478
ἵππους· οὐκ ἐλάττους δὲ καὶ αὐτῶν ἐτραυματίσθησαν. ὁ βασιλεὺς δὲ ἤδη τὴν ἐπιχείρησιν ὁρῶν ἀδύνατον, καίτοι καὶ πρότερον εἰδὼς, ἀπήγαγε τὴν στρατιὰν, καὶ τὴν μὲν πεζὴν ἐκέλευεν ἀναχωρεῖν αὐτίκα, αὐτὸς δὲ τὴν ἵππον ἔχων ἔμεινεν ἐπὶ τοῦ στρατοπέδου καὶ ηὐλίσατο τὴν νύκτα. εἰς τὴν ὑστεραίαν δὲ ὡπλισμένην ἀγαγὼν τὴν στρατιὰν, ἔστησε πρὸ τῶν Γαλατᾶ πυλῶν ἐφικανὸν, οὐδεὶς δὲ Λατίνων ἀντεπεξῆλθεν, οὐδὲ βέλος ἀφῆκεν ἐπ' αὐτούς. ἐκεῖθεν δὲ, ἐπεὶ μηδεὶς ἀντεπεξῄει, εἰς Βυζάντιον ἀνέ 3.200 στρεφε. Νικόλαος δὲ ὁ τῶν Βενετικῶν ἄρχων τὴν αἰτίαν ἀποκρύψας, δι' ἣν τῆς τε μάχης ἀπέσχετο παντάπασι καὶ βούλοιτο ἀναχωρεῖν, μόνον δὲ τοῦτο εἰπὼν, ὡς παρὰ τῆς βουλῆς καὶ τοῦ δουκὸς ἀποπλέειν κελευσθείη, πρὸς Βενετίαν ἀπεχώρει συνταξάμενος, τὸν πρὸς τοὺς ἐκ Γεννούας πόλεμον μόνῳ βασιλεῖ καταλιπὼν, ὃς τριήρεσί τε ἐκ θαλάττης ἐπολιόρκει ταῖς ἰδίαις καὶ ἐκ τῆς ἠπείρου συχνὰς ἐποιεῖτο τὰς ἐφόδους, πέμπων στρατιὰν, καὶ πάντα ἔπραττεν, ἐξ ὧν ἐκείνους πάσχειν ἦν κακῶς, καὶ ἔβλαπτεν οὐ μέτριά τινα. Νικόλαος δὲ πρὸς Βενετίαν ἀποπλέων, τῷ τῶν πολεμίων στόλῳ περιέτυχε, προαισθόμενος δὲ ἔφευγεν, ᾗ τάχους εἶχεν, ἐπεδίωκόν τε οἱ πολέμιοι, φθάσας δὲ αὐτοὺς πρὸς τῇ κατὰ τὴν Εὔβοιαν πολίχνῃ, ἣ αὐτοῖς ἐστιν ὑπήκοος, τάς τε τριήρεις διέσωσεν οὐδεμίαν ἀπολέσας, καὶ περιεποίησε τὴν πολίχνην, ῥᾷστα ἂν ἑαλωκυῖαν, εἰ μὴ φθάσαντες αὐτοὶ εἰσῆλθον. κζʹ. Ἐν τούτοις δὲ τῶν πραγμάτων ὄντων, καὶ ὁ τῶν βασιλέων πόλεμος αὖθις ἤρχετο καὶ ἐλάμβανεν αἰτίας οὐ μικράς. οἱ γὰρ ἐν Θεσσαλονίκῃ μετὰ βασιλέως ὑπολελειμμένοι τοῦ νέου Ἰωάννου οὐκ ἠγάπων τοῖς παροῦσιν, ἀλλὰ νεωτέροις ἐπεχείρουν καὶ βασιλέα τὸν νέον ἐξεπολέμουν βασιλεῖ τῷ κηδεστῇ, καίτοι οἱ πολλῆς εὐμενείας παρὰ Καντακουζηνῷ τῷ βασιλεῖ τυγχάνοντες καὶ τῶν εὔνων καὶ οἰκείων μάλιστα δοκοῦντες εἶναι. ἔφασαν γὰρ ἀγανακτεῖν ὑπὲρ αὐτοῦ ἀδικουμένου καὶ τῆς πατρῴας ἡγεμονίας ἀπο 3.201 στερουμένου. καὶ γὰρ οὐ τοῦτο μόνον εἶναι τὸ δεινὸν, ὅτι σύμπασαν ἐκεῖνος ἔχων τὴν