499
οὕτω διελέλυτο, βασιλέως ὑπερθεμένου τὴν πρὸς τὴν τῶν συγκλητικῶν ἀξίωσιν ἀπολογίαν. 3.259 λʹ. Αὐτὸς δ' αὐτίκα ἵππου ἐπιβὰς καὶ πρὸς τῷ τεμένει τῆς θεομήτορος γενόμενος τῆς Ὁδηγητρίας καὶ τὴν προσκύνησιν ἀποδοὺς, ἔπειτα ἐκεῖθεν ἀναστρέφων, πατριάρχῃ τε τῷ Καλλίστῳ συνεγένετο, ἐπὶ τὴν οἰκίαν τὴν ἐκείνου αὐτὸς ἐλθὼν, καὶ διηγεῖτο, ὅσα οἱ ἐν τέλει περὶ βασιλέως τε τοῦ γαμβροῦ καὶ τοῦ υἱοῦ διεξῆλθον πρὸς αὐτόν· ἐδεῖτό τε ὑποθέσθαι, ὁποίοις τισὶ λόγοις χρήσαιτο πρὸς ἐκείνους, ἂν ἀπαιτῶσι τὴν ἀπολογίαν, ὥσπερ ἐπηγγείλατο. πατριάρχης δὲ τὸ μὲν νῦν ἔχον· ἔφασκε καὶ αὐτὸς ἀπολογίας ἀπορεῖν· εἰς τρίτην μέντοι σκεψάμενος ἡμέραν, ἃ ἂν οἴηται δίκαιά τε εἶναι καὶ προσήκοντα τοῖς τοιαῦτα ἀξιοῦσιν, ἐν βασιλείοις γενόμενος ἐρεῖν. ὁ μὲν οὖν βασιλεὺς ἐκεῖθεν ἐπανῆκεν εἰς τὰ βασίλεια, τοῖς πατριάρχου λόγοις ἀρκεσθεὶς καὶ προθύμως παρασχόμενος τὴν προθεσμίαν. ὁ πατριάρχης δὲ εἰς τρίτην ἡμέραν, ὥσπερ ἐπηγγείλατο, οὔτ' ἐγένετο ἐν βασιλείοις, οὔτε συνεβούλευεν οὐδὲν περὶ τῶν προκειμένων. ἑβδόμῃ δὲ ἡμέρᾳ τὰ πατριαρχεῖα καταλιπὼν, εἰς τὴν Μάμαντος τοῦ μάρτυρος ἐλθὼν, μονὴν οὖσαν κατεξαίρετον αὐτῷ ἰδίαν, ἐμήνυε πέμψας βασιλεῖ, ὡς οὔτ' ἐν βασιλείοις γένοιτ' ἂν, οὔτ' ἐν πατριαρχείοις, εἰ μὴ ὅρκους αὐτῷ παράσχοιτο, ὡς οὐκ ἄν ποτε Ματθαῖον τὸν υἱὸν ἀποδείξοι βασιλέα. ὁ μὲν οὖν βασιλεὺς ἤχθετο ἐπὶ τοῖς λόγοις καὶ πολλὴν ἐκείνου κατεγίνωσκεν ἀπραγμοσύνην, ἀντεμήνυέ τε πέμψας καὶ αὐτὸς, ὡς οὐδεμίαν τὰ εἰρημένα τὴν ἀκολουθίαν ἔχειν παρ' εὐφρονοῦσιν ἂν νομί 3.260 ζοιτο κριταῖς. εἰ μὲν γὰρ τὴν ἀνάῤῥησιν τῷ υἱῷ συγκατεργασόμενον ἐκάλει, λόγον ἂν εἶχεν ὅρκους ἀπαιτεῖν, μὴ τοιαῦτα καταναγκάζειν πράττειν, εἰ μὴ λυσιτελεῖν ἐδόκει, μηδὲ κατὰ γνώμην ἦν αὐτῷ· εἰ δὲ τοιοῦτον μὲν οὐδὲν οὐδέπω ἐπεψηφίσθη, ἔτι δὲ τοῦ πράγματος ἐξεταζομένου, εἰ δίκαιον εἶναι καὶ λυσιτελοῦν νομίζοιτο ἢ μὴ, καλοῖτο καὶ αὐτὸς τὴν δοκοῦσαν εἰσοίσων ψῆφον, τί δεῖ περὶ τοῦ πράγματος ὅρκους ἀπαιτεῖν μήπω πέρας εἰληφότος; ὁμοίως