492
μικροψύχως πρὸς ἀλλήλους διηνέχθησαν· ἐπεὶ δ' ἀναγκαία καὶ περισπούδαστος αὐτῷ ἡ ἔξοδος, αὐτός τε ἀδυνάτως ἔχει διὰ τὸν πρὸς Λατίνους πόλεμον τὸ νῦν ἔχον εἰς Θρᾴκην ἀφικέσθαι καὶ διαλλάττειν αὐτοὺς ἀλλήλοις, μηδὲν κινεῖν τῶν καθεστηκότων, ἄχρις ἂν Εἰρήνη βασιλὶς ἡ μήτηρ εἰς ∆ιδυμότειχον ἀφικομένη πᾶσαν πρόφασιν πολέμου καὶ μικροψυχίας περιέλῃ. τοιαῦτα παραινέσας ὁ βασιλεὺς, τὸν νέον ἐξέπεμπε μετὰ τῆς γυναικός. μετὰ μικρὸν δὲ καὶ βασιλίδα Εἰρήνην τὴν γαμετὴν ἐκέλευεν εἰς ∆ιδυμότειχον ἀφικομένην, διαλλάττειν τὸν υἱὸν γαμβρῷ τῷ βασιλεῖ. συνεξέπεμπε δὲ αὐτῇ καὶ Φιλόθεον τὸν Ἡρακλείας μητροπολίτην καὶ Μητροφάνην τὸν Μελενίκου, ἄνδρας καὶ βίῳ καὶ λόγῳ τοῖς ὁρῶσι ὄντας ἀξιόχρεως πρὸς αἰδῶ, πρὸς τούτοις δὲ καὶ Φιλῆν τὸν Ἰωάννην, ὄντα τῶν εὐπατριδῶν, δι' ἀρετὴν δὲ καὶ φιλοσοφίαν βίου πάντων ἀποσχόμενον πραγμάτων καὶ σχολάζοντα τοῖς οἴκοι καὶ πρόνοιαν πολλὴν ποιούμενον σώφρονος βίου καὶ δικαίου, ἅμα μὲν συνδιαλλάξοντας αὐτῇ καὶ τοὺς υἱοὺς, ἅμα δὲ αὐτῇ καὶ μάρτυρας ἐσομένους, εἰ μὴ τὴν ἴσην σπουδὴν ἐν ἀμφοτέροις ἐπιδείξαιτο, ὥστε μηδὲν ὕστερον τοὺς συκοφάντας ἔχειν ἐγκαλεῖν, δυναμένους τἀναντία, ὧν εἴργαστο ἡ βασιλὶς, λογοποιεῖν, εἴ τι μὴ κατὰ γνώμην ἀποβαίη τοῖς υἱέσιν. ἐπέ 3.240 τρεπε δὲ βασιλίδι καὶ τοῖς συνεκπεμφθεῖσι, τὰς μὲν ἄλλας διαφορὰς τῶν παίδων διαλύειν, ἔκφορα πάντα θεμένων πρὸς αὐτοὺς, ᾗ ἂν θεός τε καὶ ἡ σύνεσις ὑφηγοῖτο· ἕτερον δὲ τῶν καθεστώτων μηδὲν κινεῖν, ἀλλὰ βασιλέα μὲν τὸν νέον ∆ιδυμότειχον καὶ τὰς ἄλλας πόλεις ἔχειν, ἃς ἐνεχείρισεν αὐτῷ, πράττοντα, ὅ,τι ἂν δοκῇ, ἑτέρᾳ δὲ τῶν μήπω ἐγκεχειρισμένων παρενοχλεῖν μηδεμιᾷ, ἀλλ' ἐᾷν ὑπὸ βασιλέα, ὥσπερ καὶ πρότερον, τελεῖν. Ματθαῖον δὲ τὸν γυναικὸς ἀδελφὸν δοῦλον μὲν ἡγεῖσθαι κατὰ τὸν τῶν βασιλέων νόμον, ἀλλὰ καὶ ἀδελφὸν, καὶ πᾶσαν ἐπιδείκνυσθαι πρὸς αὐτὸν εὐμένειαν καὶ φιλίαν, ὥσπερ δίκαιον, καὶ μηδὲν ἀνακρίνειν περὶ τῆς ἀρχῆς, ἀλλ' ἐᾷν τοὺς ἀρχομένους ἄγειν, ὅποι ἂν δοκῇ, καὶ τῆς