480
φαυλότητι διακειμένους τῶν προτέρων, χαλεπώτερον πόλεμον ἀνακινεῖν ἐπιχειρεῖ. βασιλέα γὰρ τὸν υἱὸν πολλὰ καταψευσάμενοι καὶ παραγαγόντες, οἷα νέον καὶ τῶν πανουργιῶν καὶ τῶν δόλων καὶ τῶν ἐφ' ἑκάτερα μεταβολῶν τῶν ἀνθρώπων ἄπειρον παντάπασιν, ἔπεισαν προσέχειν σφίσιν, ὡς φιλοῦσι καὶ κηδομένοις καὶ πάντα πράττουσιν ὑπὲρ αὐτοῦ, ὅπως τὴν πατρῴαν ἀνασώσωνται ἀρχὴν, δυσμενέστατοι ὡς ἀληθῶς ἐκείνῳ τε καὶ πᾶσι Ῥωμαίοις ὄντες, ἐμὲ δὲ ἐπίβουλον ἡγεῖσθαι καὶ πολέμιον τὸν ὡς ἀληθῶς φιλοῦντα καὶ πάντα πραγματευόμενον, οὐχ ὥστε μόνον τὴν πατρῴαν ἡγεμονίαν ἔχειν, ἀλλὰ καὶ μείζω καὶ βελτίω, ἂν ἐξῇ. καὶ πολέμου ἤδη ἦρξε, συμβάσεις θέμενος πρὸς Κράλην ἐπὶ τῷ στρατιὰν ἐκεῖθεν λαβὼν Τριβαλικὴν ἐμοὶ ἐπάγειν· ἃ οὔτ' ἐκείνῳ οἴομαι λυσιτελήσειν, οὔτε τοῖς ὑπηκόοις, οὔθ' ἡμῖν. τὰ μὲν οὖν προσδοκώμενα δεινὰ οὕτω χαλεπά· οἴομαι δὲ οὐδένα ἕτερον ταῦτα δυνήσεσθαι ῥᾷστα διαλύσειν, ἢ ἡμᾶς. εἰ μὲν οὖν μὴ ὁ παρὼν οὑτοσὶ Λατινικὸς πόλεμος 3.206 ἄκουσιν ἐπέκειτο ἡμῖν, ῥᾷστα ἂν αὐτὸς διέλυσα τὰς συστάσεις ἐπελθὼν, οὐχ ὅτι γε ὀφθεὶς τοῖς ἐπιβουλεύουσιν ἐκείνοις καὶ τὸν πόλεμον κινοῦσιν, ἀλλὰ καὶ ἀκουσθεὶς μόνον, ὅτι ἐπ' αὐτοὺς βαδίζειν ὥρμημαι. οὐ γὰρ ἂν ὑπέμειναν μὴ οὐχὶ κυνῆν, ὅ φασιν, ᾅδου ὑποδύντες διαδιδράσκειν τὸν κίνδυνον πειρᾶσθαι. ἐπεὶ δ' ἀνάγκην ἔχω πρὸς τὴν παρασκευαζομένην αὐτὸς παρεῖναι μάχην, δέον αὐτὴν εἰς Θεσσαλονίκην ἀποπλεύσασαν διαλύειν τὰς διαφορὰς καὶ τὸν προσδοκώμενον πόλεμον παύειν, διδάξασαν μὲν τὸν υἱὸν, ὅσῳ χαλεπὸν τὴν ἡγεμονίαν αὐτὸν ἑκόντα διαφθείρειν, ἧς μετὰ μικρὸν ἔσται κύριος αὐτὸς ἄνευ πολέμων καὶ πραγμάτων, αὐτὸς γὰρ, εἰ μὴ ὁ πρὸς Τριβαλοὺς πόλεμος κεκίνητο, καὶ νῦν ὁ Λατινικὸς οὑτοσὶ ἀκουσίως ἐπελθὼν, πάλαι ἂν ἐκείνῳ ἐνεχείρισα τὰ πράγματα, μοναχῶν σχῆμα ὑποδὺς αὐτὸς, ὥσπερ καὶ μικρὸν αὖθις ὕστερον παρεσκεύασμαι ποιεῖν, τοὺς δὲ στασιαστὰς ἐκείνους καὶ τὴν κοινὴν Ῥωμαίων δυστυχίαν πράττοντας ἐπιπλήττουσαν καὶ ἀπειλοῦσαν τὰ δεινότατα καὶ πάντα