484
ἄχρηστον αὐτοῖς ἀποσκευήν. ὅμηρόν τε λαβόντες τοὺς ἀρίστους τῶν πολιτῶν ἐπὶ τῷ τὰ χρήματα ἀποδοῦναι, ἐπανῆκον εἰς Γαλατᾶν, τὸν ἄλλον δῆμον καὶ τὴν πόλιν ἐκλιπόντες· ἔπειτά τινες τῶν Σωζοπολιτῶν ὑπὸ τῶν Λατίνων εἰς Βυζάντιον ἐλθεῖν ἐπιτραπέντες καὶ ὑπὲρ σφῶν τε καὶ τῆς ἄλλης πόλεως παρὰ Βυζαντίων χρήματα δανεισάμενοι, ἀπέδοσαν Λατίνοις τὰ ὑπεσχημένα καὶ πρὸς τὴν πατρίδα ἐπανῆκον. Ἡρακλεωτῶν 3.217 δὲ οἱ ἄριστοι, καὶ ἄνδρες καὶ γυναῖκες, ἐδέδεντο παρὰ Λατίνοις καὶ χρήματα ἐπὶ λύσει ἀπῃτοῦντο, ἃ οὐδαμόθεν ἦν ἐκτίνειν, τῶν τε οἰκείων πάντων ὑπὸ τῶν πολεμίων διεφθαρμένων, καὶ τῶν φίλων ἐξαρκοῦντος πρὸς ἐπικουρίαν οὐδενός. ἤρκεσε δὲ αὐτοῖς ἀντὶ πάντων πρὸς λύσιν τῆς τοσαύτης κακοπραγίας Φιλόθεος ὁ τῆς κατ' αὐτοὺς ἐκκλησίας τὴν ἀρχὴν ἐγκεχειρισμένος. προνοίᾳ γὰρ θεοῦ τῆς πόλεως, ἡνίκα ἡλίσκετο, ἀποδημῶν, τὰ μέγιστα συνεβάλλετο πρὸς τὴν ἐλευθερίαν τοῖς πολίταις. οἷα γὰρ καλὸς ποιμὴν, τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τοῦ ποιμνίου, κατὰ τὸ λόγιον, οὐχ ἅπαξ, οὐδὲ δὶς καὶ τρὶς, ἀλλὰ καὶ πολλάκις. φόβου γὰρ παντὸς καταφρονήσας καὶ κινδύνου τοῦ ἀπὸ τῶν πολεμίων, αὐτόκλητος καθημέραν, ὡς εἰπεῖν, ἐπεραιοῦτο πρὸς Γαλατᾶν, καὶ τοῖς κατέχουσι τοὺς αἰχμαλώτους διαλεγόμενος, ἦν δὲ οὐκ ἀπὸ τῶν τρόπων μόνον καὶ τῆς ἀρετῆς αἰδέσιμος ὁ ἀνὴρ, ἀλλὰ καὶ σοφίας ἄκρως ἐπειλημμένος τῆς τε ἔξω καὶ τῆς καθ' ἡμᾶς, καὶ πιθανὸς πρὸς τὰς ὁμιλίας καὶ διδακτικὸς, ἔπειθεν ἐπὶ μετρίοις λύτροις ἀφιέναι. τῶν πολιτῶν δὲ οὐδὲ τῶν ὀλίγων ἐκείνων εὐπορούντων, αὐτὸς ἐγγύας παρεῖχε τοῖς Λατίνοις, ὡς αὐτὸς καταθήσων τὸ χρυσίον ἐπὶ ῥηταῖς ἡμέραις. καὶ οὕτω τυγχάνοντες ἀδείας οἱ πολῖται, τὰ χρήματα συνεπορίζοντο ἐκ τῶν οἰκείων καὶ τῶν φίλων καὶ ἀπεδίδουν τοῖς Λατίνοις. καὶ τοῦτ' ἐποίει τὸν ἴσον τρόπον, ἄχρις οὗ πάντας τῶν δεσμῶν ἀπήλλαξε, τοὺς ἀφανεστέρους δὲ τῶν αἰχμαλώτων καὶ ἄνευ 3.218 λύτρων ἔπεισεν ἀφεῖναι τοὺς Λατίνους, αἰδεσθέντας αὐτοῦ τὴν ἀρετὴν καὶ τὴν ὑπὲρ τοῦ ποιμνίου προθυμίαν. οἶδε