495
αὐτὸν χρόνον καὶ Κάλλιστος ὁ πατριάρχης Κωνσταντινουπόλεως τὴν βασιλέων διαφορὰν ἐν δεινῷ τιθέμενος καὶ κοινὴν νομίζων Ῥωμαίων συμφορὰν, ἀρχιερέων τε καὶ μοναχῶν τοὺς λογάδας ἔχων, εἰς Ἀδριανοῦ πρὸς βασιλέα ἧκε καὶ ἐδεῖτο καταλύειν τὸν πρὸς γαμβρὸν τὸν βασιλέα πόλεμον, ὡς πολλῶν Ῥωμαίοις αἴτιον ἐσόμενον κακῶν. βασιλεὺς δὲ ὁμοίαν ἔχειν ἐξαρχῆς ἄχρι νῦν περὶ πολέμου καὶ εἰρήνης γνώμην φάμενος, καὶ τὴν μὲν αἰτίαν ἡγεῖσθαι συμπάντων ἀγαθῶν, τὸν πόλεμον δ' ἅπαν τοὐναντίον, ἐξέπεμπεν εἰς ∆ιδυμότειχον πρὸς βασιλέα τὸν νέον, 3.248 ὡς, ἢν ἐκεῖνος πείθηται, οὐδεμιᾶς ἐξ αὐτοῦ κωλύμης ἐσομένης τῇ εἰρήνῃ. καὶ γενόμενος ὁ πατριάρχης ἐν ∆ιδυμοτείχῳ, εὗρε βασιλέα τὸν νέον ἀπηρκότα εἰς τὴν Αἶνον, ἅμα δὲ παρῆσαν καὶ ἡ Τριβαλῶν στρατιὰ καὶ τῶν Μυσῶν· οὓς οἱ παρὰ βασιλέως πεμφθέντες ἄγοντες Ῥωμαῖοι ἐστρατοπέδευσαν παρὰ τὸν Ἕβρον, οὐ πόῤῥω πάνυ ∆ιδυμοτείχου, οὐχ ἅμα, ἀλλ' ἰδίᾳ καὶ χωρίς· ἦν δὲ τὸ Μυσῶν στρατόπεδον μάλιστα ἐγγὺς ∆ιδυμοτείχου. γνώμην δὲ εἶχον ὡς εἰς τὴν ὑστεραίαν σύμπαντες τῷ Ἐμπυθίου ἐπιστρατεύσοντες φρουρίῳ καὶ κακώσοντες ὡς μάλιστα φρουρᾷ ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως κατεχόμενον. συμβέβηκε δὲ τῆς αὐτῆς ἡμέρας καὶ ἣ κατὰ συμμαχίαν στρατιὰ Περσῶν βασιλεῖ παρεσκεύαστο τῷ Καντακουζηνῷ, τὸν Ἑλλήσποντον διαβᾶσαν, παρὰ τὸν Ἕβρον ἐστρατοπεδεῦσθαι, καὶ αὐτὴν ἀγνοοῦσάν τε ὁμοίως, ὅτι πολεμίων ἐγγὺς στρατοπεδεύοιτο, καὶ ἀγνοουμένην. ἦσαν δὲ ἱππεῖς μυρίων οὐκ ἐλάσσους, ὧν ἐστρατήγει Σουλιμᾶν ὁ τῶν Ὀρχάνη πρεσβύτερος υἱός. γνώμην δὲ εἶχον καὶ αὐτοὶ ὡς ἐς τὴν ὑστεραίαν εἰς Ἀδριανοῦ πρὸς βασιλέα ἀφιξόμενοι. ἅμα δὲ ἕῳ οἵ τε Πέρσαι ἀπάραντες τοῦ στρατοπέδου, ἐβάδιζον ὡς ἐπὶ βασιλέα, καὶ οἱ Τριβαλοὶ καὶ Μυσοὶ μετὰ Ῥωμαίων τῶν ἀγόντων τὰ ὅπλα ἔχοντες ἐπὶ τὸ φρούριον ἐχώρουν, ἀθρόον τε καὶ ἀλλήλους τὰ στρατόπεδα ἑώρων. Μυσοὶ μὲν οὖν ἐτράποντο αὐτίκα πρὸς φυγὴν, οὐδὲ εἰς χεῖρας ὑπομείναντες ἐλθεῖν 3.249 τοῖς πολεμίοις, καὶ διεσώζοντο εἰς ∆ιδυμότειχον, τῇ φυγῇ πολλὴν ὁμολογοῦντες χάριν, ἣ διέσωσε· Τριβαλοὶ δὲ ὑπέμειναν ἐπιόντας τοὺς βαρβάρους μετὰ Ῥωμαίων τῶν συνόντων· ὀλίγα δὲ ἀντισχόντες πρὸς πλείους καὶ βελτίους, ἡττῶντο κατακράτος, ἀπειρίᾳ δὲ τῶν τόπων, ἅμα δὲ καὶ ὑπὸ τῶν πολεμίων θορυβηθέντες, οὐ τὴν πρὸς ∆ιδυμότειχον ἐτράποντο, ἦ γὰρ ἂν οὐκ ὀλίγοι διεσώζοντο, διασκεδασθέντες δὲ ἐπὶ τὴν παρακειμένην τῷ Ἕβρῳ πεδιάδα, πλὴν ὀλίγων ἅπαντες ἀπώλοντο. ἐπὶ πεδία γὰρ τραπόμενοι βαθέα καὶ γυμνὰ καὶ οὐδεμίαν ἔχοντα καταφυγὴν καὶ ἵπποις φαυλοτάτοις χρώμενοι, οἱ μὲν ἔθνησκον, οἱ δ' ἡλίσκοντο, ὑπὸ τῶν βαρβάρων καταλαμβανόμενοι. ἐκ διαμέτρου γὰρ οἱ τῶν βαρβάρων ἵπποι τοῖς ἐκείνων θέειν τέ εἰσι ταχύτατοι καὶ πρὸς πόνους ἐξησκημένοι. Κασνιτζὸς δὲ ὁ στρατηγὸς μετά τινων εὐαριθμήτων ἠδυνήθη διαδρᾶναι, τῶν ἄλλων ἁπάντων τῶν μὲν πεσόντων, τῶν δ' ἑαλωκότων. Ῥωμαίων δὲ οἱ μὲν ἐπιφανέστεροι πολλὴν ἀνδραγαθίαν καὶ ἀρετὴν κατὰ τὴν μάχην ἐπιδεδειγμένοι, πάντες ἑάλωσαν, τῶν βαρβάρων περισχόντων, στρατιωτῶν δὲ ἔπεσον μέν τινες καὶ ἑάλωσαν ὀλίγοι, οἱ πλείους δὲ διεσώθησαν εἰς ∆ιδυμότειχον. ἡ μὲν οὖν βασιλέως τοῦ νέου συμμαχία οὕτω διεφθάρη· ὃ καὶ μάλιστα ἐλύπησε καὶ διέφθειρε τὰ πράγματα αὐτοῦ. οἱ βάρβαροι δὲ μετὰ τὴν νίκην τάς τε σκηνὰς τῶν πολεμίων καὶ τοὺς αἰχμαλώτους ἔχοντες καὶ ὅπλων καὶ ἵπ 3.250 πων πλῆθος, ἧκον εἰς Ἀδριανοῦ πρὸς βασιλέα· καί τινας ἐκεῖ συνδιατρίψαντες ἡμέρας, ἔπειτα ἐνέβαλον εἰς τὴν Μυσίαν κατὰ σφᾶς αὐτοὶ καὶ ἐκάκωσαν οὐ μέτριά τινα, ἔχοντες δὲ τὴν λείαν ἐπανῄεσαν εἰς τὴν οἰκείαν. ἐπανιοῦσι δὲ διὰ τῆς Θρᾴκης, ἐπεὶ καὶ βασιλεὺς ὁ νέος ἐκ τῆς Αἴνου ἐπανῆκε μετὰ τῶν συμμάχων τὴν φθορὰν, πρέσβεις ἔπεμπε πρὸς Σουλιμὰν τὸν σατράπην καὶ καταλλάττειν ἐπεχείρει ἑαυτῷ, δῶρά τε παρέχων καὶ λόγοις ὑποποιούμενος προσηνέσιν, ἔπεμπε δὲ αὐτῷ καὶ γράμματα. ἐν οἷς δεῆσαν καὶ Καντακουζηνοῦ τοῦ βασιλέως ἐπιμνησθῆναι, οὐ βασιλέα προσηγόρευεν, ἀλλὰ Καντακουζηνὸν ἁπλῶς