ἑκατὸν εἴκοσιν ἐπίνειον εἶναι λέγεται Περγαμηνῶν. (ῃερς. 519.) Ἐν δὲ τῷ, ἥρω Εὐρύπυλον, οἱ μὲν ἥρωα νοοῦσι κατ' ἔκθλιψιν, οἱ δὲ ἥρω φασὶ δισυλλάβως ἢ κατὰ κλίσιν ἰσοσύλλαβον, ἢ μᾶλλον κατὰ ἀποκοπὴν, ὁμοίως τῷ γέλω ἔκθανον. Ὅρα δὲ καὶ ὅτι Εὐρύπυλος μὲν τὸ κύριον, τὸ δὲ ἐπιθετικὸν εὐρυπυλὲς, ὡς δηλοῖ τὸ, εὐρυπυλὲς Ἄϊδος δῶ. ἔχει δέ τινα ὁμοίαν διφόρησιν καταλήξεως καὶ τὸ ἄτερπος καὶ ἀτερπὴς, ὧν τοῦ μὲν χρῆσις ἐν τῷ, ἀτέρπου ὀϊζύος, τοῦ δὲ ἐν τῷ, ἀτερπέα δ' αὖλιν ἔκυρσαν. (ῃερς. 5.) Κήτειοι δὲ κατὰ μὲν Ἀρίσταρχον οἱ μεγάλοι παρὰ τὸ κῆτος, κατὰ ἀναλογίαν τοῦ, κῆδος κήδειος καὶ τῶν ὁμοίων. ἐν οἷς καὶ ἀπὸ τοῦ γῆρος ἀκάνθης ἐξάνθημα παρὰ τῷ Ἀράτῳ τὸ γήρειον, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα διεσαφήθη. ἐν δὲ τοῖς τοιούτοις εἰ ζητεῖται διὰ τί τὸ σκότιος, οἷον, σκότιον δὲ ἐγείνατο μήτηρ, ἔτι δὲ καὶ τὸ, σκοτίους ἀπιόντας διὰ τῆς πολεμίας, οὐκ ἐγράφησαν διὰ τῆς εˉι διφθόγγου ὡς ἀπὸ τοῦ σκότος, ὁμοίως τῷ, κῆτος κήτειος καὶ τοῖς κατ' αὐτὸ, ῥητέον ὅτι γίνεται μὲν σκότιος ἐκ τοῦ σκότος, πλὴν οὐκ ἐκ τοῦ οὐδετέρου ἀλλὰ τοῦ Ἀττικωτέρου ἀρσενικοῦ, κατὰ τὸ, δόλος δόλιος, νόμος νόμιος. Ἔτι ἰστέον καὶ ὅτι κητείους τοὺς μισθωτοὺς εἶπον διὰ τὸ ἀκόρεστον ἐκ μεταφορᾶς κήτους. ἕτεροι δὲ ἔθνος Μυσίας φασὶ τοὺς ὕστερον Ἐλεάτας ἀπὸ Κητείου ποταμοῦ χειμαῤῥώδους ἐν τῇ Ἐλεάτιδι, ὃν καὶ κητώεντα φασίν. ἄλλοι δὲ κητείους τοὺς Περγαμηνοὺς ἐνόησαν. ἔνιοι δὲ γράφουσι κήδειοι, τουτέστι κηδεσταὶ, συγγενεῖς, ἢ καὶ ἄλλως εἰπεῖν, κήδιστοι. εἰσὶ δὲ οἳ γράφουσι καὶ χήτειοι γυναίων εἵνεκα δώρων, τουτέστιν ἐστερημένοι γυναικῶν ἕνεκα δώρων ἤγουν μισθοῦ. ἐπεὶ δώροις ὁ Ἕκτωρ καὶ ἐδωδῇ κατέτρυχε τοὺς λαοὺς, διὰ τοὺς συμμάχους, ὧν εἷς καὶ ὁ Εὐρύπυλος. τινὲς δὲ τὸ γυναίων καὶ τὸ δώρων ὁμοῦ ἀναγινώσκουσι, νοοῦντες κτητικῶς γύναια δῶρα, τουτέστι γυναικεῖα, ἢ τὸν Ἑρμιόνης γάμον, ὃν ἐν Τροίᾳ τῷ Νεοπτολέμῳ ὑπέσχετο καὶ κατένευσεν ὁ Μενέλαος, ἢ χρυσῆν τινά φασιν ἄμπελον, ἣν Ζεὺς μὲν ἐχαρίσατο ἀντὶ Γανυμήδους τῷ πατρὶ Τρωΐ, Πρίαμος δὲ ἐκ διαδοχῆς ἐλθοῦσαν εἰς αὐτὸν ὑπέσχετο