488
περὶ σφᾶς προνοίας μεγάλας χάριτας 3.228 ὁμολογοῦντας. ὅσοις δὲ ἀπώλοντο αἱ νῆες, ἐν Βυζαντίῳ κατελείποντο ἀνάγκῃ, περὶ δισχιλίους ὄντες, ὧν τοὺς πολλοὺς δεηθέντας ὕστερον πολλῆς προνοίας ἀξιώσας ἐξέπεμψεν ὁ βασιλεὺς πρὸς τὴν οἰκίαν διὰ τῆς ἠπείρου. κατελείποντο δὲ ἑκοντὶ ὑπὲρ τριακοσίους, οἷς ἐχρῆτο πρὸς στρατείας ὁ βασιλεὺς μισθοφοροῦσι, καὶ πολλὴν ἀνδραγαθίαν ἐπεδείκνυντο κατὰ τὰς μάχας. ταῦτα μὲν οὖν ὕστερον. λαʹ. Τότε δὲ, ἐπεὶ οἱ ἐκ Γεννούας οὐδένα πολεμίων ἐν ἡμέραις πλείοσιν ἑώρων ἐπιόντα, ὅπερ ἦν, τὴν πρὸς αὐτοὺς μάχην ὀῤῥωδεῖν τοὺς πολεμίους ὑποπτεύσαντες, ἀνεθάρσησάν τε καὶ δεῖν ἔγνωσαν αὐτοὶ ἐκείνοις ἐπιέναι, ὡς μᾶλλον καταπλήξοντες. καὶ αὐτοί τε παρεσκευάζοντο, ὅσα ἔδει, πρὸς τὴν μάχην, καὶ πρὸς Ὀρχάνην πρεσβείαν πέμψαντες, ἐδέοντο σφίσι συμμαχεῖν, χρήματά τε οὐκ ὀλίγα παρεχόμενοι καὶ τὴν χάριν ἐσαεὶ ἀνάγραπτον τῷ Γεννούας δήμῳ καὶ τῇ βουλῇ ἔσεσθαι ἐπαγγελλόμενοι. ὁ δ' ἐπείθετο προθύμως, οὐ μόνον τῶν χρημάτων ἕνεκα, ἀλλ' ὅτι καὶ τοὺς ἐκ Βενετίας ἐν αἰτίαις εἶχεν, ὅτι πρὸς τοὺς ὅρους τῆς ἐκείνου ἡγεμονίας ἀφιγμένοι στόλῳ τοσούτῳ, οὐ μόνον σύμμαχον καὶ φίλον ἔχειν, ἀλλ' οὐδὲ προσρήσεως γοῦν τινος ἠξίωσαν ψιλῆς. καὶ πέμψας στρατιὰν πολλὴν πεζήν τε καὶ ἱππικὴν πρὸς τὴν ἀντιπέρας Βυζαντίου ἤπειρον, ἐκεῖθέν τε ἐκέλευε τοὺς ἐκ Γεν 3.229 νούας ὠφελεῖν, ὅ,τι ἂν δύναιντο, καὶ πρὸς Γαλατᾶν περαιουμένους. καὶ ὠφέλησε τὰ μέγιστα κατ' ἐκεῖνο τοῦ καιροῦ τὸ Περσικὸν αὐτούς. ὡς γὰρ ἤδη παρεσκευασμένοι ἦσαν καὶ οὐδὲν ἐνέδει ἔτι, καὶ ὁλκάδας δύο μεγάλας ἐπαγόμενοι, ἐφ' αἷς ἦσαν ξύλινοι πύργοι κατεσκευασμένοι, οἷς ἐπέστησαν πολλοὺς ὁπλίτας, πρὸς τὴν ἀντιπέρας ἤπειρον ἐπεραιώθησαν ταῖς ναυσὶν ἁπάσαις, ὅσαις εἶχον. παρεπομένων δὲ ἐκ τῆς ἠπείρου καὶ τῶν Περσῶν, καταντικρὺ τῶν πολεμίων ὡρμίσαντο ἐλθόντες. καὶ ὁ βασιλεὺς αὐτίκα πολλὴν ἄγων στρατιὰν πεζήν τε καὶ ἱππικὴν ἐκ Βυζαντίου, συστρατευομένου καὶ Παλαιολόγου τοῦ νέου βασιλέως, ἄρτι γὰρ ἀφῖκτο ἐκ Θεσσαλονίκης, ὥσπερ ὕστερον εἰρήσεται ὀλίγῳ, πρός τε τὰς σφετέρας καὶ τὰς συμμαχίδας ἀφίκοντο τριήρεις καὶ παρώρμων τὸν Νικόλαον ἐπὶ τὴν μάχην. ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ πεισθήσεσθαί ποτε, ὥσθ' ὑπ' ἄκρας ἀθλιότητος μηχανὰς διενοεῖτο πετροβόλους ἀχθησομένας ἐκ Βυζαντίου καθιστᾷν ἐπὶ τῆς χέρσου, ὡς ἀμυνουμένας ἀπὸ γῆς, ἂν οἱ πολέμιοι ἐπίωσιν. ἃ εἰ καί τινα ὠφέλειαν συνοίσειν ἐνομίζετο, οὐκ ὀλίγου ἂν ἐδεήθη χρόνου πρὸς κατασκευὴν, τῶν πολεμίων μάλιστα ἐφεστηκότων καὶ πολλάκις τῆς αὐτῆς ἡμέρας δυναμένων ἐπιέναι. οὕτως οὔτε ἔπραττεν, οὔτε διενοεῖτό τι τῶν ἔμφρονι στρατηγῷ καὶ τὰ δέοντα συνεῖναι δυναμένῳ προσηκόντων ὑπὸ τῆς προσούσης ἐμπληξίας καὶ δειλίας. Πούνσων δὲ Ντεσάντα παῖς, οὕτω γὰρ ὁ τῶν Κατελάνων ἄρχων ἐκαλεῖτο, διεῤῥήγνυτο ὑπὸ θυμοῦ καὶ δια 3.230 σπᾷν, εἰ οἷόντε ἦν, τὸν συνάρχοντα Νικόλαον διενοεῖτο, τὴν ὕβριν τῶν πολεμίων καὶ τὴν καταφρόνησιν ἐννοῶν, ἣν πάσχουσι διὰ τὴν φαυλότητα τοῦ στρατηγοῦ, τοσοῦτον ἐν ἅπασι τῶν πολεμίων ὑπερέχοντες. πολλήν τε τοῦ σφετέρου ῥηγὸς κατεγίνωσκεν ἀπραγμοσύνην, ὅτι φέρων αὐτόν τε καὶ τὴν στρατιὰν ὑπέταξε τοιούτῳ ἀνδραπόδῳ, τῶν πολλῶν καὶ φαυλοτάτων οὐδὲν ἄμεινον διακειμένῳ. πονήρως δὲ καὶ τὸ σῶμα ἔχων ὑπὸ πυρετῶν, τὴν ἀρχήν τε ἔφασκεν ὑπὸ τῶν ἀτόπων ἔργων τοῦ συνάρχοντος νενοσηκέναι καὶ τελευτήσειν, ἀεὶ προστιθεμένων τῶν δεινῶν· ὅπερ καὶ μικρὸν ὕστερον ἐγίνετο. εἴτε γὰρ ὑπὸ πικρίας καὶ ὀργῆς τῆς πρὸς τὸν συνάρχοντα, εἴτε καὶ ἄλλως κατεργασθεὶς ὑπὸ τῆς νόσου, ἐτελεύτησεν, ἀνὴρ ἐπιφανὴς ἐν τοῖς ὁμοφύλοις καὶ πρὸς σύνεσιν καὶ στρατηγίαν οὐδενὸς ἀπολειπόμενος καὶ ἀγαθὸς ὀφθεὶς κατὰ τὰς μάχας. ᾑρεῖτο δὲ ἀντ' ἐκείνου στρατηγὸς Μονενάν τε Σκολτοῖς Κατελάνης, οὐκ ἐπιφανὴς μὲν, οὐδὲ ἐκ τῶν εὐπατριδῶν, ὅμως δὲ συνέσει καὶ πείρᾳ τῶν ἄλλων ὑπερέχων καὶ πρὸς μάχας κάλλιστα ἐξησκημένος. Νικόλαος δὲ ἄρας ἐξ οὗπερ ὡρμίζετο λιμένος ἅμα πάσαις ταῖς τριήρεσιν εἰς Βυζάντιον ἀφῖκτο, ὀπίσω καταλιπὼν τοὺς πολεμίους. δείσαντες δὲ κἀκεῖνοι, μὴ