497
πρὸς τὰ βελτίω ἐναντιουμένους ἔχειν. ἐπηγγέλλετό τε παντάπασιν ἀμνηστήσειν τῶν προϋπηργμένων. ὁ μὲν οὖν νέος βασιλεὺς ἕτοιμος πάντα ἦν ποιεῖν, ὅσα παραινοίη βασιλεὺς ὁ κηδεστὴς καὶ χωρεῖν πρὸς τὴν εἰρήνην· οἱ στασιασταὶ δὲ οὐκ εἴων, ἀλλ' ἐκώλυον πάσῃ δυνάμει καὶ μᾶλλον ἔχεσθαι παρῄνουν τοῦ πολέμου, εἰδότες, ὡς, ἂν ὑπὸ βασιλέα γένωνται τὸν Καντακουζηνὸν, οὐκέτι χώραν ἕξουσι στασιάζειν καὶ νεώτερα κινεῖν, ἐξ ὧν τὸ κοινὸν μὲν διαφθαρήσεται Ῥωμαίων, αὐτοὶ δὲ ὠφεληθήσονται ὀλίγα. ἐπεὶ δὲ οὐ προὐχώρουν αἱ συμβάσεις περὶ τῆς εἰρήνης, σφοδρότερον βασιλεὺς ὁ Καντακουζηνὸς ἐπηνέχθη τοῖς περὶ τὸν νέον βασιλέα, ὥστε μηδὲ δυνηθῆναι ἀντισχεῖν. ∆ιδυμότειχον γὰρ καταλιπὼν καὶ τὰς ἄλλας πόλεις, ἃς εἶχεν, ἐκ τῆς Αἴνου πρὸς Τένεδον ἐπεραιώθη. συνείπετο δὲ αὐτῷ καὶ βασιλὶς Ἑλένη ἡ γυνὴ, Μανουὴλ τὸν νεώτερον τῶν παίδων ἔχουσα, μεῖζον εὐτύχημα, ἄν τις εἴποι δικαίως, ἢ καθ' ὅσον ἐδόκει κακοπραγεῖν ἐν τῷ 3.254 πολέμῳ. πάντα γὰρ ἑαυτὴν παρέσχετο τῷ ἀνδρὶ λυσιτελοῦσαν, οὐ παρὰ τὸν τοῦ πολέμου μόνον χρόνον, ἀλλὰ καὶ πάντα τὸν ἐπίλοιπον, καὶ κατὰ τὴν πρώτην πλάσιν βοηθὸς ἐν πᾶσι τῷ ἀνδρὶ ἐγένετο, τήν τε φυγὴν συνδιαφέρουσα ἀλύπως καὶ πάντα ὑπομένειν ὑπὲρ ἐκείνου οὖσα παρεσκευασμένη διὰ φιλανδρίαν. ἐφιλονείκησε γὰρ οὐ τὰς οὔσας μόνον, ἀλλὰ καὶ τὰς ἐπί τισι πλεονεκτήμασι πάλαι ὑμνουμένας ὑφ' ἓν ἁπάσας παρελάσαι, φρόνημα μὲν γενναῖον ἐν πᾶσι καὶ παράστημα ψυχῆς εὐγενοῦς ἐπιδεικνυμένη, συνέσει δὲ καὶ ἀγχινοίᾳ οὐ τῶν γυναικῶν τὰς πρώτας μόνον, ἀλλὰ καὶ ἀνδρῶν τοὺς διὰ ταῦτα θαυμαζομένους παριοῦσα. ἀτυφίας μέντοι καὶ μετριότητος καὶ γυναιξὶν αἰδοῦς πρεπούσης καὶ τῆς εἰς πάντα τὰ καλὰ ἐπιβολῆς καὶ εὐφυΐας καὶ τῆς ἐπιφαινομένης καὶ διὰ τῶν λόγων καὶ τῶν ἔργων κοσμιότητος, οὐδεὶς οὕτω φθονερὸς, οὐδ' ἀπείρατος καλῶν, ὅστις ἢ παντάπασιν ἂν ἕλοιτο συγκρύπτειν, ἢ μεθ' ἁπάσης μὴ μεμνῆσθαι τῆς ὑπερβολῆς. μέγιστον δὲ ἁπάντων, ὅτι λαμπρότητα τοιαύτην βίου ἐπανῃρημένη καὶ ὥσπερ νόμους θείσῃ ἑαυτῇ οὔτε