489
ἐπίθωνται Γαλατᾷ ὀλιγανδροῦντι, πάντες γὰρ ἦσαν ἐν ταῖς ναυσὶ, κατέπλεον μετ' ἐκείνους. καὶ αὖθις ὁ βασιλεὺς ἐδεῖτο Νικολάου συμβαλεῖν τοῖς πολεμίοις καταπλέουσιν· ἑώρα γὰρ περιφανῆ τὴν νίκην ἐσομένην. ὁ δ' οὐ 3.231 δὲν ἧττον ἢ πρότερον, πάντα μᾶλλον ἢ μάχεσθαι διενοεῖτο. βασιλεὺς δὲ ὑπ' ἀμηχανίας ἀπορῶν, ὅ,τι χρήσαιτο τοῖς πράγμασι, Μονενὰν τῷ τῶν Κατελάνων ἄρχοντι συνεβούλευε, μετὰ τῶν βασιλικῶν παρασκευασάμενον τριηρέων χωρεῖν ἐπὶ τοὺς πολεμίους. οἴεσθαι γὰρ καὶ Νικόλαον αἰσχυνθέντα οὐκ ἀπολειφθήσεσθαι τῆς μάχης, πρός τε τὸν ῥῆγα σφῶν εὐπρόσωπον ἀπολογίαν ἔσεσθαι, εἰ παρὰ Νικολάου διώκοιτο ἀπειθείας· τετελευτηκέναι γὰρ ἐκεῖνον, ᾧ προσέταττεν ὁ ῥὴξ πάντα Νικολάῳ πείθεσθαι. Μονενὰν δὲ αὐτῷ τε καὶ τοῖς ὁμοφύλοις μάλιστα τὴν μάχην εἶναι κατὰ γνώμην ἔφασκε καὶ πολλὴν καταγινώσκειν ἀτολμίαν Νικολάου, οὕτως ἑτοίμην νίκην ὑπὸ φαυλότητος ἑκοντὶ προϊεμένου· μὴ δύνασθαι δὲ μηδ' αὐτὸν παρὰ τὰ δοκοῦντα πράττειν Νικολάῳ. τὸν γὰρ αὐτὸν εἶναι λόγον πρὸς αὐτὸν, ὅνπερ καὶ τῷ στρατηγοῦντι πρὸ ἐκείνου. εἶναι δὲ ἀνόητον παντάπασιν, εἰ νικῶντες καὶ ἡττώμενοι ὁμοίως εὐθύνας ὑποπτεύοντες τῆς ἀπειθείας τῷ σφῶν ἄρχοντι παρέχειν, ἔπειτα διακινδυνεύειν ὑποσταῖεν ἐφ' οὕτως ἑκατέρωθεν ἐσομένοις φανεροῖς κακοῖς. ἄντε γὰρ νικῷεν, κολάζεσθαι ἀνάγκη καὶ τὰ ἔσχατα ὑπομένειν καὶ ἀτίμους εἶναι διὰ τὴν ἀπείθειαν, οὕτω γὰρ εἶναι παρ' αὐτοῖς νενομισμένον, ἄνθ' ἡττῶνται παρὰ τῶν πολεμίων, ἄδηλον γὰρ, ὅπη ἀποβήσεται, ἀνάγκη ἀποθνήσκειν τοὺς περισωθέντας ἀπὸ τοῦ πολέμου. δι' ἃ μὴ δύνασθαι, εἰ μὴ Νικόλαος ἐπιτρέπει, συμπλέκεσθαι τοῖς πολεμίοις. οὕτω δὲ περὶ τὴν μάχην μάλιστα ἠσχολημένου βασιλέως καὶ ἀγανακτοῦντος, ὅτι μὴ πεί 3.232 θοιντο οἱ σύμμαχοι, ταῖς γὰρ σφετέραις μόναις ἀδύνατοι ἦσαν οἱ Ῥωμαῖοι πρὸς τοσοῦτον στόλον ἀντικαθίστασθαι τῶν πολεμίων, ἀθρόον ἑωρῶντο ἄρτι ἥκουσαι ἐκ Κατελάνων τρεῖς τριήρεις μέγισται μεγέθει καὶ πρὸς τὴν ἄλλην ἅπασαν παρασκευὴν