486
συμμίξειαν, ἀλλ' ἡττῶντο κατακράτος. διεφθάρησαν δὲ καὶ αὐτῶν οἱ πλείους οὐ μᾶλλον ὑπὸ τῶν πολεμίων, ἢ τῆς ἀπειρίας, τοῖς βράχεσι περιπεσόντες. νύξ τε ἤδη ἐπιγενομένη διέσωσε τοὺς ἐκ Γεννούας τοῦ μὴ παντάπασι διαφθαρῆναι. διεκρίθησαν γὰρ ἀπ' ἀλλήλων βαθείας ἤδη νυκτὸς, ὅσοι μὴ αὐτίκα διεφθάρησαν, καὶ διέμειναν ἄχρις ἡμέρας διεσκεδασμένοι, ᾗ ἕκαστος ἔτυχεν ὁρμισάμενοι τὴν νύκτα. ὁ πλεῖστος δὲ φθόρος συμπέπτωκε τοῖς Κατελάνοις ἀπὸ τούτου. τοῖς βράχεσι γὰρ ἐμπίπτοντες καὶ καταῤῥηγνύντες τὰς τριήρεις, οἱ μὲν ἀπεπνίγοντο ὡπλισμένοι, διανήχεσθαι μὴ δυνάμενοι πρὸς τὴν χέρσον, τῶν δυνηθέντων δὲ διαφυγεῖν οἱ πλείους ὑπὸ τῶν Γαλατίων συνελήφθησαν ἀπατηθέντες. ὑποπτεύσαντες γὰρ ἐκεῖνοι τὸ συμβὰν, φῶτα ἔχοντες, ἐξῄεσαν ἐπὶ τοὺς ἐκβρασθέντας καὶ ἡγοῦντο ὡς ἐπὶ Βυζάντιον. οἱ δ' εἵποντο ἀπειρίᾳ, καὶ πλῆθος ἦλθε Κατελάνων εἰς τὸν Γαλατᾶν ἀγνοοῦντες, ὅποι ἄγονται. ἅμα δὲ ἡμέρᾳ θάλασσα μὲν νεκρῶν καὶ ναυαγίων περίπλεως 3.223 ὡρᾶτο, τὰ στρατόπεδα δὲ ἀμφότερα οὐκ ὀλίγην κατὰ τὴν μάχην ἐκείνην ὑπέμεινε τὴν βλάβην. ἀπώλοντο γὰρ Γεννουϊτῶν μὲν ὀκτὼ καὶ εἴκοσι τριήρεις αὔτανδροι, ἐκ δὲ τῶν ὑπολειφθεισῶν ὑπὲρ ἡμίσεις ἔπεσον ἐν τῷ πολέμῳ καὶ ἐτραυματίσθησαν. Βενετικῶν δὲ καὶ Κατελάνων ἑκκαίδεκα μὲν αὔτανδροι ἀπώλοντο, οὐκ ὀλίγοι δὲ καὶ ἐκ τῶν περιλειφθεισῶν ἦσαν τραυματίαι καὶ νεκροί. τῶν δὲ βασιλικῶν ἀπώλετο οὐδεμία. ἔπεσον δέ τινες κατὰ τὴν μάχην, καὶ ἐτραυματίσθησαν πολλοί. εἶχον δὲ ὅμως τὴν νίκην περιφανῶς αἱ βασιλικαὶ μετὰ τῶν συμμαχίδων. οὕτω δὲ τοὺς ἐκ Γεννούας κατειργάσατο ἡ μάχη, ὡς εἰς τὴν ὑστεραίαν δύο τριήρεις αὐτῶν τὸν ἀπὸ τοῦ Βυζαντίου ὄχλον ἐπελθόντα, διεφθαρκέναι ἐκ χειρὸς, ἀδυνάτως ἔχοντας ἀνάγεσθαι, ἃς καὶ καθείλκυσάν τινες· ἐπὶ τὸ Βυζάντιον ἀκατίοις, οὐδενὸς ἀμυνομένου. ταῖς δὲ λοιπαῖς οἱ περιλειφθέντες εἰς Γαλατᾶν ἐλθόντες, ἐπεὶ οἱ ἐκ Βενετίας μετὰ τῶν συμμάχων ἐπὶ τὸν ἀνάπλουν ἀνεχώρησαν πάσας ἐκλιπόντες, ἐπὶ Γαλατᾶν εἰσῄεσαν, τοῖς πολεμίοις τὰς ναῦς