493
εἰς ∆ιδυμότειχον. ἐν τούτῳ δὲ οἱ τῷ νέῳ βασιλεῖ συνόντες καὶ μάλιστα οἱ τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένοι πρότερον παρώξυνον ἐπὶ τὸν πόλεμον τὸν νέον, οὐδὲν ἔργον εἶναι φάσκοντες τὴν πατρῴαν ἀνασώζεσθαι ἀρχὴν, ἀδίκως ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως ἀφῃρημένην, καὶ αὐτοῦ τε ἔχοντος καὶ τὸν υἱὸν ἔφεδρον καθιστάντος. τὸ γὰρ ἀνυπεύθυνον αὐτῷ παρέχειν τὴν ἀρχὴν τί ἄλλο εἶναι ἢ βασιλέα καὶ αὐτὸν ἐν μέρει εἶναι; παρῄνουν τε μὴ τὸν ἀνταγωνιστὴν ἐᾷν αὐξάνεσθαι, ἀλλὰ καθαιρεῖν εὐθὺς ἐξαρχῆς. οἷς πειθόμενος φανερῶς ἐξήνεγκε τὸν πόλεμον. αὐτίκα γὰρ ὅση ἦν ταῖς πόλεσιν, ὧν ἦρχε, στρατιὰν συνηθροικὼς, ἐπεστράτευσε ταῖς πόλεσι ταῖς βασιλεῖ τῷ κηδεστῇ ὑποκειμέναις καὶ ὑπεποιήσατο οὐκ ὀλίγας, πάντων προθύμως προσχωρούντων καὶ πρὸς τὴν μεταβολὴν ἡδέως διατιθεμένων. μετὰ τοῦτο δὲ καὶ συμμαχίαν Περσικὴν μεταπεμψάμενος τότε πρῶτον φρούριόν τι κατὰ τὴν Θρᾴκην Τζύμπην κατασχόντων προσαγορευόμενον, τῷ γυναικὸς ἐπεστράτευσεν ἀδελφῷ, μηδεμίαν πρόφασιν παρεσχημένῳ πρὸς τὸν πόλεμον, καὶ τάς τε πολίχνας εἷλε, πρότερον ὧν ἦρχεν, ἑτοίμως προσχωρούσας, ἔπειτα καὶ τὴν Ἀδριανοῦ ἐλθὼν, ἡδέως τοῦ δήμου ὑποδεχομένου καὶ πᾶσαν ἀνιέντος εἴσοδον. Ματθαῖος δὲ ὁ τοῦ βασιλέως υἱὸς Νικηφόρον ἔχων σεβαστοκράτορα Καντακουζηνὸν τὸν θεῖον καὶ ἑτέρους τῶν περὶ αὐτὸν ἀρίστους, τὴν ἄκραν ἐλθὼν κατέσχεν, ἦν γὰρ 3.243 πρότερον τά τε ἐπιτήδεια ἐνθέμενος καὶ τἄλλα ἐπεσκευασμένος καλῶς, ὡς μάλιστα ἐνῆν. ἔπεμπέ τε καὶ πρὸς βασιλέα τὸν πατέρα τοὺς ὅτι δηλώσοντας ὑπὸ βασιλέως τοῦ γαμβροῦ πολιορκοῖτο. βασιλεὺς δὲ ὁ νέος ἐπεὶ τὴν πόλιν εἶχεν, ἄγων τὸν δῆμον καὶ τὴν ἑπομένην στρατιὰν, τὸν γυναικὸς ἀδελφὸν ἐπολιόρκει πρὸς τὴν ἄκραν καὶ τειχομαχίας ἐποιεῖτο καθημέραν καρτερωτάτας ἐκ διαδοχῆς. ἔσπευδε γὰρ πρὶν βασιλέα ἥκειν τὸν κηδεστὴν παραστήσασθαι τὴν ἄκραν. ἀνύειν δὲ ἠδύναντο οὐδὲν, τῶν ἔνδον εὐψύχως ἀμυνομένων καὶ πρὸς τὴν πολιορκίαν καρτερούντων. Ἀδριανουπολιτῶν δὲ ὁ δῆμος οὐ μόνον τειχομαχῶν ὁσημέραι λυπηρὸς τῷ βασιλέως ἦν υἱῷ, ἀλλὰ καὶ ἀποσκώπτων εἰς ἐκεῖνον καὶ πρὸς ὕβριν προσφερόμενος. ἔνιοι δὲ αὐτῶν, ὅσοι καὶ μάλιστα δύσνως εἶχον, καὶ πικρῶς ἐλοιδοροῦντο καὶ πρὸς ὕβρεις ἐξετρέποντο ἀνελευθέρους. