477
Ῥωμαίων καὶ Λατίνων κατ' ἐκείνην τὴν μάχην δύο καὶ τριάκοντα. συνέβη δὲ τῆς αὐτῆς νυκτὸς ἐκ Βενετίας τριήρη πρὸς Νικόλαον ἀφῖχθαι, ἣ ἐμήνυεν, ἑβδομήκοντα τριήρεις ἐκ Γεν 3.197 νούας ἀνηγμένας ἰέναι ἐπ' αὐτοὺς, ἐκέλευόν τε ἡ βουλὴ καὶ ὁ δοὺξ, πρόνοιαν αὐτοῦ καὶ τῶν τριηρέων ποιεῖσθαι, μὴ ὑπὸ τοῦ πολεμίων στόλου ἐγκαταληφθεὶς ἀπόληται. ὁ γὰρ ἐν Γεννούᾳ δῆμος οὐκ ὀλίγῳ χρόνῳ πρότερον πρὸς τοὺς παρὰ σφίσι πολεμήσαντες δυνατοὺς, τοὺς μὲν ἐξήλασαν, περιγενόμενοι τῶν ἀρίστων καὶ ἀειφυγίαν καταψηφισάμενοι, τοὺς δ' ἀτίμους εἶχον, μήτε βουλῆς ἀξιοῦντες, μήτ' ἀρχῆς μηδεμιᾶς, ἀλλὰ πάντα τρόπον ἐπίεζον καὶ ἐταπείνουν. δημοκρατεῖσθαι γὰρ ἐβούλοντο μᾶλλον, ἢ ὑπ' ἐκείνων ἄρχεσθαι. τοῦ δήμου δέ τινα προστησάμενοι Σίμωνα Μπουκανέγραν προσαγορευόμενον, ἄρχειν ἐφῆκαν τῶν πραγμάτων, καὶ τοῦ δήμου καὶ τῆς βουλῆς συνεπιψηφιζομένης. τοῦ Βενετικοῦ δὲ πολέμου τουτουῒ κεκινημένου, ἐπεὶ ἑώρων ἀντικαθίστασθαι ὄντες ἀδύνατοι αὐτοὶ, μὴ καὶ τῶν δυνατῶν συναιρομένων, οἷα δὴ πολλῶν χρημάτων καὶ μείζονος δεομένου τοῦ πολέμου τῆς παρασκευῆς, τῶν τε φευγόντων ἀρίστων κάθοδον ἐψηφίσαντο καὶ τῆς παρὰ σφίσι μετέδοσαν βουλῆς καὶ τῶν πραγμάτων ἅπτεσθαι ἐκέλευον. οἱ δυνατοὶ δὲ ὁρῶντες, ὡς, ἢν αὐτοὶ πρὸς ὀργὴν τὰς πρὸς τὸν δῆμον διωθῶνται καταλλαγὰς, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ, ἐκείνων διαφθειρομένων ὑπὸ τῶν ἐκ Βενετίας, καὶ αὐτοὺς συγκινδυνεύειν, καὶ δεινὸν ἡγούμενοι καὶ τῶν αἰσχίστων, διὰ τὴν τοῦ δήμου πρὸς αὐτοὺς ἀγνωμοσύνην ἑκοντὶ προδιδόναι τὴν ἐλευθερίαν καὶ δουλεύειν τοῖς πολλῷ χείροσιν αἰσχρῶς καὶ ἀγεννῶς, ὠνείδισαν μὲν τῷ δήμῳ τὴν ἀγνωμοσύνην καὶ τὴν ἀκρι 3.198 σίαν, ὅτι τοὺς ἀρίστους οὕτω προπηλακίζουσιν εὐχερῶς, μηδὲν ἕτερον ἔχοντες ἐγκαλεῖν, ἢ ὅτι βελτίους τῶν πολλῶν εἰσιν, ὑφίσταντο δὲ τὸν πόλεμον προθύμως ὑπὲρ τοῦ κοινοῦ, καὶ χρήματα παρασχόμενοι καὶ ὅπλα καὶ τὴν ἄλλην συντέλειαν, ὅσην ἔδει· τόν τε στόλον τῶν ἑβδομήκοντα νεῶν παρεσκευάσαντο, καὶ Παγανὴν ἐπιστήσαντες στρατηγὸν ἐκ τοῦ τῶν Ὀρίων γένους τὸν ἐπιφανέστατον, καὶ συνέσεως καὶ τόλμης ἕνεκα καὶ ἐμπειρίας ὑπερέχοντα τῶν ἄλλων, ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον. Νικόλαος δὲ ὁ τῶν Βενετικῶν τριηρέων στρατηγὸς, ἐπεὶ ἐπύθετο τὴν περὶ τοῦ τῶν πολεμίων στόλου ἀγγελίαν, καὶ πρότερον ἀτολμότατος πρὸς μάχας ὢν, τότε μᾶλλον ἐξεπέπληκτο καὶ εὐθὺς ἀπεῖδε πρὸς φυγήν· ἵνα δὲ μὴ ἡ παρεσκευασμένη τειχομαχία κωλυθῇ, βασιλεῖ μὲν οὐδὲν ὧν ἐπύθετο ἀπήγγελλε, τὰς σφετέρας δὲ τριήρεις ἔχων καὶ τὴν ἐπὶ τῆς ὁλκάδος μηχανὴν, ὅσον μὴ βάλλεσθαι παρατεταγμένος, μόνον ἐν τοῖς ὅπλοις ἦν, δόκησιν παρέχων, ὡς μαχούμενος, ἔργου δὲ παντάπασιν ἀπείχετο. Ῥωμαῖοι δὲ κατὰ τὸ ἐπίταγμα βασιλέως ἅμα ἕῳ τοῖς τείχεσι προσέβαλον τῶν πολεμίων καὶ ταῖς τριήρεσι καὶ ταῖς ἀπὸ τῶν ὁλκάδων μηχαναῖς. αἱ μὲν οὖν μηχαναὶ τῶν τειχῶν μὴ ἐφικνούμεναι, ἄπρακτοι ἐλείποντο. ὅμως ἐγγὺς γενόμενοι οἱ ἐν αὐταῖς ὁπλῖται ἔβαλλον τοὺς ἀπὸ τῶν τειχῶν καὶ πλείστους ἐτραυμάτισαν· ὁμοίως καὶ οἱ ἀπὸ τῶν τριηρέων. ἐτραυματίσθησαν δὲ οὐκ ὀλίγοι καὶ ἀπὸ τῶν βασιλικῶν, καὶ ἔπεσόν τινες. ἐτρώθη 3.199 δὲ καὶ ὁ στρατηγὸς Ταρχανειώτης τὸν δεξιὸν ἀγκῶνα βέλει, καὶ διήλασεν ἀμφοτέρας τὰς ἐπιφανείας, καίτοι τεθωρακισμένον· μετὰ τοσαύτης προσέπεσε τῆς ῥύμης· ἐξ οὗ μάλιστα μὲν ἦλθε τοῦ ἀποθανεῖν ἐγγὺς, προνοίᾳ δὲ θεοῦ περιεσώθη, πολλὰς καὶ ἀνυποίστους ἀλγηδόνας ἐνεγκών· μόλις γὰρ ἐν ἔτεσι δυσὶν οὐλὴν ἐδέξατο τὸ τραῦμα. βασιλεύς τε ἐκ τῆς ἠπείρου προσβάλλειν τε ἐκέλευε τῇ στρατιᾷ καὶ τῇ τάφρῳ ἐμβάλλειν τὰς ἁμάξας, ὡς ἂν τοῖς τείχεσι τὰς κλίμακας ἐρείσωσι, διαβατῆς γεγενημένης. καὶ ἐνέβαλλον οὐ πάσας. ἔτι δὲ τοῖς στρατιώταις περὶ ταῦτα ἠσχολημένοις, οἱ ἐν Γαλατᾷ τὴν ἐκ θαλάττης μάχην ἀποσκευασάμενοι, ἔθεον ἐπὶ τὸ μάλιστα πονοῦν τῶν κατὰ τὴν ἤπειρον τειχῶν, καὶ τὰς πύλας διανοίξαντες, ἐξεχέοντο καὶ πῦρ ἐνίεσαν τῇ ὕλῃ καὶ πᾶσαν κατέφλεξαν αὐταῖς ἁμάξαις. ἐτραυμάτισαν δὲ καὶ ἀπὸ τῶν τειχῶν βάλλοντες πολλοὺς ἀνθρώπους τε καὶ