καταλιπόντες. μόνος δὲ ὁ στρατηγὸς ὑπελείπετο ἐντὸς, ὥσπερ αἰσχυνόμενος τοῖς πολλοῖς ταὐτὸν παθεῖν καὶ τὰς ὑπολειπομένας ἔτι τῆς σωτηρίας ἐλπίδας καταπροέσθαι, βέλτιον ἡγούμενος, εἰ δέοι, συλλαμβάνεσθαι ὑπὸ τῶν πολεμίων, ἢ καὶ αὐτὸν καταλιπεῖν τὰς ναῦς καὶ χρήσασθαι φυγῇ πρὸς σωτηρίαν. τοιαύτην 3.224 δὲ περιφανῆ καὶ θαυμασίαν νίκην ἡ ἀνανδρία Νικολάου διέφθειρε καὶ ἀτολμία. εἰ γὰρ ἐπείθετο βασιλεῖ συμβουλεύοντι τοῖς πολεμίοις ἐπελθεῖν κατὰ τὴν ὑστεραίαν, οὐδὲν ἂν ἐκώλυε τάς τε ναῦς τῶν πολεμίων λαβεῖν ἁπάσας καὶ αὐτοὺς πολιορκίᾳ διαφθείρειν καὶ λιμῷ. ὑπὸ δειλίας δὲ τὸ τρόπαιον στῆσαι μονονουχὶ καταλιπὼν, εἴς τινα λιμένα ἦλθε κατὰ τὸ στενὸν Θεραπέα προσαγορευόμενον ἐγχωρίως. Παγανὴς δὲ ὁ τῶν Γεννουϊτῶν στρατηγὸς, οὐδένα ἐπιόντα πολέμιον ὁρῶν, παρεκάλει τὴν στρατιὰν ἐμβαίνειν αὖθις εἰς τὰς ναῦς καὶ μὴ τοσοῦτον καταπεπλῆχθαι τοὺς πολεμίους, ὥστε καὶ ἀπόντας ὀῤῥωδεῖν καὶ φεύγειν ἀγεννῶς, ἀλλὰ νῦν μὲν ἐμβάντας εἰς τὰς ναῦς καθῆσθαι, ἵνα μὴ παντάπασι δοκοῖεν ἀπηγορευκέναι, ἂν δ' ἐπιόντας ἴδοιεν τοὺς πολεμίους, οὐδ' αὐτὸν κωλύσειν σώζεσθαι γενομένους ἐντὸς τειχῶν. οὕτω μὲν αὖθις ἔπειθε, καὶ εἰσήγοντο ἐν ταῖς τριήρεσιν, ὡρμίσαντό τε πρὸ τοῦ φρουρίου, γνώμην ἔχοντες, ὡς, ἢν ἐπίοιεν οἱ πολέμιοι, οὐ ναυμαχήσοντες, ἀλλὰ προησόμενοι τοῖς πολεμίοις τὰς τριήρεις. βασιλεὺς δὲ τὴν ἀτολμίαν καὶ ἀσθένειαν οὐκ ἀγνοῶν τῶν πολεμίων, πέμπων τε παρεκάλει τὸν Νικόλαον ἐπὶ τοὺς πολεμίους ἥκειν αὖθις, ὡς ἀναιμωτεὶ τῆς νίκης ἐσομένης, καὶ αὐτὸς γενόμενος πρὸς τῷ λιμένι, ᾧ ὡρμίζετο, πείθειν ἐπεχείρει, τὴν ἀσθένειαν τῶν πολεμίων ἐκδιδάσκων. ὁ δ' ἀήττητος ἦν πρὸς πᾶσαν ἀνάγκην τὴν ἐκ λόγων, ἀλλὰ τοῦτο μόνον ἐσκόπει, ὅπως μὴ αὖ 3.225 θις συμμίξειε τοῖς πολεμίοις, τῆς ἀτολμίας δὲ καὶ φαυλότητος ὥσπερ προκάλυμμα καὶ τραῦμά τι μικρὸν εἶχεν, ὃ κατὰ τὴν μάχην ἐτραυματίσθη. βασιλεὺς δὲ ἠνιᾶτο μὲν οὐκ ἀνεκτῶς καὶ ὠργίζετο, τοιαύτης νίκης ἀπολλυμένης ὑπὸ Νικολάου, πείθειν δὲ οὐκ εἶχε πολλὰ παρακαλῶν.