485
νήσους περιῄει φυγομαχῶν, καὶ πολλὰ παρακαλούμενος ὑπὸ τοῦ Κατελάνων στρατηγοῦ, χωρεῖν ἐπὶ τοὺς πολεμίους καὶ μὴ κατατείνειν τὴν στρατιὰν εἰκῇ καὶ μάτην ἐν χειμῶνος ὥρᾳ, νήσους περιπλέων καὶ κατατρίβων τὸν καιρὸν, οὐκ ἐπείθετο. βασιλεύς τε ὁμοίως τὴν αἰτίαν τῆς μελλήσεως εἰδὼς, καὶ ἅπαξ καὶ δὶς ἔπεμψε πρεσβείαν, μεταπεμπόμενος Νικόλαον ὡς ἐφ' ἑτοίμοις τοῖς τροπαίοις, καὶ παραινῶν μὴ ὀῤῥωδεῖν τοὺς πολεμίους, ἀλλ' ἐπάγειν αὐτοῖς τὸν στόλον μάλιστα ἐν Βυζαντίῳ, ὅπου καὶ αὐτὸς τὰ μέγιστα συμβαλεῖται πρὸς τὸν πόλεμον. πρῶτα μὲν οὖν παρεκρούετο τοὺς πρέσβεις ὑπερτιθέμενος τὴν ἄφιξιν, ἔπειτα χειμῶνος ἤδη λήγοντος, ὑπό τε τῶν βασιλέως 3.220 πρέσβεων πολλὰ παρακαλούμενος καὶ τοῦ Κατελάνων στρατηγοῦ, ἦν γὰρ ἐκεῖνος οὐ συνεῖναι μόνον ὀξὺς τὰ δέοντα καὶ πεῖραν πρὸς στρατηγίας ἐσχηκὼς, ἀλλὰ καὶ πρὸς εὐψυχίαν καὶ τόλμην τὴν κατὰ τὰς μάχας γενναιότατος, μόλις ἐπείθετο ἀναθαρσήσας, καὶ τὸν στόλον ἔχων, Πριγγίπῳ τῇ νήσῳ οὔσῃ ἀοικήτῳ προσέσχεν, οὐ μακρὰν οὔσῃ Βυζαντίου. ἐπὶ δύο δὲ ἡμέραις πρὸς τῇ νήσῳ τὴν στρατιὰν διαναπαύσας, ἦν γὰρ πλεῖστα ὑπὸ τοῦ χειμῶνος κεκακωμένη, καὶ μάλιστα ἡ τῶν Κατελάνων, ὑπὸ τοῦ ψύχους πολλῶν, ἠκρωτηριασμένων, τῇ τρίτῃ ἅμα ἕῳ ἄραντες ἐκ Πριγγίπου ὡπλισμένοι, ἐπὶ τὸ ἐν Ἑπτασκάλῳ νεώριον ἐχώρουν τῶν Βυζαντίων. γνώμην δὲ εἶχον, ὡς ἐκεῖ καὶ ταῖς βασιλικαῖς τριήρεσι συμμίξαντες, ἔνδον γὰρ ἦσαν τοῦ νεωρίου ὡπλισμέναι, χωρήσουσιν ἐπὶ τοὺς πολεμίους. Παγανὴς δὲ ὁ τῶν Γεννουϊτῶν στρατηγὸς ἑβδομήκοντα ἔχων καὶ αὐτὸς, ὧν ἦρχε, ναῦς, ἐν Χαλκηδόνι κατ' ἀντικρὺ Βυζαντίου πρὸς τοὺς πολεμίους τάς τε προτέρας ἐφεξῆς ἡμέρας καὶ τότε ἀντιπαρετάσσετο, ἐπιοῦσι δὲ οὐκ ἐτόλμα συμβαλεῖν, ἀλλ' ὁρῶν ἐπὶ τὸ Βυζαντίων νεώριον ποιουμένους τὴν σπουδὴν, ἔμενεν ἐπὶ τῆς παρατάξεως, ἐλπίζων ὑπὸ τοῦ πνεύματος ἀπροσδόκητόν τι πείσεσθαι τοὺς πολεμίους καὶ διαφθαρήσεσθαι ἑαυτοῖς περιπεσόντας, ὃ μικροῦ ἐδέησε παθεῖν. νότου γὰρ ἀνέμου σφοδροτάτου κατ' ἐκείνην