χρόνος, οὔθ' ἕτερον οὐδὲν ἤμβλυνε τὴν προθυμίαν, μᾶλλον δὲ, εἰ δεῖ τι καὶ καινότερον εἰπεῖν, καὶ συναυξανομένην ἔχει τῷ βίῳ καὶ συμπροϊοῦσαν. ταῦτα μὲν οὖν ἐκ πολλῶν ὀλίγα τῶν Ἑλένῃ προσόντων ἀγαθῶν τῇ βασιλίδι· οὐ γὰρ εὐφημεῖν ἐκείνην προειλόμεθα, ἀλλ' ἵν' εἰδῶμεν, οἷον ἀγαθὸν καὶ ἐν τοῖς καθ' ἡμᾶς ἡ φύσις ἠδυνήθη χρόνοις ἐνεγκεῖν. 3.255 λεʹ. Τὸτε δὲ τοῦ νέου βασιλέως ἐκ τῆς Αἴνου πρὸς Τένεδον τὴν νῆσον περαιωθέντος, αἱ ὑπ' ἐκείνῳ τελοῦσαι πόλεις πᾶσαι προσεχώρουν βασιλεῖ τῷ Καντακουζηνῷ, ἃς καὶ καθίστη περιιὼν, καὶ ἄρχοντας ἐφίστη τοὺς δοκοῦντας μάλιστα αὐτῷ προσέχειν. βασιλεὺς δὲ ὁ νέος τριήρη μίαν ἐφοπλίσας καὶ μονήρεις οὐ πολλὰς, ἐπὶ Βυζάντιον ἀφῖκτο, πολλὴν πρόνοιαν ποιούμενος ἀγνοηθῆναι. ἤλπιζε γὰρ, εἰ μόνον πύθοιντο οἱ φίλοι ἥκοντα, εἰσδέξεσθαι τῇ πόλει, πείσαντες τὸν δῆμον. ἦσαν γὰρ οὐ Βυζαντίου μόνον, ἀλλὰ καὶ τῶν ἄλλων πόλεων οἱ δῆμοι μάλιστα πρὸς τὸν νέον βασιλέα εὔνως ἔχοντες. ἡ μὲν οὖν ἐκείνου ἔφοδος ἠγγέλλετο περὶ ὄρθρον, καὶ θροῦς κατὰ τὴν πόλιν ᾖρτο καὶ τάραχος οὐκ ὀλίγος. Εἰρήνη δὲ ἡ βασιλὶς οὐδενὸς ἠμέλει τῶν δεόντων, ἀλλ' αὐτίκα τῶν τε συγγενῶν καὶ φίλων τοὺς πιστοτάτους καὶ τοὺς σφίσι μάλιστα προσέχοντας μεταπεμψαμένη, ἐπέτρεπε τὴν φυλακὴν τῆς πόλεως, ἐκέλευέ τε μετὰ τῆς στρατιᾶς περιιόντας δεδίττεσθαι τὸν δῆμον καὶ πᾶσαν εἴσοδον ἀπείργειν τῷ νέῳ βασιλεῖ. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα, καὶ οἱ τῷ νέῳ βασιλεῖ προσέχοντες οὐδὲν ἐνεωτέριζον, δείσαντες τὸν κίνδυνον, ἀλλὰ συμπεριῄεσαν καὶ αὐτοὶ τοῖς ἄλλοις καὶ παρείχοντο προθυμοτάτους ἑαυτοὺς πρὸς τῆς πόλεως τὴν φυλακὴν ἕνεκα τοῦ μὴ ὑποπτευθῆναι. βασιλεὺς δὲ ὁ νέος ἐπειδὴ τῶν ἐλπίδων διημάρτανε, κύκλῳ τὴν πόλιν περιπλεύσας, ἔπειτα ἐγγὺς Γαλατᾶ ἀντικρὺ προσέσχε 3.256 Βυζαντίου καὶ ἀπέβαινεν ἐκεῖ· αὐλισάμενος δὲ ἐκεῖ καὶ τὴν ἐπιοῦσαν νύκτα, εἰς τὴν ὑστεραίαν ἅμα ἕῳ εἰς Τένεδον ἀπῇρεν αὖθις. κατὰ δὲ τὴν ἀναχώρησιν οἱ ἐκ τῆς βασιλικῆς τριήρεως πολλὰς Καντακουζηνοῦ τοῦ βασιλέως καὶ