490
βασιλικαὶ δὲ διενυκτέρευσαν ἐν ἀσφαλεῖ, οὐδ' ἐν αἰσθήσει τοῦ κλύδωνος γεγενημέναι. οὕτω φαύλως ὁ τῶν ἐκ Βενετίας στρατηγὸς ἠγωνίσατο κατ' ἐκεῖνον τὸν καιρὸν, καὶ ὥσπερ ἑκοντὶ μετὰ τοὺς κινδύνους προεῖτο τὴν νίκην τοῖς πολεμίοις, πολλῆς τε ἀηδίας καὶ λύπης ἐνέπλησε καὶ οἷς ἔλεγε καὶ οἷς ἐποίει βασιλέα. μετὰ δὲ τὸν κλύδωνα ἐκεῖνον καὶ τὰς ναυαγίας παραινοῦντος βασιλέως ἔτι περιμένειν, αὐτὸς μηδὲ συνταξάμενος ἀνεχώρει, μόνον τὸν βασιλέα πρὸς τὸν πόλεμον καταλιπών. ὁ δὲ οὐδ' οὕτως ἀπείπατο τὴν συμμαχίαν, ἀλλὰ καὶ μετὰ τὴν τῶν συμμάχων ἀναχώρησιν ἐν τεσσαράκοντα ἡμέραις διέφερε τὸν πόλεμον, ἐλπίζων ἐπανήξειν τοὺς συμμάχους. ὡς δὲ ἠγγέλ 3.234 λοντο ὑπερβαλόντες τὸν Αἰγαῖον, οὐδένα ἂν δικαίως οἰηθεὶς ἔχειν αἰτίαν ἐπενεγκεῖν, εἰ σπένδοιτο τοῖς πολεμίοις θαλασσοκρατοῦσιν, ἀπολιπόντων τῶν συμμάχων καὶ καταπροδόντων ἄντικρυς, ἐσπείσατο πρὸς τοὺς ἐκ τῆς Γεννούας, προθυμότατα δεξαμένοις τὴν τοῦ πρὸς βασιλέα κατάλυσιν πολέμου. μετὰ τοῦτο δὲ καὶ αὐτοὶ πρὸς τὴν οἰκίαν ἀνεχώρουν. λβʹ. Τοῦ αὐτοῦ δὲ ἔτους Νικόλαός τε τὰς οὔσας τριήρεις ἐπισκευασάμενος καὶ ἑτέρας προσλαβὼν ἐκ Βενετίας, καὶ Κατελάνων πρὸς τοῖς οὖσι καὶ ἑτέρων ἐπιγενομένων, ὥρμηντο αὖθις ἐπὶ ζήτησιν τῶν πολεμίων. Γεννούας δὲ ὁ δῆμος καὶ ὁ δοὺξ ἐν αἰτίαις ποιησάμενοι Παγανὴν τὸν στρατηγὸν, ἄριστα τό γε εἰς αὐτὸν ἧκον ἐστρατηγηκότα καὶ μόνον αἰτιώτατον γεγενημένον τοῦ μὴ παντάπασι διαφθαρῆναι, ἀπεχειροτόνησαν, Ἀντώνιον δὲ Γριμάρδον ἐπέστησαν τῷ στόλῳ στρατηγόν. ἐφοπλίσας δὲ καὶ αὐτὸς πρὸς ταῖς οὔσαις καὶ ἑτέρας καὶ τἄλλα ἐπισκευασάμενος, ὧν ἐδεῖτο, ἐν Σαρδοῖ τῇ νήσῳ προσέβαλε τοῖς πολεμίοις, καὶ μάχης γενομένης, ἡττᾶτο κατακράτος, καὶ δύο καὶ τριάκοντα ἀπέβαλε τριήρεις. Κατελάνοι δὲ τότε μᾶλλον Νικόλαον ἐμέμψαντο, ὅτι μὴ πεισθείη βασιλεῖ ναυμαχεῖν περὶ Βυζάντιον, ὅπου πλείων τε αὐτοῖς ἡ δύναμις, παρούσης καὶ τῆς βασιλικῆς, καὶ τοῖς πολεμίοις οὐδεμία ἡττηθεῖσιν ἦν