διαπρεπῶς κεκοσμημέναι, ὁπλίτας ἄγουσαι μαχιμωτάτους πολλοὺς καὶ ἀγαθούς. νομίσας δὲ διὰ τὴν προσθήκην τῶν τριηρέων ἀναθαρσήσαντα Νικόλαον χωρήσειν ἐπὶ τοὺς πολεμίους, ἥδετό τε καὶ ἐν ἐλπίσι χρηστοτέραις ἦν καὶ αὖθις ἐπεχείρει παρορμᾷν. ὁ δ' ἔργοις αὐτοῖς ὡς οὐ μαχεῖται φανερὸν ποιῶν, τὸν ναύσταθμον καταλιπὼν, ὡρμίζετο γὰρ ἐπὶ τὰς Εὐγενίου πύλας, καὶ περιπλεύσας τὴν ἀκρόπολιν, ἐπὶ τὸ ἀκμαιότατον τοῦ ῥεύματος ἐλθὼν, ἐφώρμει πρὸς τὴν τῆς μάρτυρος Βαρβάρας καλουμένην πύλην. συνείποντο δὲ ἀνάγκῃ καὶ Κατελάνοι καὶ Ῥωμαῖοι. βασιλεὺς δὲ εἰδὼς ἀλίμενον τὸ χωρίον ὂν, ὡς τὰ πολλὰ, ἂν ἐκ πόντου ἢ τῆς ἕω πνεύματα προσπέσωσιν· ὀγκουμένη γὰρ ἡ θάλασσα τοῖς τείχεσι προσπίπτει, πέτραι τε πολλαὶ καὶ ὕφαλοι καὶ φαινόμεναι τῶν τειχῶν προβέβληνται πανταχοῦ πρὸς ἄμυναν τῶν κυμάτων, ὑπὸ τῶν πρώτως τειχισάντων τὸ Βυζάντιον ἐκ προνοίας ᾠκοδομημέναι, συνεβούλευεν ἀφίστασθαι τοῦ τόπου καὶ μὴ σφᾶς αὐτοὺς ἀπροσδοκήτοις κινδύνοις περιβάλλειν ἑκοντί. Νικολάου δὲ σφίσι μᾶλλον τῆς περὶ τὰ ναυτικὰ πείρας δεῖν εἶναι παραχωρεῖν εἰπόντος πρὸς βασιλέα, ὥσπερ αὐτοί τε καὶ πάντες αὐτῷ τῶν κατὰ τὴν ἤπειρον ἐξίστανται, 3.233 καὶ πολυπραγμονεῖν μηδὲν, ὡς σὺν ἐπιστήμῃ πολλῇ τὰς ναυλοχίας ποιουμένων, τοῦτον μὲν ὡς ἀπεστερημένον παντάπασι κατελίμπανε φρενῶν, Ταρχανειώτην δὲ τὸν τῶν σφετέρων ἄρχοντα τριηρέων τάχιστα ἐκέλευεν ἀναχωρεῖν, ὅπου μάλιστα ἐν ἀσφαλεῖ διανυκτερεύσει, καὶ μὴ τοῖς ἀναισθήτοις ἐκείνοις συγκινδυνεύειν. Ταρχανειώτης μὲν οὖν ἐποίει κατὰ τὰ κεκελευσμένα· πνευμάτων δὲ ἀθρόον ἀκρίτων προσπεσόντων τῆς νυκτὸς καὶ τῆς θαλάσσης ἐξοιδησάσης, ὀλίγου ἐδέησαν αἱ Βενετικαὶ τριήρεις καὶ αἱ συμμαχίδες πᾶσαι διαφθαρῆναι, ὑπὸ τῶν κυμάτων πρὸς τὰ τείχη ἐξωθούμεναι. ὅμως μέντοι ἐναυάγησαν τέτταρες ἐκ τῶν Βενετικῶν καὶ τρεῖς τῶν συμμαχίδων. ἄνθρωποι δὲ καὶ ὅπλα καὶ αἱ λοιπαὶ ἀποσκευαὶ διεσώθησαν, πολλὰ καὶ τῶν Βυζαντίων συνεφαπτομένων καὶ συναλγούντων πρὸς τὸν κίνδυνον. αἱ