τοιαύτης ὑπεροχῆς αὐτῷ παραχωρεῖν, ὄντι γε πατρὶ καὶ δυναμένῳ τοὺς παῖδας, ἄν τι σφάλωνται, ἐπανορθοῦν. Ματθαῖον δὲ τὸν υἱὸν τὴν Ἀδριανοῦ καὶ τὰς ἄλλας πολίχνας ἔχειν, καὶ βασιλέα τὸν γαμβρὸν ἀδελφὸν ἡγεῖσθαι καὶ δεσπότην καὶ πᾶσαν εὔνοιαν ἀποδιδόναι καὶ τιμήν· μὴ μέντοι γε ἀνάγκην ἔχειν καὶ ἀνακρίνεσθαι ὑπ' αὐτοῦ πρὸς τὴν ἀρχὴν, ἀλλ' ὑπὸ μόνου τοῦ πατρός. οὕτω γὰρ εἶναι δίκαιον καὶ πρόφασιν οὐδεμίαν διαφορᾶς καὶ στάσεως παρέχον. λγʹ. Τοιαῦτα μὲν ἥ τε βασιλὶς Εἰρήνη καὶ οἱ συνόντες ἐπετράπησαν περὶ τῶν υἱῶν. ἐπεὶ δὲ ἐγένοντο ἐν ∆ιδυμο 3.241 τείχῳ καὶ ἐπειρῶντο κατὰ τὰ διατεταγμένα ὑπὸ βασιλέως πράττειν, τἄλλα μὲν ἐπείθετο ὁ νέος βασιλεὺς, ἀπαιτούμενος δὲ καὶ γράμμασιν οἰκείοις τῷ γυναικὸς ἀδελφῷ πιστὸν ποιεῖν, ὡς οὐδὲν οὐδέποτε αὐτῷ πρὸς τὴν ἀρχὴν παρενοχλήσει, οὐκ ἐπείθετο, τὰ μὲν ὑπὸ βασιλέως ὡρισμένα στέργειν φάμενος καὶ ἀντιλέγειν πρὸς μηδὲν, γράψειν δὲ μηδέν· οὐδὲν γὰρ δεῖν αὐτῷ γραμμάτων. βασιλὶς δὲ ἀντεῖπε μετὰ τῶν ἀρχιερέων, οὐ δίκαια φάμενοι ποιεῖν αὐτὸν, πρόφασιν ὑποψίας καὶ πολέμου παρέχοντα τῆς γυναικὸς τῷ ἀδελφῷ. βασιλεὺς δὲ, ἵνα αἵ τε προγεγενημέναι διαφοραὶ διαλυθῶσι, καὶ μηκέτι μηδεμία πρόφασις ᾖ πολέμου ἐν ὑμῖν, ἔπεμψεν ἡμᾶς, ᾧ δέον, ἔφασκον, πείθεσθαι καὶ σέ. οὐ μικρὰν γὰρ παρέξει ὑποψίαν τὸ μὴ γράμμασιν ἐθέλειν ἐπιβεβαιοῦν, ἀνεύθυνον εἶναι παρὰ σοὶ τὴν ἀρχὴν τῷ ἀδελφῷ. βασιλεὺς δὲ τὰ ἴσα αὖθις εἶπε καὶ δῆλος ἦν οὐκ ἀρκεσθησόμενος τοῖς παροῦσι. βασιλὶς δὲ καὶ οἱ συνόντες ἐπεὶ μὴ πείθειν εἶχον, ἀνέστρεφον εἰς Βυζάντιον, μηδὲν περὶ ὧν ἧκον εἰργασμένοι, ἀπήγγελλόν τε βασιλεῖ, ὅσα βασιλεὺς ὁ νέος πρὸς αὐτοὺς διαλεχθείη. τῷ δ' εὐθὺς μὲν ἐδόκει τὰ παρόντα δεινῶν ἀρχὴ, καὶ ὑπώπτευεν ὑπὸ τῶν συνόντων ἐπὶ Ματθαῖον τὸν γυναικὸς ἀδελφὸν παροξυνθήσεσθαι τὸν νέον βασιλέα. ὅμως ἐδόκει δεῖν, ἐπεὶ καὶ τοῦ πρὸς Λατίνους ἀπήλλακτο πολέμου, αὐτὸν παραγενόμενον, πᾶσαν πρόφασιν πολέμου διαλύειν· 3.242 καὶ παρεσκευάζετο, ὡς ἀφιξόμενος μετὰ μικρὸν