491
ἀντεπεξῄεσαν καὶ αὐτοὶ, Νικολάου στρατηγοῦντος· ἐπαρθέντες δὲ τῇ προτέρᾳ νίκῃ καὶ τῆς Κατελάνων συμμαχίας ἀμελήσαντες, ὥσπερ καὶ πρότερον τῆς βασιλέως, κατεναυμαχήθησαν ὑπὸ τῶν ἀντιπάλων πρὸς τῇ Μεθώνῃ, καὶ τάς τε ναῦς ἁπάσας οἱ ἐκ Γεννούας ἔλαβον τῶν πολεμίων πλὴν ὀλίγων καὶ τὸν στρατηγὸν αἰχμάλωτον, ὃς καὶ ἐν Γεννούᾳ ἐτελεύτησε δεσμωτήριον οἰκῶν. μετὰ δὲ τὴν πληγὴν ἐκεῖνοι καὶ οἱ ἐκ Βενετίας ἀτονοῦντες πρὸς τὸν πόλεμον, διεπρεσβεύσαντο ἀλλήλοις περὶ εἰρήνης καὶ κατέλυσαν τὸν πόλεμον, μικρᾶς ἕνεκα αἰτίας μέγαν γεγενημένον καὶ τὰ μέγιστα ἑκατέρους βλάψαντα. ἐπεὶ δὲ εἰρήνη ἦν καὶ δεινὸν οὐδὲν προσεδοκᾶτο, ἀνάξιον εἶναι σφῶν ἡγούμενοι οἱ ἐν Γεννούᾳ μηδὲν ἀγνωμονεῖν περὶ τοὺς εὐεργετηκότας, πρῶτα μὲν Παγανὴν τὸν στρατηγὸν, λαμπρὸν γεγενημένον ἐν ταῖς στρατηγίαις ἀμφοτέραις, ἐξήλασαν τῆς πόλεως, ἀειφυγίαν κατακρίναντες, καὶ σὺν ἐκείνῳ πάντας τοὺς ἀρίστους, οὐδὲν ἔχοντες ἐγκαλεῖν· ἔπειτα καὶ τοῦ Μεδιολάνων ἀφίσταντο δε 3.237 σπότου καὶ Μπουκανέγραν αὖθις τὸν Σίμωνα ἄρχοντα τῶν πραγμάτων ἀποδείξαντες, τὸν παρ' ἐκείνου καθεστῶτα ἐξήλασαν ἀτίμως καὶ τοῦτον τὸν τρόπον ἐκεῖνον τῆς πολλῆς περὶ αὐτοὺς ἠμείψαντο κηδεμονίας. ὁ μὲν οὖν τῶν Λατίνων πρὸς ἀλλήλους καὶ πρὸς Ῥωμαίους πόλεμος ἐνταῦθα ἐτελεύτησε. βασιλεὺς δὲ ὁ Παλαιολόγος, βασιλίδος τῆς μητρὸς μάλιστα ἐναγούσης, ἦλθεν εἰς Αἶνον, ἐν Θεσσαλονίκῃ τὴν μητέρα καταλιπὼν, ὡς ἐκεῖθεν διὰ τῆς Θρᾴκης εἰς Βυζάντιον ἀφιξόμενος πρὸς βασιλέα τὸν κηδεστήν. οἱ δὲ ἐν ∆ιδυμοτείχῳ ἄρχοντες, Ἀρσένιός τε μέγας παπίας ὁ Τζαμπλάκων καὶ πρωτοστράτωρ ὁ Ταρχανειώτης, ὑποπτεύσαντες διὰ ∆ιδυμοτείχου βασιλέα τὸν Παλαιολόγον παρελθεῖν ἂν, οὐκ ἀνήκοοί τε τῶν ἐν Θεσσαλονίκῃ γεγενημένων πρὸς Κράλην τῷ βασιλεῖ συμβάσεων περὶ συμμαχίας ὄντες καὶ ὡς κοινῇ συνέθεντο πρὸς Καντακουζηνὸν τὸν βασιλέα πόλεμον κινεῖν, ἔδεισαν, μὴ εἰσδεξάμενοι τῇ πόλει μὴ κατὰ γνώμην πράττωσι βασιλεῖ τῷ Καντακουζηνῷ καὶ πρὸς ὀργὴν διερεθίσωσι, δοκοῦντες ἀγνωμονεῖν