482
ἐσχάτας δῷ, ἐφῆκε τὴν τειχομαχίαν. καὶ αὐτίκα πᾶν τὸ στράτευμα τῶν τριηρέων ἐξεχεῖτο ὡπλισμένον, καὶ περισχόντες τὴν πόλιν ἐτειχομάχουν· πολλαχῇ δὲ τῶν πρὸς τὴν ἤπειρον τειχῶν ὄντων εὐαλώτων, οὐ γὰρ ἤλπισαν ἐπιθήσεσθαί τινα ἐκ τῆς ἠπείρου, καὶ τῶν πολιτῶν ἀόπλων καὶ ἀπαρασκεύων καὶ πρὸς τοσαύτην δύναμιν ἀντισχεῖν οὐ δυνηθέντων, ἡλίσκετο ἡ πόλις τοῖς Λατίνοις κατακράτος, καίτοι παρ' αὐτὴν τὴν πρὸς τὰ τείχη προσβολὴν ἔκ τε Βυζαντίου στρατιὰ ἱππέων ἧκεν, ἣν ἔπεμψεν ὁ βασιλεὺς ὑπὲρ τῆς πόλεως ἀμυνουμένην, ὑπώπτευσε γὰρ τὸ μέλλον, ὡς ἐπύθετο τὸν στόλον πρὸς Ἡράκλειαν κατάραντα, καὶ Νικηφόρος δεσπότης ὁ τοῦ βασιλέως γαμβρὸς, τῶν κατὰ τὸν Ἑλλήσποντον Θρᾳκικῶν πόλεων ἄρχων, ἧκε μετὰ στρατιᾶς Ἡρακλεώταις βοηθήσων, καὶ ἐκ Βιζύης ὁ τῆς βασιλίδος Εἰρήνης ἀδελφὸς Ἀσάνης δεσπότης ὁ Μανουὴλ ἔπεμπε καὶ αὐτὸς στρατιὰν πρὸς συμμαχίαν. ὤνησαν δὲ οὐδὲν ἐπ' αὐτὴν τῆς μάχης τὴν ἀκμὴν ἐλθόντες. ἐρειπίων γὰρ ἐκ τῆς προτέρας συνοικίας πρὸ τῶν τῆς πόλεως πυλῶν τινων περισωζομένων, ἐνταῦθα οἱ Λατῖνοι τὸ κράτιστον τάξαντες τῶν σφετέρων τοξοτῶν, ἀπεῖργον τοὺς ἱππέας μὴ παριέναι εἰς τὴν πόλιν ἄχρις οὗ ὑπὸ τῶν ἐπιλοίπων ἑάλω μαχομένων. Ἡρακλεῶται δὲ ἐπεὶ ᾐσθάνοντο ἑαλωκότες, ἐφ' ἁρπαγὴν τῶν Λατίνων πρὸς τὰς οἰκίας τραπομένων, πυλίδα τῆς πόλεως μίαν δια 3.212 νοίξαντες, ἐξεχώρουν, καὶ διεσώθησαν πολλοὶ μάλιστα τοῦ δήμου πρὸς τὸ ἱππικὸν, τῶν Λατίνων ἔξω τῆς πόλεως ἐπιδιώκειν οὐ τολμώντων διὰ τοὺς ἱππέας. τὸ δὲ ἄριστον τῆς πόλεως μάλιστα ἑάλω, ὅσον ἐν γυναιξὶ καὶ παιδίοις, καὶ χρημάτων πολύ τι πλῆθος. ἦν γὰρ Ἡράκλεια ἐκ τῶν Ἀνδρονίκου τοῦ πρώτου τῶν Παλαιολόγων βασιλέως χρόνων οὐδέποτε ὑπ' οὐδενὸς ἑαλωκυῖα. Λατῖνοι δὲ ἐπεὶ τὰ χρήματα διήρπασαν, τὰς μὲν πρὸς τὴν ἤπειρον ἀπῳκοδόμησαν πάσας πύλας, ἔπειτα τῶν πολιτῶν ἀπολεξάμενοι τοὺς ἀρίστους καὶ ἄνδρας καὶ γυναῖκας, τριήρεις τε καταλιπόντες, ὅσας ᾤοντο ἀρκέσειν πρὸς φρουρὰν τῇ πόλει, ταῖς ἄλλαις εἰς Γαλατᾶν ἦλθον, ἔχοντες