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς ἐπεὶ πύθοιτο πολιορκούμενον τὸν υἱὸν, καὶ πρότερον παρεσκευασμένος ὢν ἐπὶ τὴν ἔξοδον, ἐχώρει κατὰ τάχος ἐπὶ τὴν Ἀδριανοῦ, στρατιάν τε Ῥωμαίων ἄγων, οἷς μάλιστα ἐθάῤῥει, καὶ Περσικὴν ὀλίγην, ἣν Ὀρχάνης ὁ γαμβρὸς παρέσχετο αἰτήσαντι. ἐπὶ τούτοις δὲ καὶ λόχον ἐκ Κατελάνων, οἳ ὑπελείποντο ἐν Βυζαντίῳ ἀπὸ τῶν τριηρέων. βασιλεὺς δὲ ὁ νέος ἐπεὶ πύθοιτο βασιλέα οἱ ἐπιόντα τὸν κηδεστὴν, ἄλλως τε οὐκ ἀξιόμαχος ὢν, καὶ τῆς ἄκρας μάλιστα κατεχομένης, δείσας, μὴ αὐτόθεν ῥᾳδίως ἁλίσκοιτο ἡ πόλις, πρότερον ἡμέρᾳ μιᾷ καταλιπὼν, εἰς τὴν Τζερνομιά 3.244 νου ἧκε, καὶ κατέσχε, τοῦ ἄρχοντος παραδόντος. ἐκεῖθεν δὲ εἰς ∆ιδυμότειχον ἀπεχώρει, τό,τε Περσικὸν καταλιπὼν ἐν τῇ Ἀδριανοῦ καὶ Ῥωμαίους οὐκ ὀλίγους φρουρεῖν τὴν πόλιν στρατιώτας. εἰς τὴν ὑστεραίαν δὲ Καντακουζηνὸς ὁ βασιλεὺς γενόμενος ἐν Ἀδριανοῦ, ἐπεὶ πύθοιτο βασιλέα τὸν γαμβρὸν ἀνακεχωρηκότα, πέμψας παρῄνει τοὺς πολίτας προσχωρεῖν αὐτῷ καὶ τὴν πόλιν παραδιδόναι. ὑφ' ὁρμῆς γὰρ ἀλόγου καὶ παραπληξίας ἀντισχήσειν οἰηθέντες πρὸς βασιλέα κατὰ σφᾶς, οἱ μὲν πρὸ τῶν πυλῶν ὡπλισμένοι ἀντιπαρετάττοντο, ἔχοντες καὶ Πέρσας τοὺς συμμάχους, ἐπὶ τῶν τειχῶν δὲ τὸ γυμνικόν. καὶ βασιλέως παραινοῦντος προσχωρεῖν, οὐ μόνον οὐκ ἐπείθοντο, ἀλλὰ καὶ ἦρχον μάχης χρώμενοι τοξείαις. ὁρῶν δὲ ὁ βασιλεὺς, ὡς ὅπλων χρεία πρὸς οὕτως ἀναισθητοῦντας, σύνθημα ἐδίδου μάχης τοῖς σφετέροις. καὶ αὐτίκα οἵ τε Κατελάνοι διὰ τῆς ἄκρας ἦσαν ἐντὸς τειχῶν, καὶ τὸ ἄλλο στράτευμα τοὺς ἔξω παρατεταγμένους ἐτρέψατο ἐπελθόν· καὶ ἡλίσκετο ἡ πόλις ἑκατέρωθεν. Πέρσαι δὲ οἱ σύμμαχοι ἐκείνοις, συνορῶντες ἤδη ἡττημένους, ὅσους οἷοίτε ἦσαν τῶν σφίσι