475
διαλυσαμένους, ὅσα πρὸς Ῥωμαίους ἔχουσι συμβόλαια ἐπ' ἐμπορίας ἢ χρέα ἢ ἑτέρας τινὰς προφάσεις, καθίστασθαι πρὸς πόλεμον. τοὺς δὲ ἐκ Βενετίας μετεπέμπετο. οἱ δ' ἀνέστρεφον αὐτίκα χαίροντες, καὶ ἐτίθετο πρὸς αὐτοὺς συμμαχίαν καὶ σπονδὰς, ἥττους μὲν ὧν ἔμελλε πρότερον ποιεῖν παραπολὺ, μεγάλα γάρ τινα καὶ μάλιστα λυσιτελῆ Ῥωμαίοις ἐπηγγέλλοντο, περιπλείστου ποιούμενοι τὴν βασιλέως συμμαχίαν, τότε δὲ, ἐπεὶ ἑώρων ἀδυνάτως ἔχοντα ἑτέρως πράττειν, ἤδη γὰρ οἱ ἐν Γαλατᾷ ἐκπεπολέμωντο, ἀφῄρουν πολλὰ τῶν πρότερον ἐπηγγελμένων. ὅμως δ' οὖν γεγενημένων τῶν σπονδῶν, ὁ πρὸς τοὺς ἐκ Γεννούας αὖθις ἤρχετο πόλεμος τῷ βασιλεῖ. αἰτία δὲ ἦν τοῖς ἐκ Βενετίας καὶ Γεννούας τοῦ πολέμου τούτου, ὃς ἀμφοτέροις συμφορῶν μεγάλων αἴτιος ἐγένετο, ὅτι, πρὸς Τάναϊν ἐπ' ἐμπορίᾳ πλεόντων ἀμφοτέρων, συμβέβηκέ τινι τῶν ἐκ Βενετίας πρὸς Σκύθην τινὰ διενεχθῆναι, καὶ τὴν διαφορὰν μέχρι φόνου προελθεῖν, ἀμυνομένων δὲ ὑπὲρ τοῦ ὁμοφύλου τῶν Σκυθῶν, τῶν 3.192 τε Λατίνων ὁμοίως ὑπὲρ τοῦ οἰκείου, δημοσία τῶν γενῶν ἑκατέρων ἐγένετο ἡ μάχη, καὶ ἔπεσον μὲν πολλοὶ Λατίνων παρὰ τὴν μάχην, διπλασίους δὲ καὶ περαιτέρω τῶν Σκυθῶν. ἔπειτα ἐπὶ τὰς ναῦς τῶν Λατίνων ἀναχωρησάντων, ἐπεὶ μηδὲν οἱ Σκύθαι βλάπτειν ἦσαν δυνατοὶ, ἀθάλαττοι ὄντες παντελῶς, ἐπεστράτευσαν Καφᾷ, ὃ Λατίνων τῶν ἐκ Γεννούας φρούριόν ἐστι τοῖς παραλίοις τῆς Σκυθίας κατῳκισμένον, καὶ ἐπολέμησαν ἐπ' ἔτεσι δυσὶ, μηδεμίαν ἐνδιδόντες ἀνακωχήν. ἐν οἷς αὐτοί τε τῶν οἰκείων πολλοὺς ἀπέβαλον κατὰ τὰς μάχας καὶ τοῖς Λατίνοις αἴτιοι πολλῶν κατέστησαν ἀναλωμάτων. τῶν μὲν γὰρ τειχῶν ἦσαν ἥττους, τῶν ἔνδον κραταιῶς ἀμυνομένων, ἐμπορικῶν δὲ χρημάτων κατὰ τὴν Σκυθίαν ἐκράτησαν πολλῶν, καὶ κατὰ τὸν πόλεμον ἀναγκάζοντες τρέφειν μισθοφορικὸν ἐπὶ φρουρᾷ τοῦ πολιχνίου, οὐκ ὀλίγα ἐζημίωσαν. ἐπεὶ δὲ αὐτοῖς ἀνήνυτος ἐφαίνετο ἡ ἐπιχείρησις, διέλυον τὸν πόλεμον, θέμενοι σπονδάς. μετὰ δὲ τοῦ πολέμου τὴν κατάλυσιν ἠξίουν