τὴν ἡμέραν πνεύσαντος, δυσέργως μὲν καὶ μετὰ βίας διήνυσαν τὸν ἐκ Πριγγίπου πλοῦν ἄχρι 3.221 δείλης ἡμέρας ἤδη· ἐπεὶ δὲ ἐγγὺς τοῦ νεωρίου ἦσαν, ὑπὸ σφοδρότητος τοῦ πνεύματος ἐξωθούμενοι, ἐκινδύνευσαν βράχεσι περιπεσεῖν, ἃ πρὸ τῶν τειχῶν πάντη ἐγκατέσπαρται, ὥστε τοῖς τείχεσιν ἀμύνειν πρὸς τὴν βίαν τῶν κυμάτων. ἐν τούτῳ δὲ Ταρχανειώτης Κωνσταντῖνος ὁ τῶν βασιλικῶν τριηρέων στρατηγὸς, ἀνὴρ ἀγαθὸς πρότερόν τε ὢν καὶ τότε μάλιστα ἀποδεδειγμένος θάρσους καὶ φρονήματος ἀνάπλεως, ἐξήλαυνε τοῦ νεωρίου, καὶ τὰς σφετέρας τριήρεις ἔχων, εὐθὺ τῶν πολεμίων ᾔει ἀντικρὺ τῆς ναυαρχίδος. μετ' αὐτὸν δὲ καὶ ὁ τῶν Κατελάνων ἐχώρει στρατηγός· καὶ τρίτος ἐπήλαυνε καὶ Νικόλαος, ἀναθαρσήσας ἤδη. Γεννουῖται δὲ, τοῦ τε πνεύματος βιαζομένου καὶ τῶν πολεμίων ἐπιόντων, οὐδὲ ὑπέμειναν τὴν συμβολὴν, ἀλλ' ἀναστρέψαντες ἤλαυνον, ὡς εἶχον, ἐπὶ Γαλατᾶν· ἐπεδίωκον δὲ οἱ πολέμιοι. βραχείας δὲ οὔσης ἐνταῦθα τῆς θαλάττης, ἐπεὶ φεύγειν ἐπιπλέον οὐκ ἐξῆν, πρὸς τῷ Βραχοφάγῳ λεγομένῳ τόπῳ ὑφάλους ἔχοντι πολλὰς, οἷα δὴ τῶν τόπων ἔμπειροι οἱ Γεννουῖται πρότερον γενόμενοι, ὡρμίσαντο ἐπὶ τοῦ ῥεύματος, καὶ βεβαίως ἐπὶ τῶν ἀγκυρῶν ἑστῶτες, οὐ μᾶλλον ἐναυμάχουν ἢ ἐπεζομάχουν. οἱ ἐκ Βενετίας δὲ καὶ Κατελάνοι μετὰ Ῥωμαίων ἐπελθόντες, Ῥωμαῖοι μὲν ὄντες ἐπιχώριοι. ἐξέκλινον τὰς ὑφάλους καὶ ἠγωνίζοντο ἐμπείρως καὶ διέφθειρον τοὺς πολεμίους· οὐχ ἧττον δὲ καὶ οἱ ἐκ Βενετίας. Κατελάνοι δὲ τῶν τόπων ἔχοντες παντάπασιν ἀπείρως, σφοδρότατά τε ὑπὸ προθυμίας ἐπελαύνοντες τοῖς πολεμίοις, οἱ μὲν τοῖς 3.222 βράχεσιν ἐνέπιπτον καὶ συνέθλων τὰς τριήρεις, μάλιστα βαρείας οὔσας, οἱ δ' ὑπὸ τοῦ ῥεύματος ἐκβιαζόμενοι, οὐ κατὰ πρώραν συνέβαλον τοῖς πολεμίοις, ἀλλ' ἐγκαρσίαις ταῖς τριήρεσι, καὶ ἐβλάπτοντο οὐκ ὀλίγα ὑπὸ τῆς ἀταξίας θορυβούμενοι τῆς πρὸς τὰς ἐμβολάς. τόλμης μέντοι καὶ ἀνδρίας ἔργα ἐπεδείξαντο θαυμαστὰ καὶ πλείστους ἀπέκτειναν τῶν πολεμίων· σχεδόν τε οὐδένες τὴν αὐτῶν ὁρμὴν ὑπέμειναν, οἷς