494
συντεταγμένων, συναρπάσαντες, προσεχώρησαν βασιλεῖ. αὐτίκα δὲ καὶ οἱ μετὰ τοῦ βασιλέως ἐπιδραμόντες, εἷλον οὐ πολλούς· ἦσαν γὰρ ὀλίγοι καὶ αὐτοί. διεδίδρασκον δὲ καὶ Ἀδριανουπολιτῶν, ὅσοι μάλιστα κακῶς τὸν βασιλέως ἔλεγον υἱὸν πολιορκούμενον, δείσαντες, μὴ τῆς ἀγνωμοσύνης δῶσι δίκας. ὁ δῆμος δὲ οὐδ' οὕτω, καίπερ ἡττημένος καὶ κακοπρα 3.245 γήσας, ὑφῆκε τῆς πρὸς βασιλέα δυσμενείας, ἀλλ' ἔνδον γενόμενοι τῆς πόλεως ὅσοι μὴ ἑάλωσαν, καὶ τὸν καρτερώτατον τῶν πύργων κατασχόντες, μίαν τε τῶν ἀγυιῶν δοκοῖς συμφράξαντες μεγάλαις, ἠμύνοντο ἑστῶτες ἐπιόντας τοὺς βασιλικούς. οἱ δ' ἐνίεσαν πῦρ κατὰ τῶν οἰκιῶν. καὶ σὺν πόνῳ οὐδενὶ περιεγίνοντο τῶν ἀντιτεταγμένων. τραπόμενοι γὰρ αὐτίκα οἱ μὲν ἐν ἀδύτοις κατεκρύπτοντο, οἱ δ' ἱκέτευον ἐν ἱεροῖς. ἡ στρατιὰ δὲ διεπόρθει τὰς οἰκίας καὶ διήρπασαν τὰ ὄντα. ἀπέθανε μέντοι κατ' ἐκείνην τὴν μάχην οὐδὲ εἷς, τραυματίαι δὲ ἐγένοντό τινες. ἔπειτα ὡς ἤδη πάντα εἴχετο, τότε πῦρ ἐκέλευεν ὁ βασιλεὺς σβεννύναι καὶ ἀπέχεσθαι τῆς ἁρπαγῆς τοὺς στρατιώτας, καὶ τοὺς κυρίους τῶν οἰκιῶν τὰ ὑπολελειμμένα ἔχειν, καὶ μηδένα ἀδικεῖν. οἱ μέντοι ἀνδραποδισθέντες ὑπὸ τῶν βαρβάρων ἐν ὀλίγαις ἡμέραις ὑπὸ τῶν οἰκείων χρήμασιν ἐλύθησαν. οὐ γὰρ πᾶσα ἡ πόλις διηρπάσθη, οὐδὲ παντάπασιν, ἀλλ' ὅσον ἐν ἐπίπλοις ἦν καὶ σκεύεσι τοῖς κατὰ τὴν οἰκίαν· ἃ οἱ στρατιῶται αὖθις ἀπέδοντο εὐώνως τοῖς κυρίοις, καὶ μάλιστα οἱ Κατελάνοι, οἳ πλείω τε διήρπασαν τῶν ἄλλων καὶ ἄχρηστα αὐτοῖς ἡγοῦντο ξένοις οὖσι καὶ ἀοίκοις. μετὰ τοῦτο δὲ βασιλεὺς μὲν ὁ Καντακουζηνὸς ἐν Ἀδριανοῦ τὰς προσχωρησάσας πρὸς βασιλέα τὸν νέον πόλεις ἐκάκου, πέμπων στρατιὰν, ὅσαι μὴ ὑπ' ἐκείνου παρεδόθησαν. ἐκείναις γὰρ οὐκ ᾤετο δεῖν ἐπι 3.246 στρατεύειν, οὐδ' ἀνακαλεῖσθαι παραδεδομέναις ὑπ' αὐτοῦ πρὸς τὸν γαμβρόν. μάλιστα δ' ἐκάκωσε τὴν Τζερνομιάνου καὶ ἐξεπίεσε λεηλασίαις, ἄχρις οὗ σφᾶς παρέδοσαν, καὶ τὴν πόλιν ἐκτριβέντες. ἐκεῖνοι γὰρ ὑπ' ἀβουλίας καὶ ὁρμῆς ἐμπλήκτου καὶ παραβόλου, μηδεμιᾶς