496
χωρίς τινος προσθήκης. ὁ μέντοι βάρβαρος τὴν μὲν πρεσβείαν ἐδόκει δέχεσθαι ἡδέως καὶ δῶρά τε ἀντέπεμπε καὶ εὐνοήσειν ἐπηγγέλλετο ἑξῆς, τὰ δὲ γράμματα πρὸς Καντακουζηνὸν τὸν βασιλέα ἔπεμπεν, ὡσπερεὶ πολλὴν ἀγνωμοσύνην τοῦ νέου βασιλέως κατεγνωκώς. οἱ μὲν οὖν βάρβαροι αὖθις εἰς Ἀσίαν ἦσαν. πατριάρχης δὲ ὁ Κάλλιστος πολλὰ περὶ εἰρήνην βασιλεῖ τῷ νέῳ διαλεχθεὶς, ἐπεὶ μηδὲν ἀνύειν τῶν δεόντων εἶχε, τῶν περὶ βασιλέα οὐκ ἐώντων, ἀλλ' ἐξορμώντων μᾶλλον βασιλέα πρὸς τὸν πόλεμον καὶ μηδὲν ἀγεννὲς ὑπομένειν παραινούντων διὰ τὴν κακοπραγίαν, ἀλλ' ἔχεσθαι τῶν προτέρων λογισμῶν, ὡς κρείττω πάντως ἐσόμενον τῶν πολεμίων καὶ τὴν ἀρχὴν ἀνασωσόμενον, ἀνέστρεφεν εἰς τὴν Ἀδριανοῦ πρὸς βασιλέα καὶ τῶν ἀνδρῶν ἀπήγγελλε τὴν μοχθηρίαν, 3.251 ὅτι τῆς ἰδίας ὠφελείας ἕνεκα, ὡς ᾤοντο, προὐδίδοσαν τὰ κοινῇ λυσιτελοῦντα καὶ τὸν πόλεμον παρώξυνον. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἠνιᾶτο μὲν, αὐξανόμενον ὁρῶν τὸν πόλεμον, καὶ τοὺς κωλύοντας τὴν εἰρήνην ἐν αἰτίαις ἐποιεῖτο, ὡς πολλῶν αὖθις δυστυχημάτων πεῖραν ἐπάγοντας Ῥωμαίοις· μήπω δὲ πρὸς τὴν εἰρήνην ἀπηγορευκὼς, τόν τε ἀνεψιὸν αὖθις Μανουὴλ τὸν Καντακουζηνὸν καὶ Μητροφάνην τὸν ἐπίσκοπον Μελενίκου πρὸς βασιλέα τὸν νέον πρέσβεις ἔπεμπε, καὶ τὸν πόλεμον παρῄνει καταλύειν τοῦ νεωτερίζειν ἀποστάντα. τῶν συνόντων δὲ φανερῶς ἐναντιωθέντων καὶ ἀπειπαμένων τὴν εἰρήνην, ἐπεὶ οἱ πρέσβεις ἐπανῆκον ἄπρακτοι, καὶ βασιλεὺς ὁ Καντακουζηνὸς οὐκέτι ἔμελλεν, ἀλλὰ τὰς ἀποστάσας ἐκάκου πόλεις, μάλιστα δὲ Μόῤῥαν καὶ τὰς ἄλλας τὰς κατὰ τὴν Ῥοδόπην Ῥωμαίοις ὑπηκόους. αἱ πλείους γὰρ τῷ νέῳ προσεχώρουν βασιλεῖ. ἔπειτα καὶ πρὸς τὴν Χαλκιδικὴν πέμψας στρατιὰν, ἐκέλευε κατατρέχειν, αὐτοὺς μὲν οὐ βουλόμενος κακοῦν, οὐ γὰρ ἠξίου τοὺς ὑπ' αὐτοῦ πρὸς βασιλέα τὸν νέον παραδεδομένους ἑκοντὶ κατατρίβειν, ὡς ἠγνωμονηκότας, ἀλλ' οἱ ἐν Μόῤῥᾳ τοῦτο μὲν διὰ τὸν πόλεμον ὅμορον αὐτοῖς ὄντα, τοῦτο δ' ὅτι καὶ ἡ Χαλκιδέων βοσκήμασι διαχειμάζειν