεμον, τὸν δὲ ἄρχοντα τῶν ἐν Βυζαντίῳ οἰκούντων ὑπηκόων αὐτοῖς ἐν ταῖς τριήρεσιν ἀναλαβόντες, ἀπεχώρουν, δόκησιν δὲ παρεῖχον, ὡς ἀμυνοῦνται βασιλέα τοῦ μὴ συμμαχεῖν, εἴ ποτε λάβοιντο καιροῦ. κʹ. Οἱ ἐν Γαλατᾷ δὲ ὁρῶντες ἐκείνους ἀποχωροῦντας, οὐκ ἐνόμισαν ὅπερ ἦν, ὡς πρὸς τὴν ἐκείνων χάριν ἀπαγορεύσειεν αὐτοῖς ὁ βασιλεὺς τὴν συμμαχίαν, ἀλλ' ᾤοντο μεγάλα τινὰ ἀλλήλους ἀπαιτεῖν, δι' ἅπερ ἀσυμβάτως ἐσχηκέναι, ἄλλως τε καὶ τοὺς εὐεργετοῦντας ἀεὶ κακοῖς ἀμείβεσθαι εἰωθότες, ὥσπερ τοὺς πάλαι Λακεδαιμονίους λέγουσιν, ἵνα μηδενὸς δοκῶσι δεῖσθαι, μηδ' ἥττους εἶναι μηδενὸς, ὑπ' ἄκρας αὐθαδείας καὶ φυσήματος, ἐν ἡμέρᾳ μέσῃ, καὶ μηδεμίαν αὐτοῖς αἰτίαν πολέμου παρεσχημένου βασιλέως, λίθον ἀφῆκαν ἐπὶ τὸ Βυζάντιον διὰ τῆς μηχανῆς. ἐπεὶ δὲ ἐπύθετο τὸ συμβὰν ὁ βασιλεὺς, πρὸς τὸν ἐκείνων ἄρχοντα πέμψας καὶ τὴν βουλὴν, τὴν αἰτίαν ἐπυνθάνετο, δι' ἣν ἄρχονται πολέμου. ἐκείνων δὲ ὑποκρινομένων ἀγνοεῖν καὶ τὴν αἰτίαν τῆς ἀτοπίας τῷ ἐπὶ τῆς μηχανῆς ἀνατιθέντων τεταγμένῳ, ἐκέλευον οἱ πρέσβεις ἐκεῖνόν τε καὶ τοὺς συναραμένους κολάζειν. ἀδύ 3.191 νατον γὰρ μὴ καὶ πολλοῖς ἑτέροις χρῆσθαι συνεργοῖς. οὕτω γὰρ ἦν αὐτοῖς προστεταγμένον ὑπὸ βασιλέως. οἱ δὲ ἐπηγγέλλοντο προθύμως. ἐς τὴν ὑστεραίαν δὲ ἅμα ἕῳ καὶ λίθον ἕτερον ἐπὶ Βυζάντιον ἀφῆκαν. νομίσας δ' ὅπερ ἦν ὁ βασιλεὺς, ὡς διὰ τὸ τοὺς ἐκ Βενετίας ἀνακεχωρηκέναι θρασυνθέντες αὐτοὶ περιφρονοῦσι καὶ πολέμου ἄρχουσιν, αὐτοῖς μὲν αὐτίκα πόλεμον κατήγγελλε πέμψας, καὶ ἐκέλευεν ἡμέραις ὀκτὼ