γὰρ ἐνδέχεται, εἰ πάντες ἐν ταὐτῷ συνέλθοιεν, καὶ ἐπιψηφισθῆναι καὶ κωλυθῆναι. αὖθίς τε ἐδεῖτο καὶ παρῄνει ἥκειν πρὸς αὐτὸν, ὡς ὅ,τι ἂν δέοι πράττειν διασκεψομένους. ὁ δ' ἀπηγόρευε παντάπασι καὶ πολλάκις παρὰ βασιλέως οὐχ ὑπήκουε κληθείς· οἱ μέντοι τὸν υἱὸν ἀποδεικνύειν ἀξιοῦντες βασιλέα, καὶ αὖθις γενόμενοι ἐν βασιλείοις, λόγον ᾔτουν περὶ ὧν ἠξίουν βασιλέα. ὁ δ' ὑπερετίθετο καὶ αὖθις, ὡς διασκεψόμενος. ὀλίγαις δὲ ἡμέραις ὕστερον μετὰ τῶν συγκλητικῶν καὶ τῶν εὐγενεστέρων καὶ ὅσοι τοῦ στρατιωτικοῦ καταλόγου ἦσαν συνελθόντες, ἐδέοντο βασιλέως γλώσσῃ μιᾷ Ματθαῖον τὸν υἱὸν ἀποδεικνύειν βασιλέα. βασιλεὺς δ' ἐπεὶ μὴ τὴν διάσκεψιν εἶχεν ἔτι ἀναβάλλεσθαι, ἐξήρκει γὰρ ὁ χρόνος τῆς ἀναβολῆς, καὶ τὴν στάσιν αὐξανομένην καὶ προσθήκην ἀεὶ λαμβάνουσαν ἑώρα, καταστὰς εἰς μέσους, ἔλεξε τοιάδε· «τὸ περὶ τῶν αὐτῶν ἀεὶ διεξιέναι καὶ ἀποκναίειν τοὺς ἀκούοντας, τῷ καινολογεῖν παντάπασιν ἐναντίον ὂν, ὁμοίως ἔχει μέμψιν, ἄλ 3.261 λως θ' ὅταν οἱ ἀκούοντες οὐ λόγοις ὦσι μόνον πολλάκις περὶ τῶν αὐτῶν δεδιδαγμένοι, ἀλλὰ καὶ τοῖς πράγμασιν αὐτοῖς παρηκολουθηκότες, ἐξ ὧν ἐσχήκασι σαφῆ καὶ φανερὰν τὴν ἀπόδειξιν τῶν λεγομένων. ὡς μὲν οὖν ἀδίκως πεπολέμημαι μετὰ τὴν βασιλέως τελευτὴν καὶ πολλὰς καὶ παντοδαπὰς ὑπέμεινα τὰς δυσχερείας καὶ τὰς ἐπιβουλὰς καὶ τοὺς κινδύνους, καὶ ὡς μετὰ τὴν τοσαύτην τῶν δεινῶν ἐπιφορὰν καὶ, τοῦ κρείττονος συναιρομένου, τοὺς ἀντιτεταγμένους σύμπαντας κεκρατηκὼς, οὐ τοῖς ἴσοις ἠμειψάμην, ἀλλ' ἐφιλονείκησα πᾶσαν ὑπερβολὴν προσθεῖναι τῇ μεγαλοψυχίᾳ, καὶ ὡς οὐ πάντα τἄλλα προεῖμαι μόνον εὐχερῶς, ἀλλὰ καὶ αὐτὴν, ὑπὲρ ἧς ἐδόκουν τὰ δεινὰ ὑπομενενηκέναι, βασιλείαν, ἴστε γὰρ δήπου σύμπαντες, ὡς τήν τε παῖδα τὴν ἐμὴν συνῴκισα τῷ νέῳ βασιλεῖ καὶ τῆς ἀρχῆς μετέδωκα εὐθὺς, καὶ βασιλίδα τὴν μητέρα τῆς προτέρας δόξης καὶ τοῦ εἶναι καὶ ὀνομάζεσθαι Ῥωμαίων δεσπότιν ἀπεστέρησα οὐδὲν, παρήσειν μοι δοκῶ, πάντων ὑμῶν σαφέστατα εἰδότων καὶ οὐδεμιᾶς δεομένων περὶ ταῦτα ἀποδείξεως.