ἀποφυγὴ, ἀλλ' ἀνάγκη ἦν παντάπασιν ἐκπολιορκηθέντας διαφθαρῆναι. οἱ ἐν Γεννούᾳ δὲ ἀπειρηκότες πρὸς οὕτω μεγάλην ἧτταν, χρήματά τε 3.235 γὰρ αὐτοῖς οὐ παρῆν πρὸς ἑτέρου στόλου παρασκευὴν, καὶ ὁ δῆμος ἐπιέζετο ἐνδείᾳ πολλῇ τοῦ σίτου, τῶν ἐκ Βενετίας μὲν θαλασσοκρατούντων μετὰ τὴν νίκην καὶ οὐκ ἐώντων σῖτον ἐκ θαλάττης ἄγεσθαι, γῆς τε οὐκ ἄρχοντες, ἐξ ἧς τραφήσονται γεωργοῦντες, δεῖν ἔγνωσαν τῷ τῶν Μεδιολάνων ἄρχοντι ὑπάγειν ἑαυτοὺς καὶ καταδουλοῦν, ὠφελεῖν τὰ μέγιστα δυναμένῳ. χρημάτων τε γὰρ ἐς τὰ μάλιστα εὐπόρει καὶ στρατιᾶς οὐχ ἱππικῆς μόνον, ἀλλὰ καὶ πεζῆς, ἧς ἐδέοντο ἐκεῖνοι. πρὸς τούτοις δὲ καὶ χώρας ἄρχων πολλῆς καὶ ἀγαθῆς, τρέφειν ἠδύνατο σῖτον πανταχόθεν ἄγων. οὕτω δὲ δόξαν, διεπρεσβεύοντο πρὸς αὐτὸν καὶ τὴν πόλιν παρεδίδουν. ὁ δ' ἐδέχετο ἀσμένως, καὶ πρότερον ποιούμενος περιπλείστου Γεννούας δεσπότης εἶναι, οὔσης ὁμόρου. καὶ ὅρκοι πρὸς ἀλλήλους ἐγίνοντο καὶ συμβάσεις, ὥστ' αὐτὸν μὲν ἐκείνοις καὶ χρήμασι καὶ ὅπλοις καὶ στρατιώταις καὶ πᾶσιν, οἷς ἔχει, βοηθεῖν ἐπὶ τοὺς πολεμίους, αὐτοὺς δ' ἐκεῖνον διὰ βίου παντὸς δεσπότην ἔχειν καὶ μηδέποτε ἀγνωμονήσειν, ἄρχοντά τε δέχεσθαι τῇ πόλει παρ' ἐκείνου, καὶ τὴν πολιτείαν καθάπαξ μεταβαλόντας ὑπ' ἐκείνου ἄγεσθαι, ὅπη ἂν δοκῇ. οὕτω μὲν οὖν οἱ ἐν Γεννούᾳ πιεσθέντες ὑπὸ τοῦ πολέμου πράττειν ἠναγκάσθησαν ἀγεννῆ καὶ ἀνελεύθερα, τὸν πρότερον κόμπον καὶ τὸ φύσημα ἀποβαλόντες, καὶ Σίμωνα Μπουκανέγρα τὸν σφῶν ἄρχοντα παραλύσαντες τῆς ἀρχῆς, ἄρχοντα τῇ πόλει εἰσεδέχοντο παρὰ τοῦ τῶν Μεδιολάνων δεσπότου. 3.236 ὁ δ' ὡς οἰκείων ἤδη πρόνοιαν ποιούμενος, σῖτόν τε ἀφθόνως ἐχορήγει καὶ τὰ ἄλλα ἐπιτήδεια καὶ χρήματα ἐς τοῦ πολέμου τὴν παρασκευὴν καὶ ὁπλίτας, ἐκέλευέ τε αὖθις τριήρεις πληροῦν κατὰ τῶν πολεμίων. ἐπεὶ δὲ ὁ στόλος παρεσκεύαστο, τὸν Παγανὴν ἐπέστησαν αὖθις στρατηγὸν, Ἀντωνίου πολλὴν καταγνόντες ἀπειρίαν περὶ στρατηγίας. καὶ οἱ ἐκ Βενετίας ὡς ἐπύθοντο τοὺς πολεμίους αὖθις στόλῳ ἐπιόντας,