οἱ ἐκ Γεννούας, μηδένα μήτε Ῥωμαῖον, μήτε ἐκ Βενετίας ἔμπορον πλέειν ἐπὶ Τάναϊν, μήτ' ἐκ σφῶν, πρόφασιν μὲν, ὡς μὴ καὶ αὖθις ἀναγκάζοιντο ἔκ τινος αἰτίας Σκύθαις πολεμεῖν, τῇ δ' ἀληθείᾳ, προσόδων μεγάλων ἀφορμὰς σφίσιν αὐτοῖς κατασκευάζοντες. διενοοῦντο γὰρ, ὡς, εἰ κοινὸν ὁ Καφᾶς ἐμπόριον τοῖς ἁπανταχόθεν κατασταίη, μεγάλα ὠφελήσεσθαι αὐτοὺς ἁπανταχόθεν ἀργυρολογοῦντας· 3.193 ἢ εἰ μὴ τούτοις, ἔφασαν, ἀγαπῷεν, τὰς κατὰ τὸν πόλεμον συνεκτινέτωσαν δαπάνας. Βενετικοῖς δὲ τό,τε Τανάϊδος παντάπασιν ἀποσχέσθαι ἐδόκει ἥκιστα λυσιτελεῖν, καὶ τὸ τὰ χρήματα συνεκτίνειν ἀνεκτὸν οὐδ' ἄκροις ἦν ὠσὶν, ἀλλ' ἔφασαν, μηδένα ἂν κωλύσειν πλέειν, ὅποι ἂν δοκῇ λυσιτελεῖν· καὶ ἅμα ἐπεχείρουν πλέειν ἐπὶ Τάναϊν, ἀκόντων Γεννουϊτῶν· οἱ δ' ἐκώλυον πρὸς βίαν καὶ ἐζημίωσαν εἰς χρήματα, ἐμπόροις ἐπιθέμενοί τισι καὶ κρατήσαντες ὁλκάδων. ἐκ δὲ τούτου εἰς τὸν πόλεμον κατέστησαν, καὶ μέγας ἀνεῤῥιπίσθη, καὶ χρήματα οὐκ ὀλίγα καὶ τριήρεις ἀπώλοντο ἀφ' ἑκατέρων. τότε δ' οὖν ἐπεὶ καὶ βασιλεὺς Βενετικοῖς συνεξώρμητο πρὸς τὸν πόλεμον, τριήρεις τε ἐπλήρου καὶ τῆς θαλάττης ἐκράτει μετὰ τῶν ἐκ Βενετίας, καὶ ἐκ τῆς ἠπείρου πέμψας στρατιὰν, ἐπολιόρκει. καὶ πρῶτα μὲν ἑκατέρωθεν ἥ τε ναυτικὴ καὶ ἱππικὴ δύναμις προσβαλόντες, τὰς ἔξω Γαλατᾶ ἐνέπρησαν οἰκίας πάσας πλὴν ὀλίγων, αἳ ὑπὸ τοῖς τείχεσιν αὐτοῖς ἦσαν, ἔπειτα ἡ μὲν ἠπειρῶτις συχνὰς καθημέραν ποιουμένη τὰς ἐφόδους, ἀκριβῶς ἐπολιόρκει καὶ οὐδὲ προβαίνειν εἴα τειχῶν ἔξω τοὺς Λατίνους. τὴν ναυτικὴν δὲ ὁ βασιλεὺς εἰς δύο διελὼν, τὴν μὲν αὐτοῦ κατέλιπε τὸ φρούριον πολιορκεῖν, τὴν ἑτέραν δὲ ἔπεμπεν ἐπὶ Πόντον, τὰ Γεννουϊτῶν κακώσουσαν· καὶ ἐκάκωσαν ἐπιπλεῖστον. χρημάτων τε γὰρ ἐκράτησαν καὶ ἐμπόρων οὐκ ὀλίγων, καὶ ὁλκάδας ἐνέπρησαν πολλάς. ἐπεὶ δὲ ἐπα 3.194 νῆκον ἐκ τοῦ Πόντου, παρεσκευάζοντο πρὸς τὴν τειχομαχίαν, καίτοι μάλιστα βασιλέως ἀπαγορεύοντος καὶ μὴ δεῖν οἰομένου τείχεσιν ὀχυρωτάτοις καὶ πολλοὺς