481
καὶ παρανόμοις ἀπεδείκνυεν ἐπιχειροῦντας, καὶ κεραυνοὺς ἐπανετείνετο καὶ ἄλλας ἐξ οὐρανοῦ πληγὰς, ὅτι πρὸς τῷ Ῥωμαίους τοσαῦτα ἀδικεῖν ἐπιορκοῦντας καὶ παρασπονδοῦντας ἔτι καὶ πολέμους αὐτοῖς ἐμφυλίους ἐπεγείρουσιν, ἐξ ὧν ἐκεῖνοι μὲν διαφθαρήσονται ἀλλήλοις περιπίπτοντες, αὐτοῖς δ' ἐξέσται τὴν ἐκείνων καρποῦσθαι ἀδεῶς· καὶ τέλος ἔπειθεν ἀποχωρεῖν ἀπράκτους, ὥσπερ αἰσχυνθέντας φανερῶς τῶν εἰργασμένων τὴν ἀτοπίαν. βασιλεὺς δὲ ὁ νέος βασιλίδι μὲν τῇ μητρὶ ἐπείθετο τὰ βέλτιστα παραινούσῃ, Αἶνον δὲ ᾐτεῖτο παρὰ βασιλέως τοῦ κηδεστοῦ καὶ τὰς τῆς Χαλκιδικῆς πόλεις, ἃς Ματθαῖος ὁ τοῦ βασιλέως υἱὸς εἶχεν, ὥστε αὐτῷ ἰδίαν ἡγεμονίαν εἶναι, πάντα μέντοι αὖθις ὑπείκειν βασιλεῖ τῷ κηδεστῇ. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἐπεὶ ἐπύθετο τὴν ἀξίωσιν τοῦ νέου βασιλέως, θαυμάζειν μὲν ἔφασκεν αὐτοῦ, εἰ τοῦ παντὸς κύριος μετὰ μικρὸν ἐσόμενος, ὀλίγων τινῶν ἄρχειν βούλεται ὑπὸ μικροψυχίας, ὅμως παρείχετο ἑτοίμως, καὶ αὐτόν τε ἐκέλευε τοὺς παραληψομένους τὰς πόλεις πέμπειν· κἀκεῖνος ἔπεμπε τοὺς παραδώσοντας. 3.209 ὁ μὲν οὖν προσδοκώμενος τῶν βασιλέων πόλεμος οὕτω τότε διελύθη ὑπὸ βασιλίδος Ἄννης. κηʹ. Παγανὴς δὲ ὁ τῶν ἐκ Γεννούας στρατηγὸς νεῶν, ἐπεὶ ὑστέρει πρὸς τὴν δίωξιν, καὶ αἱ ἐκ Βενετίας μετὰ Νικολάου νῆες ἦσαν ἐν ἀσφαλεῖ, Εὐβοίᾳ καὶ αὐτὸς προσχὼν, Νικόλαον ἐπολιόρκει καὶ τειχομαχίας ἐποιεῖτο πολλὰς καὶ καρτεράς. ἤνυε δὲ οὐδὲν, εὐρώστως τῶν ἔνδοθεν ἀμυνομένων, ὄντων ἀξιομάχων. ἐπεὶ δ' ἐπιχειροῦντες ἀδυνάτοις συνεώρων, ἄραντες ἐκεῖθεν, ἔπλεον ἐπὶ Ῥωμαίους. ἤδη γὰρ ἦσαν πεπυσμένοι, ὡς καὶ βασιλεὺς εἴη πολέμιος αὐτοῖς καὶ πολιορκοίη Γαλατᾶν. προσχόντες δὲ τῇ κατὰ Θρᾴκην Ἡρακλείᾳ καὶ ὁρμισάμενοι ἐπ' ἀγκυρῶν τὴν νύκτα, εἰς τὴν ὑστεραίαν ἀνήγοντο ὡς εἰς Βυζάντιον πλευσούμενοι· ἀνέμων δὲ σφοδρῶν ἀντιπνευσάντων, ἀναστρέψαντες αὖθις ἐπὶ μοίρᾳ κακῇ τῶν Ἡρακλεωτῶν, τῷ σφῶν λιμένι προσέσχον καὶ ἀπέβαινον· διεσκεδάννυντό τε πρὸς λαχανισμὸν οἱ ναῦται ἐν τοῖς πρὸ τῆς πόλεως κηπίοις, ὧν ἐξ ἐφόδου οἱ Ἡρακλεῶται δύο συλλαβόντες, ἀπέτεμον τὰς κεφαλὰς αὐτίκα, οἱ δὲ ἐν ταῖς τριήρεσιν ὀργῇ φερόμενοι ὑπὲρ τῶν ὁμοφύλων ἐχώρουν πρὸς τὰ ὅπλα καὶ ἐδέοντο τοῦ στρατηγοῦ ἐπάγειν σφᾶς τῇ πόλει, ποινὰς τῆς ἀδικίας ληψομένους. Παγανὴς δὲ καταστέλλειν ἐπειρᾶτο καὶ ἀποτρέπειν τῆς τειχομαχίας, οὐ σωφρονούντων εἶναι φάσκων ἐπὶ δυσὶ τοῖς ἀπολλυμένοις καὶ πολλοὺς προσαπολλύειν ἄλλους, τείχεσι προσβάλλοντας, οἷ πολλοὺς ἀνάγκη ἀποθνήσκειν ἡμῶν τε καὶ τῶν πολεμίων. τοὺς 3.210 μὲν γὰρ οἱ πεσόντες παραβλάψουσιν οὐδὲν, ἑτέρους δυναμένους ἐκ τῶν ἄλλων ἄγειν πόλεων καὶ πλείους καὶ βελτίους· ἐφ' ἡμῶν δὲ οὐχ ὁ ἴσος λόγος. ἂν γὰρ ἀποβάλωμέν τινας τῶν ὄντων, ἑτέρους ἀντεισάγειν ἐξέσται οὐδαμόθεν, καὶ συμβήσεται ἡμῖν τὴν δύναμιν ἀσθενεστέραν εἶναι, ἣν δεῖ φυλάττειν σώαν μάλιστα καὶ ἄθικτον, μέλλοντας πρὸς δύναμιν τοσαύτην Ῥωμαίων ὁμοῦ καὶ Κατελάνων καὶ τὴν ἐκ Βενετίας μάχεσθαι. ταῦτα δὲ ἔλεγεν ὁ στρατηγὸς, ἅμα μὲν καὶ σώφρονος καὶ ἄρχειν ἐμπείρου κεχρημένος λογισμοῖς, ἅμα δὲ καὶ τὰ Ῥωμαίων οὐ βουλόμενος κακοῦν διὰ τὴν πρὸς Καντακουζηνὸν τὸν βασιλέα εὔνοιαν· ἦν γὰρ τῶν φίλων. Παγανὴς μὲν οὖν οὕτω πείθειν ἐπειρᾶτο τὸ στρατόπεδον ἀπέχεσθαι τῆς πρὸς Ἡρακλεώτας μάχης, οἱ δ' οὐκ ἐπείθοντο, ἀλλ' ἠγανάκτουν κωλυόμενοι. Μαρτῖνος δὲ Ντεμόρω, τριήρεως ἄρχων καὶ αὐτὸς, εἰς μέσους παρελθὼν, ἐμαρτύρετο ἀδικεῖν καὶ προδιδόναι σφᾶς τὸν στρατηγόν. τὴν μὲν γὰρ τοσαύτην παρασκευὴν καὶ τὴν δαπάνην οὐδενὸς ἑτέρου γεγενῆσθαι, ἢ ὅπως κακώσουσι τὰ πολεμίων· νυνὶ δὲ δυναμένους μάλιστα τὴν Ἡράκλειαν ὅπλοις κατασχεῖν καὶ τά τε Ῥωμαίων διαφθείρειν καὶ αὐτοὺς τὰ μέγιστα ὠφελεῖσθαι, διὰ τὴν πρὸς βασιλέα εὔνοιαν κωλύεσθαι ὑπὸ τοῦ στρατηγοῦ· ἐκέλευέ τε τὸν γραμματέα τὰ εἰρημένα γράφειν, ὡς ἐπὶ τοῦ δήμου σφῶν καὶ τοῦ δουκὸς γραψόμενος τὸν στρατηγὸν ἠδικηκότα δημοσίᾳ. τοιαῦτα μὲν ἠπείλησε Μαρτῖνος· δείσας δὲ ὁ 3.211 στρατηγὸς, μὴ ἐπὶ τοῦ δήμου κατηγορηθεὶς ἁλίσκηται καὶ δίκας τὰς