τρόπον πειρωμένην ἀφιστᾷν τῆς μοχθηρίας. τοιαῦτα μὲν Καντακουζηνὸς ὁ βασιλεὺς πρὸς Ἄνναν τὴν βασιλίδα διειλέχθη, πείθων πρὸς Θεσσαλονίκην ἀποπλέειν ἐπὶ τῷ τὴν κινουμένην ἤδη στάσιν διαλύειν· ἡ δὲ πρῶτα μὲν ἠρέμα καθήπτετο βασιλέως, ὡς οὐ πειθομένου τὰ βέλτιστα παραινούσης καὶ δεομένης, μὴ καταλείπειν ἐν Θεσσαλονίκῃ μόνον τὸν υἱὸν, ἔτι νέον ὄντα καὶ ῥᾳδίως δυνάμενον ἐξαπατᾶσθαι καὶ 3.207 ἐξάγεσθαι τοῦ μετρίου, καὶ ταῦτα τοῖς πονηροτάτοις συνδιατρίβοντα ἐκείνοις, οἳ κἂν καὶ τοῦ δεινοτάτου περιγένοιντο καὶ πολλὴν πεῖραν τῶν πανουργιῶν αὐτῶν καὶ τῶν δόλων ἐσχηκότος, πολλαῖς ἀπάταις χρώμενοι καὶ κολακείαις. ἐπεὶ δ' οὕτω συνεσκευάσθη, καὶ τὰ μὴ λυσιτελοῦντα μᾶλλον αἱρετώτερα ἐφάνη, προθύμως ἐπὶ τὸν υἱὸν πλευσοῦμαι, εἶπε, καὶ πάντα διαλύσω τὰ δυσχερῆ ὀφθεῖσα. καὶ ὁ βασιλεὺς, ἐπεὶ ἐπείθετο, τριήρεις παρέσχετο ἐκ τῶν ἐφωπλισμένων, καὶ κατέπλεεν εἰς Θεσσαλονίκην. γενομένη δὲ ἐκεῖ, τόν τε πόλεμον εὕρισκε λαμπρῶς ἐξαφθέντα ἤδη, πᾶσαι γὰρ αἱ πρὸς Κράλην συμβάσεις ἀπηρτισμέναι ἦσαν, ἐφ' αἷς ἔδει συμμαχεῖν τῷ νέῳ βασιλεῖ, καὶ Κράλης αὐτὸς μετὰ τῆς γυναικὸς ἐγγὺς ἐστρατοπεδεύοντο Θεσσαλονίκης, τὸν πρὸς ἀλλήλους τῶν Ῥωμαίων πόλεμον ἐπισπεύδοντες. πάνυ γὰρ ἐδόκει σφίσι λυσιτελεῖν Καντακουζηνὸν τὸν βασιλέα δεδιόσι, καὶ μεγάλας ἐπεδείξαντο πρὸς βασιλέα τὸν νέον τὰς φιλοτιμίας, βουλόμενοι πείθειν αὐτὸν ἐκ τούτου, ὡς φιλοῦσί τε καὶ κήδονται αὐτοῦ ἀδικουμένου. τοὐναντίον δ' ἅπαν ἐσπουδάζετο. ὑπὲρ γὰρ τοῦ πολλῶν καὶ μεγάλων ἀποστερεῖν φαῦλά τινα καὶ οὐδενὸς ἄξια παρεῖχον. ταῦτα μὲν οὖν ἅπαντα ἀραχνίων δίκην διέλυεν ἡ βασιλὶς ἐπιφανεῖσα. τῷ τε γὰρ υἱῷ τὰ δέοντα παρῄνει καὶ ἔπειθεν εἰδότα τιμᾷν γο 3.208 νέας καὶ πάντα ὑπείκειν, ὅσα ἐκεῖνοι, πάντων μάλιστα φιλοῦντες, συμβουλεύουσι, καὶ πρὸς τοὺς στασιαστὰς ὀργῇ ἐφέρετο καὶ ἐξεφόβει καὶ κατηνάγκαζεν ἀπέχεσθαι τῶν ἀτόπων, τὰ ἔσχατα διαθήσειν ἀπειλοῦσα. πρός τε Κράλην ἐξελθοῦσα καὶ διαλεχθεῖσα μετὰ τῆς γυναικὸς, ἀδίκοις