ἀρχὴν, ὄνομα μόνον βασιλείας καταλέλοιπεν αὐτῷ κενὸν πραγμάτων, ἀλλὰ καὶ ὥσπερ ὑπερορίαν καταψηφισάμενος, ἀγαγὼν ἐν μέσοις πολεμίοις καταλέλοιπεν, οὐδεμιᾶς προνοίας ἀξιώσας, ὥσπερ ἐπηγγέλλετο ἀπαίρων, ἀλλὰ πολέμους προφασιζόμενος, τὴν Ῥωμαίων κάθηται αὐτὸς ἡγεμονίαν ἔχων, αὐτὸν δὲ ὥσπερ τι τῶν ἀχρήστων προεῖτο, ἢ ὑπὸ Τριβαλῶν ἐκπολιορκηθησόμενον, ἢ προδοθησόμενον ὑφ' οὕτως ἀτάκτου δήμου καὶ τολμῶντος πάντα εὐχερῶς· ἃ χρὴ συνορᾷν αὐτὸν καὶ σκοπεῖν, ὅπως τῆς πατρῴας αὖθις ἐγκρατὴς γένοιτο ἀρχῆς ῥᾷστά γε δυνάμενος· Κράλης τε γὰρ δυνάμει πάσῃ βοηθήσει, ἐν τοῖς πολεμιωτάτοις ἐκεῖνον ἄγων καὶ βουλησόμενος αὐτῷ μάλιστα συναίρεσθαι, καὶ αὐτοὶ ὑπὲρ αὐτοῦ πάντα κίνδυνον ὑπομενοῦσι καὶ προθύμως συναγωνιοῦνται καὶ χρήμασι καὶ ὅπλοις καὶ σώμασι· καὶ μὴ κατοκνεῖν πρὸς τὴν ἐπιχείρησιν παρῄνουν. ἐνήγοντο δὲ ἐκεῖνοι πρὸς τὸ κινεῖν τῶν βασιλέων πρὸς ἀλλήλους πόλεμον οὐχ ἧττον μὲν καὶ τρόπων φαυλότητι καὶ μοχθηρίᾳ, ᾗ καὶ πρὸς τὰ αἴσχιστα ἐξήγοντο ἑτοίμως, μάλιστα δὲ καὶ χρήμασι διεφθάρησαν πρὸς Κράλη, εἰ τὸν πρὸς ἀλλήλους Ῥωμαίων αὖθις πόλεμον κινοῖεν. οἷς ὁ νέος βασιλεὺς, ἅτε δὴ πρὸς πανουργίας καὶ διαφθορὰς καὶ βίων καὶ λόγων παντάπασιν ἀπείρως ἔχων καὶ δίκαια βουλεύεσθαι καὶ συμφέροντα νομίσας καὶ τὴν σπουδὴν ὑπὲρ 3.202 αὐτοῦ ποιεῖσθαι, ἐπείθετό τε καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἔταττε τοὺς πολεμιωτάτους ὡς ἀληθῶς καὶ κέρδους μικροῦ καὶ λήμματος αὐτόν τε καὶ σύμπασαν ἡγεμονίαν προδιδόντας, καὶ ἐσκέπτετο σὺν αὐτοῖς, ὅθεν τε καὶ ὅπως τὸν πρὸς βασιλέα τὸν κηδεστὴν πόλεμον ἀνακινοίη. ἐδόκει δὴ δεῖν, πρὶν ἔκπυστα γενέσθαι τὰ βεβουλευμένα, Ἀσάνην τὸν Ἀνδρόνικον ἀφιστᾷν Θεσσαλονίκης. ὑπώπτευον γὰρ ἐκεῖνον τὰ μέγιστα ἐναντιώσεσθαι, οὐ μόνον ἀντικαθιστάμενον πρὸς τἄλλα, ἀλλὰ καὶ βασιλεῖ τῷ νέῳ παραινοῦντα τῶν ἀτόπων ἀπέχεσθαι ἐπιχειρήσεων καὶ μὴ διαφθείρειν τὴν ἡγεμονίαν ἑκοντὶ, ἧς ἔσοιτο κύριος μετὰ μικρὸν, εἰ πρὸς βασιλέα τὸν κηδεστὴν εὐγνωμονοίη. καὶ προσελθόντες ἐν