Ἀστυόχῃ τῇ ἑαυτοῦ μὲν 1.432 ἀδελφῇ, Εὐρυπύλου δὲ μητρὶ, εἰ πέμψει ἐπὶ συμμαχίᾳ τὸν υἱὸν, φάμενον ἐπὶ τῇ μητρὶ κεῖσθαι τὴν εἰς πόλεμον ἐξέλευσιν αὐτοῦ, ἵνα δηλοῖ ὁ λόγος, ὡς διὰ γυναικὸς δωροδοκίαν Εὐρύπυλος συνεμάχησε. ἄλλοι δέ φασι τῇ Εὐρυπύλου γυναικὶ ὑποσχῆσθαι δῶρα πρὸς Πριάμου, εἰ ἀναπείσει τὸν ἄνδρα συμμαχῆσαι Τρωσίν. ἔδοξε δέ τισι κρεῖσσον ἀποδοῦναι, ὡς ὑπόσχεσιν ἔθετο Πρίαμος Εὐρυπύλῳ, καθὰ καὶ πρὸ αὐτοῦ τῷ Ὀδρυονεῖ, μίαν τῶν θυγατέρων δώσειν ἐπικουρήσαντι. καὶ τοῦτο εἶναι φασὶ τὰ γυναικεῖα δῶρα. ὁ δὲ γεωγράφος εἰς ταῦτα γράφει τοὺς παρ' Ὁμήρῳ κητείους μὴ εἰδέναι οὓς δεῖ δέξασθαι ἤτοι νοῆσαι, οὐδὲ τὸ γυναίων εἵνεκα δώρων, τοὺς δὲ γραμματικοὺς μυθάρια παραβάλλοντας εὐρεσιλογεῖν μᾶλλον ἢ λύειν τὸ ζητούμενον. λέγει δὲ καὶ τὸν Κήτειον ποταμὸν ῥέειν εἰς τὸν Κάικον, οὗ περὶ τὴν Ἴδην αἱ πηγαί. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῇ δεδηλωμένῃ Ἀστυόχῃ δῶρον ἴσχυσε κατὰ φίλου παιδὸς,ἀλλὰ καὶ ἐπὶ Ἐριφύλῃ κατὰ ἀνδρὸς τοῦ καλοῦ Ἀμφιάρεω. ἦν δὲ τὸ ἐπὶ ταύτῃ δῶρον ὅρμος χρυσοῦς ὃς ὕστερον περιῆλθε τῷ Φοίβῳ ἐξ αἰτίας τοιαύτης. Ἀλκμαίων ὁ ἐξ Ἀμφιάρεω καὶ Ἐριφύλης, τὴνμητέρα κτανὼν χόλῳ τῷ ὑπὲρ τοῦ πατρὸς ὁμοίως Ὀρέστῃ καὶ διατοῦτο μανίᾳ περιπεσὼν, καθὰ καὶ ἐκεῖνος, εἶτα τοῦ μεμηνέναι ἀπαλλαγεὶς καὶ εὐχόμενος μηκέτι ταυτὸ παθεῖν, καὶ ἀκούσας ἐξ Ἀπόλλωνος τὸ, τιμῆέν μ' αἰτεῖς δῶρον μανίης ἀποπαῦσαι καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας ᾧ ποτε μήτηρ Ἀμφιάραον ἔκρυψ' ὑπὸ γαῖαν αὐτοῖσι σὺν ἵπποις, ἔδωκε τὸν ζητηθέντα χρύσεον ὅρμον τῆς Ἐριφύλης καὶ ἀπηλλάγη. ἔοικε δὲ χαίρειν τὸ ῥηθὲν δαιμόνιον ἄλλοις τε ἀναθήμασιν, ὡς πολλαχοῦ δηλοῦται, καὶ κόσμοις δὲ γυναικῶν. Μενελάῳ γοῦν ἐρομένῳ τὸν Πύθιον πῶς ἂν Ἀλέξανδρον τίσαιτο, ἔφη ἐκεῖνος οὕτω· πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σοῦ ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχ' Ἑλένῃ μέγα χάρμα. ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. καὶ ἀνέθηκεν ἐκεῖνος τὸν ζητηθέντα ὅρμον καὶ ἀπηλλάγη τέλεον. (ῃερς. 521.) κάλλιστον δὲ ὁ ποιητὴς τὸν