487
οὐχ ἧττον δὲ καὶ ὁ τῶν Κατελάνων ἠγανάκτει ἡγεμὼν συνορῶν, οἵων ὑπὸ τοῦ συνάρχοντος τροπαίων ἀποστεροῦνται, ἔφασκέ τε πρὸς βασιλέα ἀνάγκην ἔχειν ἕπεσθαι Νικολάῳ, καὶ μηδὲν, ὃ μὴ κἀκείνῳ δοκεῖ, ἐξεῖναι πράττειν. οὕτω γὰρ εἶναι προστεταγμένον αὐτῷ παρὰ ῥηγὸς τοῦ σφῶν δεσπότου. εἰ δὲ μὴ ταύτην εἶχε τὴν ἀνάγκην, οὐκ ἂν ἐδεήθη Νικολάου πρὸς τὴν κατὰ τῶν πολεμίων ἔφοδον, ἀλλ' ἅμα ταῖς βασιλέως μόναις ἂν ἐπεχείρησε καὶ κατώρθωσε τὸ ἔργον, τῇ τε τῶν σφετέρων εὐτολμίᾳ πεποιθὼς καὶ ἀρετῇ καὶ τῇ Ῥωμαίων. εὐτολμότατοι γὰρ ἐφάνησαν αὐτῷ καὶ ἐμπειρότατοι κατὰ τὴν μάχην. αἰσθόμενος δὲ ὁ βασιλεὺς καὶ αὐτὸν ὡρμημένον πρὸς τὴν μάχην, μᾶλλόν τε ἐπέῤῥωσε λόγοις παρακλητικοῖς, καὶ Νικόλαον αὖθις ἐπεχείρει πείθειν, καὶ τοῦ Κατελάνων ἄρχοντος τὴν γνώμην ἐπαινοῦντος καὶ δεομένου πείθεσθαι τῷ βασιλεῖ τὰ βελτίω συμβουλεύοντι. ὁ δὲ πᾶσι λόγοις μᾶλλον, ἢ τοῖς περὶ μάχης, ὑπεῖχεν ἀκοάς· ἀλλ' ἀπηγόρευε φανερῶς καὶ διήγαγεν οὕτως ἀπρακτῶν ὀλίγῳ πλείους ἡμερῶν τριάκοντα. Κατελάνοι δὲ εὐθὺς μετὰ τὴν μάχην τούς τε τραυματίας, ὅσοι ἦσαν, καὶ τοὺς νενοσηκότας, παμπόλλους ὄντας, ἤγαγον εἰς Βυζάντιον. καὶ φιλο 3.226 φρόνως ἄγαν οἱ Βυζάντιοι ἐδέξαντο καὶ ἐθεράπευσαν μάλα φιλανθρώπως, ὑπὸ λιμοῦ καὶ κρύους μάλιστα κακῶς διακειμένους. καὶ τά τε ἀναγκαῖα τῶν ἐνδυμάτων ἐχορήγουν καὶ πρὸς τὴν νόσον ἤρκεσαν ἑκάστῳ, ὅσοι μὴ ἀπέθνησκον κατεργασθέντες. πολλήν τε κατεγίνωσκον ὠμότητα καὶ ἀφιλανθρωπίαν Νικολάου, ὅτι στρατιὰν ἀκμάζουσαν καὶ πρὸς μάχας κάλλιστα ἐξησκημένην καὶ πλεῖστα διαφέρουσαν, ὧν αὐτὸς ἦγε, πρὸς ἀνδραγαθίας λόγον, παραλαβὼν, ὥσπερ ἐξεπίτηδες διέφθειρε καταμελήσας. θέρους γὰρ ὥρᾳ τῆς ἰδίας γῆς ἐξορμηθέντες καὶ νομίσαντες ἐν ὀλίγῳ χρόνῳ ἢ διαφθερεῖν τοὺς πολεμίους προστυχόντες, ἢ αὐτοὶ διαφθαρήσεσθαι, τοιαύτῃ γὰρ ἐξεστράτευσαν ὁρμῇ, οὔθ' ἱματίων πρόνοιαν πρὸς τὴν ἐν χειμῶνι στρατείαν ἀρκεσόντων ἐποιήσαντο, οὔτε τῶν λοιπῶν ἐπιτηδείων, ἀλλὰ μέτρι' ἄττα