476
τοὺς ἀμυνομένους ἔχουσιν ἐφεστηκότας προσβάλλειν, οὐδεμιᾶς ἐλπίδος οὔσης περιγίνεσθαι τοῖς ὅπλοις, ἀλλὰ μᾶλλον χρονίῳ κατεργάζεσθαι πολιορκίᾳ, καὶ τῷ τῶν Βενετικῶν ναυαρχοῦντι Νικολάῳ τῷ Πισσαίῳ παραινοῦντος. τῷ δὲ ἐδόκει μᾶλλον τειχομαχεῖν ὑπ' ἀπειρίας, καὶ τῶν Ῥωμαίων ἐῴκει ὁμαλῶς καθάπτεσθαι, ὡς διὰ τὴν ἀτολμίαν σφῶν Γαλατᾶ ἀναλώτου μένοντος, ῥᾷστα δυναμένου, εἰ αὐτοῖς καὶ Ῥωμαῖοι συμπροθυμηθεῖεν. δι' ἃ ὁ βασιλεὺς, καίτοι μάλιστα εἰδὼς, ὡς οὐ προσήκουσιν ἔμφρονι καὶ δεινῷ στρατηγῷ ἐπιχειρεῖ, ὅμως ἐπείθετο διὰ τὸ φύσημα τοῦ Λατίνου καὶ τὸ μὴ δοκεῖν ὑπ' ἀτολμίας προΐεσθαι τὰ δυνατά. καὶ ἄλλα τε παρεσκευάζοντο ἐπιτήδεια πρὸς τὴν τειχομαχίαν, καὶ ὁλκάδας μυριοφόρους συζεύξας δύο καὶ, ὡς μάλιστα ἐνῆν, δοκοῖς μεγάλοις ἐφαρμόσας, ἔπειτα πύργον ξύλινον ἐπέστησεν ἐπὶ τοσοῦτον ὕψους ἥκοντα, ὥστε εἶναι τῶν Γαλατᾶ μετεωρότερον τειχῶν. ὀροφάς τε εἶχε τρεῖς, ἐξ ὧν ἔμελλον ἑστῶτες οἱ ὁπλῖται μάχεσθαι. ἀπὸ δὲ τοῦ πύργου προβεβλημέναι ἦσαν δύο κεραῖαι μέγισται μεγέθει, ἃς ᾤοντο διικνεῖσθαι ἄχρι τῶν τειχῶν, ἐφ' ἃς σανίσιν οἱ δημιουργοὶ, ὥσπερ ἀναβάσεις, θέμενοι, ὁδόν τινα κατεσκεύασαν ἀπὸ τοῦ πύργου φέρουσαν ἐπὶ τὰ τείχη. ᾤοντο δὲ, ὡς, τῶν ἀπὸ τοῦ πύργου μαχομένων ἄδειαν παρεχομένων καὶ ῥᾳστώ 3.195 νην πρὸς τὴν δίοδον, δι' αὐτῆς τῶν εὐψύχων τινὲς συμβαλοῦσι τοῖς ἐπὶ τοῖς τείχεσι καὶ κρατήσουσι βαλλομένους καὶ ἀπὸ τοῦ πύργου. ὃ κἂν προὐχώρησε κατὰ τὴν ἐπίνοιαν αὐτοῖς, εἰ αἱ κεραῖαι ἄχρι ἀφικνοῦντο τῶν τειχῶν. ἀποδέουσαι δὲ ὀφθεῖσαι οὐκ ὀλίγον, ἄπρακτον τὸ μηχάνημα ἐποίουν. ταύτῃ δὲ ὁμοίαν, πλὴν τοῦ πύργου, καὶ Φακεωλάτος ὁ πρωτοστράτωρ κατεσκευάζετο, βασιλέως προστεταχότος, μηχανὴν ἐφ' ὁλκάδος καὶ αὐτὸς μεγάλης. ἐπ' ἄκραις δὲ ἐκεῖνος ταῖς κεραίαις ἐσχάραν ἐπέθηκε ξυλίνην· οὕτω δὲ ἦν ἡ ἐσχάρα κατεσκευασμένη, ὥστε κινεῖσθαι καλωδίοις δή τισι καὶ δοκοῖς, ἐφ' οἷς ἐπέκειτο· ἔπειτα ὕλην συμφορήσας τρέφειν δυναμένην πῦρ, ἐπέθηκε τῇ ἐσχάρᾳ. γνώμην δὲ εἶχεν, ὡς ἑνὶ τῶν Γαλατᾶ πύργων ἐπιθήσων ἐξαφθεῖσαν, ἦσαν γὰρ οὐκ ὀλίγοι ξύλοις ἄνωθεν ἐπεσκευασμένοι, ὥστε διὰ τοῦ πύργου καὶ ταῖς οἰκίαις ἐπελθεῖν τὸ πῦρ, ἀνέμου πνεύσαντος. ἀνύειν δὲ οὐδὲν οὐδ' ἡ ἐκείνου ἐπίνοια ἐδύνατο, ἀποδεουσῶν τῶν κεραιῶν. καὶ τρίτην δὲ οἱ Βενετικοὶ προσεξειργάσαντο, ὥσπερ κλίμακα ἀπὸ τῆς νεὼς ἐπὶ τὰ τείχη τῶν πολεμίων. ἐπεὶ δὲ τὰ ἐκ θαλάττης πάντα ἦσαν παρεσκευασμένα, καὶ ἐκ τῆς ἠπείρου τὰ δέοντα προσεπορίζοντο καὶ κλίμακάς τε κατεσκεύαζον καὶ σιδήρια, οἷς χρῆσθαι ἔμελλον ἐπὶ τῷ τὰ τείχη διορύσσειν, ὕλης τε φάκελοι ἐκομίζοντο ἐφ' ἁμαξῶν, αἷς ἔμελλον πρός τε τὴν διάβασιν τῆς τάφρου χρήσεσθαι, αὐταῖς ἁμάξαις εἰσωθήσαντες, καὶ πρὸς ταῖς πύλαις, εἰ δέοι, ἐνιέναι πῦρ. καὶ 3.196 ἐπεὶ οὐδὲν ἐνέδει ἔτι, ἡ πεζὴ καὶ ἱππικὴ δύναμις ἐξήγετο, ὧν ἐστρατήγει δεσπότης Μανουὴλ Ἀσάνης, ὁ βασιλίδος τῆς Εἰρήνης ἀδελφὸς, ὑποστράτηγον ἔχων τὸν πρωτοστράτορα Φακρασῆν, καὶ περιεστρατοπέδευε Γαλατᾶν. καὶ ἡ ναυτικὴ ἤδη παρεσκεύαστο, ὡς εἰς τὴν ὑστεραίαν ἅμα ἕῳ τοῖς τείχεσιν ἐμβαλοῦντες. καὶ οἱ ἐν Γαλατᾷ δὲ παρεσκευάζοντο, ὡς ἀμυνούμενοι. τάς τε γὰρ ὁλκάδας καὶ τριήρεις, ὅσας εἶχον, κατέδυσαν πρότερον εἰς τὴν θάλασσαν, κατὰ μίαν ἐφεξῆς πρὸ τῶν τειχῶν ἀνάψαντες τοῖς καλωδίοις ἀπὸ τῶν ἐπάλξεων, ὅσον μὴ παντάπασι καταδύεσθαι, ἀλλ' ἀνάγεσθαι εἶεν εὐχερεῖς καιροῦ καλοῦντος, καὶ ἄλλα, ὅσα πρὸς ἀποτροπὴν ἐδόκει λυσιτελήσειν τῶν μηχανημάτων. συνήνεγκε δὲ αὐτοῖς ἐς τὰ μάλιστα τῶν ὁλκάδων ἡ κατάδυσις. αὐταί τε γὰρ ἀνάλωτοι ἦσαν τῷ πυρὶ διὰ τὸ ὕδωρ, καὶ ταῖς πολεμίαις ναυσὶν ἀπόβασιν οὐ παρεῖχον, τάς τε μηχανὰς ἐκώλυον ἐγγὺς τειχῶν ἰέναι. ὁ μὲν οὖν βασιλεὺς μετὰ τῆς ἐκ τῆς ἠπείρου στρατιᾶς διενυκτέρευσεν ἐλθών· πρωτοστράτορα δὲ τὸν Ταρχανειώτην, ὃς τῶν βασιλικῶν τριηρέων ἐστρατήγει, καὶ τὸν τῶν Βενετικῶν ἄρχοντα Νικόλαον ἅμα ἕῳ ἐμβαλεῖν ἐκέλευεν ἀπὸ θαλάττης, ὡς καὶ τῆς πεζῆς καὶ ἱππικῆς δυνάμεως ἐκ τῆς ἠπείρου ἐμβαλούντων. τριήρεις δὲ ἦσαν αἱ σύμπασαι