ἀνάγκης οὔσης, οὐκ ἀπέστησαν μόνον, ἀλλὰ καὶ γράμμασιν ἐδήλουν, ὡς οὔθ' ὑπείκουσιν αὐτῷ, οὔτε βασιλέα οἴονται, ἀλλ' εἴ τι δύναιτο πρὸς αὐτοὺς, μηδενὸς καταμελεῖν. ἐφ' οἷς ὀργῇ φερόμενος, ἠμύνατο ἀξίως τῆς παραφροσύνης. ∆ιδυμοτείχῳ δὲ οὔτ' αὐτὸς ἐπεστράτευσεν, οὔθ' ἑτέρῳ τρόπῳ δή τινι ἐκάκου τῷ βασιλέα τὸν νέον μάλιστα φιλεῖν. καὶ τοῦ πολέμου γὰρ οὕτω λαμπρῶς κεκινημένου, τοὺς μὲν ἐνάγοντας ἐν αἰτίαις ἦγε μάλιστα καὶ τὰ πραττόμενα ἐκάκιζε, τῆς δὲ πρὸς βασιλέα τὸν γαμβρὸν εὐνοίας οὐδὲν ὑφῆκεν ἄχρι τότε. βασιλεύς τε ὁ νέος ὁμοίως οὐκ ἠμέλει, ἀλλὰ τάς τε προσεχούσας πόλεις βασιλεῖ τῷ κηδεστῇ ἐκάκου, καὶ πρὸς Κράλην πέμψας, ᾐτεῖτο συμμαχίαν κατὰ τὰς συνθήκας. Κράλης δὲ ὑπέσχετο προθύμως, ἢν ὅμηρον αὐτῷ παράσχῃ τὸν ἀδελφὸν ὑπὲρ τῆς στρατιᾶς. βασιλεὺς δὲ ἐκέλευεν αὐτίκα δεσπότην Μιχαὴλ τὸν ἀδελφὸν πρὸς Κράλην ἥκειν ὁμηρεύσοντα. γενομένου δὲ ἐκεῖ τοῦ βασιλέως ἀδελφοῦ, ἡ στρατιὰ ἐξεπέμφθη παρασκευασθεῖσα ἑπτακισχίλιοι ἱππεῖς, ὧν ἐστρατήγει Κασνιτζὸς ὁ Μποριλοβίκης προσαγορευόμενος, ἐκ τῶν ἐπιφανεστάτων μάλιστα ὢν τῶν παρὰ Τριβαλοῖς. Ἀλέξανδρός τε ὁ τῶν Μυ 3.247 σῶν βασιλεὺς παρέσχετο συμμαχίαν πεπρεσβευκότι πρὸς αὐτόν. ἦν γὰρ ἀεὶ πρὸς βασιλέα τὸν Καντακουζηνὸν ἐν ὑποψίαις, ὅτι μὴ κωλύοι Πέρσας κατατρέχειν τὴν ἐκείνου γῆν. βασιλεύς τε ὁ Καντακουζηνὸς, ὅτι Μυσοὺς καὶ Τριβαλοὺς ὁ νέος αὐτῷ ἐπάγει βασιλεὺς, οὐκ ἀγνοῶν, μετεπέμπετο στρατιὰν ἐκ τῆς Ἀσίας Περσικὴν παρὰ Ὀρχάνη τοῦ γαμβροῦ. οὕτω μὲν ἑκάτεροι μεγάλῃ παρασκευῇ ὥρμηντο ἀλλήλοις πολεμεῖν. ἔτι δὲ τῆς συμμαχίδος στρατιᾶς βασιλεῖ τῷ νέῳ διαμελλούσης, ἐδόκει δεῖν πρὸς Αἶνον γενόμενον καὶ πρὸς τοὺς ἐκ Βενετίας συνθήκας θέμενόν τινας, εἰς ∆ιδυμότειχον αὖθις ἐπανήκειν. μεταξὺ δὲ τὴν πρὸς Αἶνον διιόντι ἡ ἐκ Τριβαλῶν συνετύγχανε στρατιά· ἣν ἔπεμπεν εἰς ∆ιδυμότειχον, τῶν περὶ αὐτὸν τοὺς ἐπιφανεστέρους μάλιστα συνεκπέμψας, καὶ τῆς στρατιᾶς τὸ πλεῖον ὡς αὐτοῖς συνδιατρίβοιεν, ἄχρις ἐπανήξει ἐκ τῆς Αἴνου. λδʹ. Ὑπὸ δὲ τὸν