τοὺς αἰχμαλώτους. σίτῳ δὲ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις, ὅσα μὴ ἀνάλωντο κατὰ τὴν ἅλωσιν, ἐχρήσαντο κατὰ τὸν τοῦ πολέμου χρόνον οὐκ ὀλίγον γεγενημένον· ὃ καὶ μάλιστα τὴν διατριβὴν αὐτοῖς ἄλυπον ἐποίησεν, ἐκεῖθεν τὰ ἐπιτήδεια ποριζομένοις. βασιλεὺς δὲ, τοῦ στόλου ἐπιόντος, ὁλκάδας τε πάσας καὶ τὰς τριήρεις, αἳ πρὸς τὴν πολιορκίαν ἦσαν ὡπλισμέναι Γαλατᾶ, πρὸς τῷ ἐν Ἑπτασκάλῳ νεωρίῳ ἐκέλευεν εἰσάγειν, πρότερον, ὥσπερ ἔφθημεν εἰπόντες, ἐκκεκαθαρμένῳ ὑπ' αὐτοῦ καὶ δυναμένῳ οὐ τὰς οὔσας μόνον, ἀλλὰ πλείους δέχεσθαι ἑτέρας. οὗ δὴ ἕνεκα Βυζαντίους βλάπτειν οὐδὲν ἠδύναντο Λατῖνοι. βασιλεὺς δὲ καὶ πρὶν τὸν στόλον ἥκειν καὶ μετὰ τοῦτο τῶν δεόντων οὐδενὸς ἠμέλει, ἀλλὰ τά 3.213 τε πρὸς τῇ θαλάσσῃ τείχη ἄριστα ἐπεσκεύασε, τά τε πεπονηκότα ἀνακτώμενος καὶ τοῖς ἐνδέουσιν ὕψος προστιθείς· καὶ ἐκ τῶν Εὐγενίου πυλῶν ἄχρι τῆς Ξυλίνης λεγομένης πύλης τάφρον περιήλασε βαθεῖαν, πάσας τὰς οἰκίας κελεύσας εἰσάγειν ἐντὸς τειχῶν· καὶ τὴν ἐκ τῆς Θρᾴκης στρατιὰν μετεκαλεῖτο, οὖσαν οὐκ ὀλίγην, καὶ πάντα παρεσκευάζετο, ὡς, ἢν ἐπίωσιν οἱ Λατῖνοι, ἀμυνούμενος. Μαρτῖνος δὲ Ντεμόρω αὖθις τῷ στρατηγῷ σφῶν καὶ τοῖς τριηράρχαις συνεβούλευε καὶ τῶν Βυζαντίου τειχῶν ἀποπειρᾶσθαι. ἀντεῖπε δὲ ὁ στρατηγὸς ἀναφανδὸν, ἀλυσιτελῆ βουλεύεσθαι εἰπὼν Μαρτῖνον. οὐ γὰρ ὁμοίαν ἔχειν δύναμιν Βυζαντίους τοῖς Ἡρακλεώταις· καίτοι γε εἰ καὶ πρὸς Ἡράκλειαν ἡ ἐπὶ συμμαχίαν ἀφιγμένη δύναμις ἠδυνήθη παρελθεῖν, οὐ μόνον ἀνάλωτον ἐκείνην διετήρησεν, ἀλλὰ καὶ ἡμᾶς πολλῶν καὶ ἀγαθῶν ἀπεστέρησεν ἂν ἀνδρῶν. τὰ Βυζαντίων δὲ οὐ τοιαῦτα, ἀλλὰ τά τε τείχη, ὡς ὁρῶμεν, ἄριστα ἐπεσκεύαστο καὶ οὐδὲν ἠμελήθη τῶν δεόντων, καὶ πλῆθος ὁπλιτῶν τε καὶ ἱππέων τῶν ἀμυνουμένων παρεσκεύαστο, οἷς καὶ χωρὶς τειχῶν ἔργον ἦν ἀντικαθίστασθαι πρὸς μάχην. ἐπὶ τούτοις δὲ πᾶσι πάρεστι καὶ βασιλεὺς, ὃν ἀκούομεν συνέσεώς τε καὶ ἐμπειρίας τῆς πρὸς τοὺς πολέμους οὐδενὸς ἀπολειπόμενον τῶν καθ' ἡμᾶς. οὐ δὴ σωφρονούντων