μᾶλλον ἐπιτηδειοτέρα διά τε τὴν ἀλέαν καὶ τὸ τροφὴν παρέχειν ἄφθονον, βοσκήματα ἐκεῖ πολλὰ καταγαγόντες, ἠνάγκασαν βασιλέα πέμπειν ἐπ' ἐκείνους στρατιάν· 3.252 οἳ καὶ καταδραμόντες πρὸς τοῖς ξένοις ἐκάκωσαν καὶ τοὺς ἐγχωρίους οὐκ ὀλίγα. διακρίνειν γὰρ οὐδὲ βουλομένοις μάλιστα ἐξῆν. ∆ιδυμότειχον δὲ κακοῦν οὐκ εἴα διὰ βασιλέα τὸν γαμβρόν. οἱ μὲν οὖν κατὰ Μόῤῥαν πλεῖστα κακωθέντες καὶ πιεσθέντες ὑπὸ τοῦ πολέμου αὖθις προσεχώρουν βασιλεῖ τῷ Καντακουζηνῷ, βασιλεὺς δὲ ὁ νέος, ὁρῶν ὑποῤῥέουσαν αὐτῷ τὴν δύναμιν καὶ τὰ πράγματα χωρήσαντα ὀπίσω, πέμψας πρὸς βασιλέα τὸν κηδεστὴν διελέγετο περὶ εἰρήνης καὶ ἐδεῖτο τὸν πόλεμον καταθέσθαι ἔχοντας, ἃ ἔχουσιν, ἑκάτερον. ὁ δὲ τὴν μὲν εἰρήνην περιπλείστου μάλιστα ἔλεγε ποιεῖσθαι, καὶ μηδὲν εἶναι μήτε φίλον μᾶλλον, μήτε σπουδαιότερον, καὶ ταῦτα οὐχ ἁπλῶς πρὸς ὁμοφύλους ἐσομένης, ἀλλὰ πρὸς τοὺς φιλτάτους· δέον μέντοι καὶ διὰ τὴν ἐμπειρίαν τὴν ἐν τοῖς πράγμασι καὶ τὸ πατέρα εἶναι πρόνοιαν αὐτὸν ποιήσασθαι, μὴ τοῖς ἴσοις πάλιν τὸν υἱὸν περιπεσεῖν, ἀλλὰ τῆς στάσεως περιελεῖν τὰς αἰτίας καὶ τῶν νεωτερισμῶν. οὐδὲ γὰρ εἴ τις ὁρῶν τὸν παῖδα περὶ μέθας καὶ κύβους καὶ τοιαύτην ἐξώλειαν ἠσχολημένον, χρημάτων κύριον ποιῶν καὶ φαύλοις ἀνθρώποις καὶ μεθύουσι συνεῖναι ἐπιτρέπων, ἢ περὶ θήρας ἐπτοημένον ἀκρατῶς καὶ πάντα χρήματα ἑνὸς τούτου προϊέμενον, εἰ κύνας παρείχετο θηρευτικὰς καὶ ἵππους, νοῦν ἂν ἔχοντα ἐδόκει πράττειν. διὰ ταῦτα δὴ τῶν μὲν πόλεων, ἃς πρότερον αὐτὸς παρέσχετο, παραχωρεῖν καὶ αὐτοῦ ∆ιδυμοτείχου· τῶν μέντοι συνόντων αὐτῷ Ῥωμαίων 3.253 τοὺς ἐπιφανεστέρους, οὓς μὴ αὐτὸς ἑκοντὶ παρέσχετο συνεῖναι, ἄντ' ἐν ∆ιδυμοτείχῳ ἢ ἄλλοθί που τὰς οἰκίας ἔχωσι, τούτους δὲ μὴ συνεῖναι ἐφιέναι, ἀλλ' αὐτῷ δουλεύειν, ὥσπερ καὶ πρότερον, ἵνα μὴ αὐτῷ πολέμων αὖθις καὶ νεωτερισμῶν αἴτιοι ὀφθῶσι. δέον μέντοι μηδ' ἐκείνους μηδὲν ὑποπτεύειν πείσεσθαι δεινὸν διὰ τὴν ἀποστασίαν. οὐ γὰρ ὥστε ἀμύνασθαι αὐτοὺς βούλεσθαι ὑπάγειν ἑαυτῷ, ἀλλὰ μὴ