498
ὡς μάλιστα ἀσέμνους κατέχεον τὰς ὕβρεις καὶ οὐδὲν ἀποδεούσας τῶν παρὰ Ἀποκαύκου τοῦ μεγάλου δουκὸς κατὰ τὸν χρόνον τοῦ πολέμου τετολμημένων. ἃ μάλιστα ἐλύπησε πυθόμενον τὸν βασιλέα, οὐκ ἂν εἰς τοσοῦτον ἐξενεγκεῖν τὸν νέον οἰηθέντα βασιλέα ἀτοπίας, εἰ μὴ ἄσπονδον ἐσκέψατο τὸν πρὸς αὐτὸν πόλεμον διατηρεῖν. ὁ μέντοι νέος βασιλεὺς τὰ τοιαῦτα ἐγκαλούμενος ὕστερον ὑπὸ τοῦ κηδεστοῦ, ἰσχυρίζετο οὐδὲν εἰδέναι τῶν γεγενημένων, ἀλλὰ παρὰ τὴν κοίλην ὄντος ναῦν καὶ τῶν λεγομένων οὐδενὸς ἀκούειν ὑπὸ τοῦ ῥοθίου συγχωρουμένου, ἀτακτοῦν τὸ ναυτικὸν ἐτράπη πρὸς τὰς ὕβρεις. ταῦτα μὲν οὖν ὀλίγῳ ὕστερον εἰρήσεται. τότε δὲ ἐπεὶ εἰς Τένεδον ἐκεῖνος ἐπανῆκε, βασιλίδα Ἑλένην τὴν γυναῖκα ἔχων καὶ Μανουὴλ τὸν παῖδα, ἦλθεν εἰς Θεσσαλονίκην. Καντακουζηνὸς δὲ ὁ βασιλεὺς περὶ Βήραν διατρίβων, ἐπεὶ πύθοιτο τὸν γαμβρὸν ἐπὶ Βυζάντιον ἐλθόντα, κατὰ τάχος ἐπ' ἐκεῖνον ᾔει, καὶ αὐτὸς στρατιάν τε ἄγων οὐκ ὀλίγην καὶ Ματθαῖον συνεπόμενον ἔχων τὸν υἱόν. βασιλέα μὲν οὖν οὐχ εὗρε τὸν γαμβρὸν, εἰς Τένεδον κατὰ τάχος ἀπηρκότα καὶ αὐτὸν, σύγχυσιν δὲ καὶ ταραχὴν οὐκ ὀλίγην ἐν τοῖς ἐπιφανεστέροις μάλιστα ἐγηγερμένην. εἰς τρίτην γὰρ ἡμέραν μετὰ τὴν ἐπιδημίαν πάντες 3.257 ἐκ συνθήματος γενόμενοι ἐν βασιλείοις, ἀγνοεῖν ἔφασαν πρὸς βασιλέα, ὅ,τι βούλοιτο αὐτῷ ἡ πρὸς τοσοῦτον ἐφ' ἑκάτερα ῥοπὴ, ὥστε μηδ' αὐτοὺς εἰδέναι ἔχειν, ὁποτέρῳ πρόσθοιντο. εἰ μὲν γὰρ ἐκ τρόπου παντὸς βασιλέα τὸν νέον Ἰωάννην ἔγνωκε κληρονόμον ἀποδεικνύειν τῆς Ῥωμαίων ἡγεμονίας, τί μὴ καὶ αὐτοῖς κατάδηλον ποιεῖ, ὥστε μήτε πολεμεῖν, ἀλλὰ καὶ θεραπεύειν μέλλοντας ὀλίγῳ ὕστερον εἶναι ὑπ' ἐκεῖνον; ἀνόητον γὰρ ἂν εἴη καὶ τῶν ἀτοπωτάτων, ἀγνωμονεῖν πρὸς τὸν δεσπότην καὶ πολεμίους φαίνεσθαι, ἐξ ὧν ἐκεῖνον μὲν οὐ δυνήσονται διαφθερεῖν, αὐτοῦ συναιρομένου καὶ τῆς ἀρχῆς παραχωροῦντος ἑκοντὶ, σφᾶς δὲ αὐτοὺς καὶ τέκνα καὶ οἰκείους βλάψουσι τὰ μέγιστα, πολέμιοι ἀναφανέντες, ᾧ δουλεύειν ἕξουσιν ἀνάγκην. εἰ δ' αὐτός τε πολέμιον ἡγεῖται κἀκείνους προθύμως βούλεται συμπολεμεῖν αὐτῷ, ἐλπίδα τινὰ βεβαίαν δέον πρὸς τὰ μέλλοντα παρέχεσθαι, ᾗ πεισθέντες ἐκείνῳ πολεμήσουσι προθύμως. αὕτη δ' ἂν εἴη τὸ Ματθαῖον τὸν υἱὸν ἀποδεικνύειν βασιλέα, ὡς οὕτω πᾶσαν ἀμφιβολίαν ἀποθησομένων καὶ προθύμως τῷ νέῳ βασιλεῖ πολεμησόντων, ἐλπίδα βεβαίαν ἤδη κεκτημένων, ὡς ἢ κρατήσαντες τῶν πολεμίων διὰ βίου βασιλέας αὐτὸν ἕξουσι καὶ τὸν υἱὸν, ἢ καὶ αὐτοὶ κρατηθέντων συνδιαφθαρήσονται αὐτῶν. οἱ μὲν οὖν ἐν τέλει τοιαῦτα εἶπον, βασιλεὺς δὲ «τὴν μὲν ἀξίωσιν ὑμῶν, 3.258 ὡς δικαία τε» εἶπε «καὶ νοῦν ἔχουσα, καὶ ἀναγκαῖον εἰδέναι, ὅτῳ προσθεμένους χρὴ ἑτέρῳ πολεμεῖν, οὐκ ἂν ἀρνηθείην οὐδ' αὐτός. τὸν μὲν γὰρ ἄλλον ἅπαντα χρόνον εὐθὺς μετὰ τὸ ἡμᾶς τῶν πολεμίων περιγεγενῆσθαι καταλελυκέναι τε τὸν πόλεμον, συμβάσεις θεμένους πρὸς Ἄνναν τὴν βασιλίδα καὶ βασιλέα τὸν ἐμὸν γαμβρὸν, αὐτὸς ἠνάγκαζον ὑμᾶς δεσπότην ἐκεῖνον καὶ βασιλέα καὶ εἰδέναι καὶ νομίζειν· καὶ οὐκ ἐν ἀποῤῥήτῳ μόνον, ἀλλὰ καὶ ἐπὶ πολλῶν πολλάκις τὸν νέον βασιλέα, καὶ περιόντος καὶ μετὰ τὴν τελευτὴν ἐμοῦ, τῆς Ῥωμαίων διάδοχον βασιλείας ἔσεσθαι ἀπεφθεγγόμην. νυνὶ δ' αὐτὰ τὰ πράγματα ἐμέ τε ἠνάγκασαν ἑτέρως πράττειν, ἢ ὡς ἠβουλόμην, καὶ ὑμῖν εἰκὸς μεγάλας τὰς ἀπορίας ἐμποιεῖν. εἰ μὲν οὖν περί τινων οὐδένων καὶ εὐκαταφρονήτων ὁ λόγος ἦν, οὐδὲν ἦν ἔργον φθέγγεσθαι νῦν τὸ παραστὰν, ὡς ὀλίγης βλάβης ἐσομένης ἐκ τοῦ μὴ μετ' εὐβουλίας, ἀλλ' ἀπερισκέπτως φθέγξασθαι τὸ προστυχόν. ἐπεὶ δὲ περὶ τῶν παρ' ἡμῖν μεγίστων, τί γὰρ ἂν εἴη μεῖζον; δέον πρότερον πολλὰ πολλάκις σκεψαμένους, οὕτω πρὸς ὑμᾶς ἅττα ἂν λυσιτελῆ καὶ δίκαια νομίζωμεν διεξιέναι. οὐ μὴν ἀλλὰ καὶ ὑμεῖς αὐτοὶ καὶ ἰδίᾳ ἕκαστος καὶ πάντες κοινῇ περὶ τοῦ πράγματος πολλὴν ἐξέτασιν καὶ βάσανον ποιούμενοι, οὕτω παρασκευάσασθε, ὡς γνώμην ἕκαστος εἰσοίσων, ἣν ἂν οἴοιτο καὶ κοινῇ τοῖς πράγμασι Ῥωμαίων καὶ ὑμῖν ἰδίᾳ λυσιτελήσουσαν ἑκάστῳ.» ὁ μὲν οὖν σύλλογος