ἔχοντες, ἐξῄεσαν ἐν ταῖς ναυσί. Νικολάου δὲ τὸν χρόνον τρίβοντος κακῶς καὶ νήσους περιπλέοντος καὶ φυγομαχοῦντος ὑπ' ἀνανδρίας, ἐπεὶ πείθειν οὐκ εἶχον πολλὰ δεόμενοι ἐπάγειν σφᾶς τοῖς πολεμίοις, ἕως ἔῤῥωται ἡ στρατιὰ, ὡς πολλῷ τῶν ἐλπίδων βελτίους ἐσομένους, τά τε ἐπιτήδεια ἐπιλείπειν ἤδη ἤρχετο, ἀνάγκῃ περισχεθεὶς ὁ στρατηγὸς καὶ δείσας, μὴ παντάπασιν ἀπόλωνται ὑπὸ ἐνδείας, ἐκέλευε τὴν ἡμίσειαν τροφὴν ἑκάστῳ καὶ ναύτῃ καὶ ὁπλίτῃ παρέχειν, τῆς ἡμέρας οὐδὲν πλέον, ἢ μάζης οὔσης. γλίσχρως δὲ αὐτοῖς χορηγουμένης τῆς τροφῆς ὡς μόλις ἀποζῇν, καὶ χειμῶνες ἐπι 3.227 γενόμενοι ἐξαίσιοι, διέφθειραν παντάπασι γυμνοῖς καὶ πεινῶσιν ἐπιθέμενοι. Νικολάου δὲ οὐδενὸς ἐμέλησε τῶν τοιούτων, ἀλλὰ καὶ ἐν ἐμπορίοις τοῖς σφίσι φιλίοις προσίσχων ταῖς ναυσὶ, τῶν μὲν ἰδίων ἐποιεῖτο πρόνοιαν, ὅση δυνατὴ, τῶν δὲ συμμάχων, οὐδ' ὅσον εἰπεῖν ὄντων βελτιόνων, κατημέλει. τοιαύτην ἐνεδείξατο ἀγνωμοσύνην πρὸς τοὺς φίλους. ὃν δικαίως πολλὰ καταμεμφόμενοι Βυζάντιοι τοὐναντίον ἅπαν ἐπεδείκνυντο πρὸς Κατελάνους, τῆς τοσαύτης οἰκτείροντες κακοπραγίας. οὐ μόνον γὰρ ἦσαν παντάπασι γυμνοὶ, ἀλλὰ καὶ νεκρῶν εἴδωλα καμόντων, ποιητικῶς εἰπεῖν, ὀλίγον ἐμπνέοντες ἔτι καὶ ζῇν πεπιστευμένοι τῷ κινεῖσθαι· οἱ πλείους δὲ οὐδὲ κινεῖσθαι ἦσαν δυνατοὶ, ὑπὸ τοῦ ψύχους τῶν μελῶν ἠκρωτηριασμένων. καὶ τοσαύτης ἠξίωσαν ἐπιμελείας, ὅσης ἄν τινας καὶ τῶν οἰκειοτάτων. οὐ μόνον οἱ δυνατοὶ τῶν πολιτῶν καὶ φροντιστήρια ἱερὰ καὶ οἱ πρὸς κοινὴν ὑποδοχὴν τῶν ξένων κατεσκευασμένοι οἶκοι, τὸ θαυμαστὸν τοῦτο παρὰ Ῥωμαίοις ἔργον καὶ πολλῆς φιλανθρωπίας γέμον, ἀλλὰ καὶ τῶν τοῦ δήμου πλεῖστοι καὶ τῶν ἐργαστηρίοις καὶ τέχναις προσεχόντων, μᾶλλον δὲ σύμπαντες ἐφιλονείκουν, ἄλλος ἄλλον ὑπερβαλέσθαι τῇ περὶ τοὺς δυσπραγοῦντας φιλοτιμίᾳ, καὶ οὕτω καλῶς ἀνακτησάμενοι καὶ προνοίας τῆς δεούσης ἀξιώσαντες, ἐξέπεμπον ἐπὶ τὰς σφῶν τριήρεις πρὸς τὴν οἰκίαν ἀπαιρούσας ἤδη, πολλὰ Ῥωμαίους εὐφημοῦντας καὶ τῆς