479
προσχήματι φιλίας πρῶτα μὲν ὅρκους ἀπῄτουν, ὥστε καταδήλους μὴ ποιεῖν, μέλλοντας ἐκκαλύπτειν τὰ μάλιστα ἀπόῤῥητα τῷ νέῳ βασιλεῖ. ἔπειτα, ἐπεὶ ἐλάμβανον τὰς πίστεις καὶ ἦσαν ἐν πεποιθήσει δῆθεν, βασιλέα τὸν νέον ἔλεγον συνθέσθαι Κράλῃ ἐπὶ τῷ πόλεμον κινεῖν κατὰ βασιλέως τοῦ κηδεστοῦ, καὶ οὐδενὸς ἔτι ἐνδεῖν πρὸς τὰς συμβάσεις, Κράλην δὲ προθυμότατα μὲν ἐθέλειν βασιλεῖ τῷ νέῳ συμμαχεῖν καὶ πᾶσαν ὑπὲρ αὐτοῦ καὶ σπουδὴν ἐνδείκνυσθαι καὶ προθυμίαν, δεινὸν δὲ ὄντα ταράξαι καὶ συγχέαι πράγματα καὶ χρήσασθαι προσηκόντως τοῖς καιροῖς καὶ τοῦτ' ἐπινενοηκέναι, ἵν' ἀσυμβάτως μᾶλλον ἔχειν παρασκευάσῃ τοὺς βασιλέας, τὸ σὲ βούλεσθαι ὥσπερ ὅμηρον λαβεῖν· καὶ σκήπτεται δῆθεν ἀπιστεῖν τῷ νέῳ βασιλεῖ, 3.203 μὴ τῇ στρατιᾷ ἐπιβουλεύσει, ἣν παρέξει συμμαχήσουσαν, καὶ διαφθερεῖ, τὰς διαφορὰς διαλυσάμενος πρὸς βασιλέα. ὧν ἕνεκα ἐγκείμενος βασιλεῖ τῷ νέῳ σὲ λαβεῖν αἰτεῖ. βασιλεὺς δ' ἐπεὶ ἔγνω τὸν πόλεμον κινεῖν καὶ μάλιστα τῇ Τριβαλῶν προσέχειν συμμαχίᾳ, συνέθετο ἐξ ἀνάγκης ἐκδιδόναι. ἃ σκέπτεσθαι χρεὼν καὶ μηχανήν τινα ἐξευρίσκειν, ἐξ ἧς αὐτός τε καὶ τὰ παρόντα πράγματα διασωθήσεται. ἐκεῖνοι μὲν οὖν οὕτω πιθανὴν συσκευασάμενοι προσῆγον τὴν ἐπιβουλὴν, Ἀσάνης δὲ ἀγνοήσας τὴν ἀπάτην, ᾔδει γὰρ ἐκείνους πρότερον τὰ Καντακουζηνοῦ τοῦ βασιλέως μᾶλλον ᾑρημένους, ἄλλως θ' ὅτι καὶ φῆμαι πάντοθεν προσέπιπτον αὐτῷ καὶ βασιλεὺς ὁ νέος ἐμηνύετο πόλεμον βούλεσθαι κινεῖν πρὸς βασιλέα τὸν κηδεστὴν, ἐπίστευέ τε τοῖς εἰρημένοις καὶ σφοδρῶς ἐθορυβεῖτο, χάριν δὲ πολλὴν ὁμολογῶν αὐτοῖς τῆς εἰς βασιλέα καὶ αὐτὸν εὐνοίας, ἔπειτα ἐδεῖτο καὶ τρόπον ὑποθέσθαι, οἷ τραπόμενος τὰ προσδοκώμενα ἐκφεύξεται κακά. οἱ δ' οὐδὲν ἔφασαν λυσιτελέστερον, ἢ τάχιστα ἀπαίρειν εἰς Βυζάντιον, ὡς ἅμα τε ἐν τούτῳ ἐκφευξόμενον τὸν κίνδυνον καὶ βασιλεῖ δηλώσοντα περὶ τῶν πραττομένων, ἵν' αἰσθόμενος τὸν κίνδυνον ἐκεῖνος, ὀξεῖαν τὴν βοήθειαν ποιοῖτο καὶ μὴ παρέργως, μηδὲ ῥᾳθύμως οἰόμενος κινδύνων ἔξω τὰ τῇδε πράγματα ἑστάναι. ἢν δ' ὁ νέος βασιλεὺς ἐπιχειρῇ κατέχειν, ἀλλ' αὐτοὺς συμπράξειν τὰ μέγιστα πρὸς τὴν ἀποδημίαν, παραινοῦντας αὐτῷ καὶ πείθοντας μηδὲν πρὸς βίαν πράττειν, 3.204 μηδ' ἐνίστασθαι πρὸς τὴν ὁρμήν. τοιαῦτα μὲν ἐκεῖνοι ἔπεισαν ἐξαπατήσαντες, Ἀσάνης δὲ, ἐπεὶ τριήρης παρεσκευασμένη ἔτυχεν ἐκεῖ, δείσας τὰ ἠπειλημένα, ἀπέπλεεν εἰς Βυζάντιον καὶ ἀπήγγειλε βασιλεῖ, ὅσα παρ' ἐκείνων πύθοιτο, ἰσχυρίζετό τε, ὡς βασιλεὺς ὁ νέος πρὸς τὸν πόλεμον ἐκτραπείη φανερῶς. ἐκεῖνοι δὲ οἱ πράττοντες τὸν πόλεμον, ἐπεὶ Ἀσάνης ἀπεχώρει, πολλῆς ἐπιλαβόμενοι ἀδείας, πείθουσι τὸν νέον βασιλέα πρεσβείαν ποιήσασθαι πρὸς Κράλην. ὁ δ' ἐδέχετο ἀσμένως καὶ μεγάλα ἐπηγγέλλετο, καὶ στρατιᾷ ἐπαγγελλόμενος καὶ χρήμασι καὶ πάσῃ δυνάμει βοηθήσειν ἐπὶ βασιλέα τὸν κηδεστὴν καὶ τὴν ἀφῃρημένην ἀνασώσεσθαι ἀρχὴν, ἔπραττέ τε πάντα καὶ ὑπετίθει, ὅσα ᾤετο τὸν πρὸς ἀλλήλους τῶν βασιλέων πόλεμον τηρήσειν ἄλυτον, συμβάσεις πρότερον πρὸς βασιλέα θέμενος, ἃς ἐνόμιζε μάλιστα αὐτῷ πρὸς τὴν ἀρχὴν λυσιτελεῖν. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς δεινὰ ἐποιεῖτο τὰ ἀπαγγελλόμενα, ἐμηνύετο γὰρ παρὰ τῶν φίλων κρύφα ὁσημέραι, καὶ δεῖν ᾤετο ἐκεῖ παραγενόμενον, διαλύειν τὰς ἐπ' αὐτὸν συστάσεις. τοῦ Λατινικοῦ δὲ τότε ἀκμάζοντος πολέμου, οὔτ' ἀφίστασθαι ἐξῆν, οὔθ' ἑτέραν δύναμιν παρασκευάζειν, ὡς τῆς παρεσκευασμένης ἀναγκαίως πρὸς τὸν πόλεμον κατεχομένης. ἐπεὶ δὲ αὐτὸν ἐπὶ Μακεδονίαν ἀδυνάτως πλέειν ἔχοντα ἑώρα, Ἄνναν τὴν βασιλίδα ἔπεμπε πρὸς τὸν υἱὸν, ὡς πείσουσαν ἀποσχέσθαι τῶν ἀτόπων καὶ διαλλάξουσαν αὐτῷ, οὐκ ἀγνοεῖν φά 3.205 μενος πρὸς ἐκείνην οὔτ' αὐτὴν, οὔθ' ἕτερον οὐδένα, οἵων κακῶν αἴτιος καὶ συμφορῶν ὁ συγγενικὸς κατέστη πόλεμος Ῥωμαίοις, οὐ τοῖς ἀρχομένοις μόνον, ἀλλὰ καὶ τοῖς ἄρχουσιν αὐτοῖς. οὗ καταλυθέντος διὰ χρόνου, καὶ τῶν τε κοινῶν καὶ ἰδιωτικῶν πραγμάτων πάντων πρὸς τὸ βέλτιον μεταδιδόντων, βάσκανός τις δαίμων ἠρεμεῖν οὐκ εἴασεν, ἀλλ' αὖθις φθόρους ἀνθρώπους καὶ συκοφάντας ἀναστήσας καὶ τρόπων οὐδὲν ἄμεινον