483
ἀνθρώπων εἰς προῦπτον κίνδυνον ἐμβάλλειν ἑαυτοὺς ἐπ' οὐδενός τινος ἐλπίδι κέρδους, ἀλλὰ διασώζειν τὴν δύναμιν ἐπικαίρως ὀλίγῳ ὕστερον χρησίμην ἐσομένην. 3.214 τοιαῦτα μὲν ὁ στρατηγὸς αὐτός τε ᾤετο λυσιτελεῖν καὶ τοὺς ἄλλους ἔπειθε πλὴν Μαρτίνου. ἐκεῖνος γὰρ πάντα ἔπραττε καὶ παρώξυνε πρὸς μάχην τὸ στρατόπεδον, ῥᾳδίαν ἔσεσθαι φάσκων αὐτοῖς οὖσι τηλικούτοις τὴν παράληψιν τοῦ Βυζαντίου. Παγανὴς δὲ ἔργοις αὐτοῖς ἐθέλων ἀμαθῶς καὶ θρασέως ἀποδεικνύναι περὶ τοῦ πολέμου βουλευόμενον Μαρτῖνον, ἐκέλευεν ὁπλίζεσθαι τὴν στρατιὰν, ὡς μαχουμένους. ἐπεὶ δὲ ἦσαν ὡπλισμένοι, παρέπλεόν τε καὶ ἀπεπειρῶντο τῆς δυνάμεως Ῥωμαίων· καὶ πᾶσιν ἔδοξεν ὅμοια τῷ στρατηγῷ, ὡς οὐ μαχητέα εἴη πρὸς τοσαύτην δύναμιν, καὶ πολλὴν Μαρτίνου κατεγίνωσκον ἀβελτηρίαν. ὡς γὰρ μόνον ἐκεῖνοι ἐκινήθησαν ἐκ τοῦ λιμένος, οὐ μόνον ἐπὶ τῶν τειχῶν ἐφαίνοντο πολλοὶ Ῥωμαίων ὡπλισμένοι, ὡς δοκεῖν ὑπὸ τῆς στενοχωρίας συνωθεῖν ἀλλήλους, ἀλλὰ καὶ ἐπὶ θάλασσαν πρὸ τῶν τειχῶν ἀπὸ τῶν Εὐγενίου πυλῶν ἄχρι τῆς Ξυλίνης, ὡς ἐπὶ μιᾶς φάλαγγος, ἱππεῖς τε οὐκ ὀλίγοι καὶ πλῆθος ὁπλιτῶν καὶ ψιλῶν ἦσαν παρατεταγμένοι. αὐτίκα μὲν οὖν ὁ τῶν Λατίνων στρατηγὸς ἀνέστρεφε καὶ καθώρμιζε τὰς ναῦς πρὸς τῷ λιμένι. κθʹ. Βασιλεὺς δὲ τοσοῦτον στόλον οὐκ ἂν οἰηθεὶς ἀργὸν καθῆσθαι ἀνασχέσθαι, ἀλλὰ ταῖς κατὰ τὸν Πόντον Ῥωμαίοις ὑπηκόοις πόλεσιν ἐπιχειρήσειν, ἔδεισέ τε ὑπὲρ αὐτῶν, μὴ οὐχ οἷαί τε ὦσι πρὸς τοσαύτην δύναμιν ἀντικαθίστασθαι, 3.215 καὶ στρατιὰν ἔπεμπεν ἀξιόμαχον πρὸς ἑκάστην, ὡς ἀμυνουμένην πρὸς τοὺς πολεμίους, ἂν ἐπίωσιν. αἱ μὲν οὖν ἄλλαι πόλεις ἐδέξαντο προθύμως τὴν ἐπιμαχίαν καὶ χάριτας ὡμολόγουν βασιλεῖ πολλὰς τῆς ὑπὲρ σφῶν προνοίας καὶ παρεσκευάζοντο καὶ αὐτοὶ τὰ δέοντα πρὸς ἄμυναν· Σωζοπολῖται δὲ ἀπείπαντο τὴν παρὰ βασιλέως πεμφθεῖσαν δύναμιν, φάμενοι μὴ δεῖσθαι ξένων πρὸς ἐπικουρίαν, ὡς πρὸς ἄμυναν ἐξαρκούντων τῶν ἐπιχωρίων, ὄντων πολλῶν καὶ ἀγαθῶν, καὶ εἰσεδέξαντο εἰς τὴν πόλιν οὐδένα, εἰ μὴ Κρυβιτζιώτην τὸν τοῦ σφῶν ἄρχοντος ἀδελφὸν, καὶ ἀνέστρεφεν ἡ στρατιὰ, οὕτως ἀτιμασθεῖσα. πρὶν δὲ ἀνενεχθῆναι βασιλεῖ τὰ πεπραγμένα Σωζοπολίταις, εἰ γὰρ ἐπύθετο, ἐκέλευεν ἂν καὶ ἄκοντας εἰσδέχεσθαι τὴν δύναμιν, ἑάλωσαν ὑπὸ τῶν Λατίνων ἐπελθόντων. ὡς γὰρ ἡ βασιλέως ἀνέστρεφεν ἐκεῖθεν στρατιὰ ἀποπεμφθεῖσα, ὥσπερ ἐκ συνθήματος ἐπῄεσαν οἱ Λατῖνοι· Σωζοπολῖται δὲ μηδὲν μήτε πρὸς ἐπισκευὴν τειχῶν, μήτε πρὸς ὅπλων ἐπιμέλειαν, μήτε πρὸς ἄλλο μηδὲν τῶν δεόντων παρεσκευασμένοι, ἡλίσκοντο ῥᾳδίως, οὐδὲ ὀλίγα ἀντισχόντες πρὸς τοσαύτην δύναμιν, καὶ σφᾶς τε αὐτοὺς ἀπώλεσαν ὑπ' ἀβουλίας καὶ βασιλεῖ λύπης οὐ μετρίας κατέστησαν αἴτιοι, πόλεως οὕτω καλῆς καὶ πᾶσιν ἀγαθοῖς εὐθυνουμένης ἀπολωλυίας. Λατῖνοι δὲ ἐπεὶ τὴν πόλιν εἶχον, διεπόρθουν ἐφ' ἡμέραις οὐκ ὀλίγαις ἀδεῶς καὶ τά τε ἀναθήματα τῶν ἱερῶν ἀφῃροῦντο πάντα καὶ χρυσὸν καὶ ἄργυρον, ὅσος ἐν τῇ πόλει ἦν, ἀνορύττοντες τὰς οἰκίας καὶ πάντα ἀκρι 3.216 βῶς διερευνώμενοι. ἐπεὶ δὲ πάντα ἦσαν ἀναλωκότες καὶ ἤδη ἔμελλον καὶ τὰς οἰκίας καθαιρεῖν καὶ τὸ σύμπαν πυρὶ παραδιδόναι, τῶν Σωζοπολιτῶν οἱ μάλιστα ἐν λόγῳ τῷ στρατηγῷ τῶν πολεμίων προσελθόντες, ἐδέοντο μὴ παντάπασι τὴν πόλιν διαφθείρειν, ἐξ ὧν αὐτοὶ μὲν οὐδὲν ὠφεληθήσονται, πόλιν δὲ οὕτω καλὴν κατεσκαμμένην καὶ ἀοίκητον ἀποδείξουσι, μνημεῖον ἐσομένην τοῖς εἰς ὕστερον παραπλέουσι τῆς αὐτῶν ἀγνωμοσύνης καὶ τῆς ἀφιλοτιμίας περὶ τὰ καλὰ, ἀλλὰ τῆς τοσαύτης αὐτῶν κακοπραγίας ἔλεόν τινα λαβόντας, φείσασθαι τῆς πόλεως ἐπὶ χρήμασι ῥητοῖς· ταῦτα δὲ αὐτοὺς ἀποτίσειν εἰς Βυζάντιον ἀχθέντας. οἱ μὲν οὖν τοιαῦτα ἐδέοντο τοῦ στρατηγοῦ, ἐκεῖνος δὲ ἅμα μὲν καὶ φιλανθρωπίας καὶ ἡμερότητος δόξαν ἀπενέγκασθαι ἂν οἰηθεὶς, ἅμα δὲ καὶ τὴν στρατιὰν ὠφεληθήσεσθαι ἐκ τῶν χρημάτων οὐκ ὀλίγα, πλείστης γὰρ ἐδέοντο δαπάνης ἐφ' οὕτω χρονιζούσῃ καὶ μεγάλῃ παρασκευῇ, ἐπείθετο καὶ συνέθετο ἐπὶ χρήμασι ῥητοῖς τὴν πόλιν ἐκλιπεῖν παντάπασι καὶ σῖτον καὶ τὴν ἄλλην ἅπασαν τὴν