γὰρ ἡ ἀρετὴ τοὺς μετιόντας οὐ παρὰ τοῖς φίλοις μόνον καὶ οἰκείοις, ἀλλὰ καὶ παρὰ τοῖς πολεμίοις, κἂν τύχωσιν ὄντες βάρβαροι, θαυμάζεσθαι παρασκευάζειν. μετὰ τοῦτο δὲ, ἐπεὶ ἥ τε πόλις ὑπὸ τῶν Λατίνων κατελείφθη, καὶ οἱ πολῖται ἦσαν ἀπὸ τῆς αἰχμαλωσίας ἀνασεσωσμένοι πάντες, συνῴκιζε τὴν πόλιν αὖθις ἐξαρχῆς, διεσπαρμένους συνάγων τοὺς πολίτας, καὶ λόγοις τε πολλοῖς παρεκάλει, μὴ ἀθυμεῖν ἐπὶ ταῖς συμφοραῖς, ἀλλὰ σωφρονισμὸν τοῦ ἐπιλοίπου βίου τὴν παροῦσαν ἡγεῖσθαι κακοπραγίαν, καὶ ἔργοις ὠφέλει, ὅσα μάλιστα ἐξῆν, οὐ μόνον ἱερὰ σκεύη καὶ βίβλους καὶ εἰκόνας συμπορίζων ἐκ τῶν ἐν Βυζαντίῳ φροντιστηρίων, αὐτὸς ἐπιφοιτῶν καὶ δεόμενος ἑκάστων συναίρεσθαι τὰ δυνατὰ τοῖς ἀτυχοῦσι, πάντα γὰρ διέφθαρτο ὑπὸ Λατίνων ἄρδην, ἀλλὰ καὶ βασιλέως ἐδεήθη ἀτέλειαν παρέχειν τοῖς πολίταις. ὁ δὲ καὶ οἴκοθεν αὐθόρμητος ὢν πρὸς τὰ καλὰ, καὶ τότε πρὸς τῶν πόλεων ἐπικαμπτόμενος τὴν κακοπραγίαν, οὐ μόνον Ἡρακλεώταις, ἀλλὰ καὶ Σωζοπολίταις πᾶσαν ἀτέλειαν παρέσχε τῶν δημοσίων εἰσφορῶν, ἐξ ὧν αἱ πόλεις αὖθις ἑαυτὰς ἀνεκτήσαντο ῥᾳδίως καὶ ἔμειναν ἐπὶ τοῦ προτέρου σχήματος συνωκισμέναι. τὰ μὲν δὴ κατὰ τῶν πόλεων τὴν κακοπραγίαν καὶ αὖθις τὴν ἀνόρθωσιν τοῦτον τὸν τρόπον συνηνέχθη. λʹ. Νικόλαος δὲ ὁ τῶν Βενετικῶν τριηρέων στρατηγὸς, 3.219 ἐξ Εὐβοίας ἀπάρας εἰς Βενετίαν, στόλον τῶν Γεννουϊτῶν ἀντίῤῥοπον παρεσκευάζετο· ἧκον δὲ καὶ ἐκ Κατελάνων ἓξ καὶ εἴκοσι τριήρεις, στρατιὰν ἄγουσαι πολλὴν καὶ ἀγαθὴν, οἷς οἱ ἐκ Βενετίας συμμίξαντες ὥρμηντο ἐπὶ τοὺς πολεμίους. εἶχε δὲ τὴν ἀρχὴν Νικόλαος τριηρέων συμπασῶν ἑβδομήκοντα οὐσῶν. ὅ,τε γὰρ Βενετίας δοὺξ καὶ ἡ βουλὴ τῶν ἰδίων ἀνέθηκαν ἐκείνῳ τὴν ἀρχὴν, καὶ ὁ τῶν Κατελάνων ῥὴξ ἐκέλευε τῷ ναυαρχοῦντι τῶν σφετέρων πάντα Νικολάῳ πειθαρχεῖν καὶ ἕπεσθαι, οἷ ἂν κελεύοι, ἐμπείρως ἔχοντι καὶ νήσων καὶ παραλίων τῶν κατὰ τὸν Αἰγαῖον καὶ τὸν Εὔξεινον, ὅπου μάλιστα ᾤοντο συμβαλεῖν τοῖς πολεμίοις. Νικόλαος δὲ, καίτοι πολλῷ τῶν πολεμίων ἄγων βελτίω στρατιὰν, ὑπ' ἀτολμίας τὰς