περὶ αὐτὸν καὶ τοῖς ἐναντία πράττουσι προστίθεσθαι ἀφιστάμενοι αὐτοῦ. καὶ πέμψαντες ἐπυνθάνοντο, ᾗ χρὴ προσφέρεσθαι τῷ νέῳ βασιλεῖ· καὶ ὁ βασιλεὺς προσέταττεν, ὡς προσήκει δούλους τοῖς δεσπόταις, καὶ πᾶσαν εἴσοδον παρέχειν ἐλευθέρως, προσέχοντας ὡς βασιλεῖ, οὐκ αὐτοὺς μόνους, ἀλλὰ καὶ τὰς ἄλλας πάσας πόλεις. ὅθεν καὶ εἰσεδέξαντο προθύμως ἐκ τῆς Αἴνου ἀφιγμένον. βασιλεὺς 3.238 δὲ ὀλίγας ἡμέρας ∆ιδυμοτείχῳ ἐνδιατρίψας, ἀπῆρεν ἐκεῖθεν 3.238 εἰς Βυζάντιον καὶ συνδιέτριψεν οὐκ ὀλίγον χρόνον βασιλεῖ τῷ κηδεστῇ, μάλιστα ἀκμάζοντος τότε τοῦ Λατινικοῦ πολέμου. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς εἰδὼς τῷ τε υἱῷ Ματθαίῳ καὶ βασιλεῖ τῷ γαμβρῷ διαφοράς τινας οὔσας πρὸς ἀλλήλους, δεῖν ἔγνω κἀκεῖνον μεταπεμψάμενος, διαλύειν τὰς διαφορὰς αὐτοῖς πάντα ἐξειπόντας ἐπ' αὐτοῦ, ὅσα ἀλλήλοις οἴονται προσκεκρουκέναι. καὶ τόν τε υἱὸν μετεκαλεῖτο καὶ βασιλέα τὸν γαμβρὸν παρακατεῖχεν, ὡς βεβαίας αὐτοῖς θησόμενος τὰς διαλύσεις. ὁ μὲν οὖν υἱὸς ἄρτι τὴν Ἀδριανοῦ παρειληφὼς καὶ τὰς περὶ αὐτὴν πολίχνας, βασιλέως τοῦ πατρὸς ἐγκεχειρικότος, καὶ περὶ τὴν ἐκείνων πρόνοιαν ἠσχολημένος, ὑστέρησε κατὰ τὸ βασιλέως πρόσταγμα εἰς Βυζάντιον ἐλθεῖν, γνώμην ἔχων ὡς ἀφιξόμενος ὀλίγῳ ὕστερον. βασιλέως δὲ τοῦ νέου πρὸς τὰς ἐγκεχειρισμένας πόλεις ἥκειν ἐπειγομένου, ἐπέτρεπεν ὁ βασιλεὺς τὴν ἔξοδον, ταῖς προτέραις πόλεσιν, ἃς αὐτῷ ἐφῆκεν ἄρχειν, καὶ ∆ιδυμότειχον προσθείς· Ἑλένην τε βασιλίδα τὴν γαμετὴν ἐπέτρεπεν αὐτῷ συνέπεσθαι, Μανουὴλ τὸν νεώτερον ἔχουσαν τῶν υἱῶν. Ἀνδρόνικον δὲ βασιλέα τὸν υἱὸν καὶ Εἰρήνην τὴν θυγατέρα παρὰ βασιλίδι κατελίμπανεν ἐκτρέφεσθαι τῇ μάμμῃ φιλοτίμως. μέλλοντι δὲ ἀπαίρειν ἤδη τῷ νέῳ βασιλεῖ ἄλλα τε παρῄνει βασιλεὺς ὁ κηδεστὴς καὶ πρὸς τὸν γυναικὸς ἀδελφὸν μηδένα πόλεμον κινεῖν, μηδὲ κακοῖς πειθόμενον συμβού 3.239 λοις, πολέμιον ἐκεῖνον μηδὲν νομίζειν ἀδικοῦντα. βέλτιον μὲν γὰρ εἶναι περιμείναντα αὐτὸν, ἄχρις ἂν ἀφίκηται ἐκεῖνος, λύειν ἐπ' αὐτοῦ, εἴ τι