500
ὅτι δὲ μετὰ τοὺς ὅρκους καὶ τὰς συμβάσεις οὐδενὸς ἠμέλησα τῶν καθηκόντων πρὸς αὐτοὺς, ἀλλὰ πᾶσαν ἐπεδειξάμην καὶ σπουδὴν καὶ εὔνοιαν, καὶ οὐδεμίαν ἐν οὐδενί ποτε πρόφασιν αὐτοῖς πολέμου παρεσχόμην, νῦν ἐναργῆ πειράσομαι τὴν ἀπόδειξιν τὴν ἐκ τῶν λόγων παρασχέσθαι. εὐθύς τε γὰρ μετὰ τοῦ πολέμου τὴν κατάλυσίν τινων τῶν παρ' ὑμῖν μάλιστα ἐπιφανῶν δυσανασχετούντων καὶ ἀναινομένων 3.262 ὅρκους ἐπὶ δουλείᾳ παρέχεσθαι τῷ νέῳ βασιλεῖ, καὶ βαρὺ καὶ ἐπαχθὲς λογιζομένων, ᾧ πάσῃ δυνάμει πεπολεμήκασιν ἄχρι τότε, τούτῳ μετὰ τὸ δοκεῖν κεκρατηκέναι αὖθις ἑαυτοὺς ὑπάγειν καὶ καταδουλοῦν, καὶ μὴ ταύτην ἐπιτιθέναι τὴν ἀνάγκην, ἀλλ' ἐμοὶ μόνῳ τὴν δουλείαν ὀφείλειν δεομένων, οὐκ ἠθέλησα αὐτὸς, ἀλλ' αὐτοῦ τε ἕνεκα τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ τῆς εἰς βασιλέα τὸν γαμβρὸν εὐνοίας τοὺς πολλοὺς ὑπὲρ ἐμοῦ πόνους καὶ κινδύνους ἐκείνων ὑπεριδὼν καὶ τῆς ἐπὶ τοσοῦτον χρόνον ἀμυθήτου κακοπραγίας, ἀπειπάμην φανερῶς καὶ τῆς Ῥωμαίων ἀρχῆς ἐκέλευον ἀναχωρεῖν, εἰ μὴ βούλοιντο καὶ βασιλεῖ τῷ νέῳ παρέχεσθαι τοὺς ὅρκους καὶ δουλεύειν ἀκριβῶς, ὥσπερ οἴονται κἀμοὶ προσήκειν· ἐκείνῳ δὲ καὶ μᾶλλον, ὅσον ἐμοὶ μὲν οὐκ εἰς τοὺς παῖδας ἔγνωσται διαβιβάζειν τὴν ἀρχὴν, ἀλλ' ἐκεῖνον καταλείπειν κληρονόμον, ἐκείνῳ δὲ εἰς παῖδας καὶ παῖδας παίδων διαβήσεται. ἃ καὶ ἔπραττον, ᾗ ἐκέλευον αὐτὸς, καὶ παρείχοντο τοὺς ὅρκους ὑπ' ἀνάγκης. αὖθις δὲ τῶν βασιλίδι προσεχόντων τραπομένων τινῶν εἰς νεωτερισμοὺς καὶ συνθεμένων, ἀπάτῃ συναρπάσαντας τὸν νέον βασιλέα, διαβαίνειν ἐπὶ Γαλατᾶν καὶ πόλεμον ἐγείρειν ἐπ' ἐμὲ, δύναμιν συμποριζομένους, ὅθεν ἂν ἐξῇ, οἱ μὲν φωραθέντες ἔδοσαν τῆς κακουργίας δίκην, ἐκεῖνοι δὲ οἱ βαρέως φέροντες τὴν ὑπὸ βασιλεῖ δουλείαν, ὥσπερ εὐλόγου προφά 3.263 σεως εὐπορήσαντες, αὖθις ἠξίουν μὴ ἐνέχεσθαι τοῖς ὅρκοις, ἀλλ' ἀπολελύσθαι τῆς ἀνάγκης καὶ πράττειν, ὅ,τι ἂν δοκῇ συμφέρειν σφίσιν. ἐγὼ δὲ οὐδ' ἄκροις ὠσὶ τὸν λόγον ἠνεσχόμην, ἀλλὰ βασιλέα μὲν καὶ τὴν μητέρα ἠξίουν ἐνέχεσθαι μηδεμιᾷ γραφῇ, ἅτε συνειδότας τοῖς νεωτερίσασι μηδὲν, ἐκείνους δὲ ἐκέλευον ἠρεμεῖν καὶ μὴ πρόφασιν ζητεῖν, ἐξ ἧς αὖθις τὴν Ῥωμαίων ἐμπλήσουσι πολλῶν κακῶν. ἐκείνων δὲ οὐδ' οὕτω πεπεισμένων, ἀλλὰ Ματθαῖον ἐξηπατηκότων τὸν ἐμὸν υἱὸν καὶ πεπεικότων ἰδίαν συστήσασθαι ἀρχὴν, πόλεις κατασχόντα τινὰς καὶ χώραν ἀποτεμόμενον τῆς ὅλης ἡγεμονίας, οὔτ' ἐνέδωκα διὰ τὸ πρὸς τὸν παῖδα φίλτρον, οὔτ' ἀμελῶς καὶ ῥᾳθύμως εἶχον περὶ τὰ τοιαῦτα, ὡς μικρᾶς καὶ τῆς τυχούσης ἄξια φροντίδος, ἀλλὰ πᾶσαν πρόνοιαν ἐποιούμην ἀπάγειν τῶν ἀτόπων τὸν υἱόν. καὶ πέμψας βασιλίδα τὴν αὐτοῦ μητέρα, μὴ τοιαῦτα ἔπειθον νεωτερίζειν, ἀλλ' ἀσφαλῶς ἐμοί τε καὶ βασιλεῖ δουλεύειν τῷ γαμβρῷ. καὶ πολλὰ τοιαῦτα ἄν τις ἐξετάζων εὕροι διὰ παντὸς ἐμοὶ τοῦ χρόνου πεπραγμένα. ἐξ ὧν ἐστι μάλιστα ἐναργεστάτην ἀπόδειξιν λαβεῖν τοῦ μηδὲν ἐμὲ μήτε πεπραχέναι, μήτε διανενοῆσθαι, ἐξ ὧν ἄν τις οἰηθείη τὴν Ῥωμαίων ἡγεμονίαν ἐκεῖνον βούλεσθαι ἀποστερεῖν· τοὐναντίον μὲν οὖν ἅπαν πάντα πράττειν, ἐξ ὧν βεβαίως ἔχειν περιέσται. ἀλλ' οὐχ ὁμοίως ὤφθη κἀκεῖνος ἐμοὶ τὴν ἴσην εὔνοιαν διασώζων, ἀλλ' ἐπὶ Θεσσαλονίκην ὑπ' ἐμοῦ 3.264 καταλειφθεὶς, ὡς τὰ ἐκεῖσε πράγματα διαφυλάξων ἄχρις ἐπανήξω παρασκευασάμενος, οὐκ ἐφύλαξεν, ὥσπερ ἔδει. πειθόμενος γὰρ ἀνθρώποις φαύλοις καὶ διεθφθορόσι καὶ κέρδους ἕνεκα μικροῦ οὐ σύμπασαν μόνον τὴν Ῥωμαίων ἡγεμονίαν. ἀλλὰ καὶ αὐτὸν, ὑπὲρ οὗ ταῦτα πράττειν ἐδόκουν, προϊεμένων, ἐμοὶ μὲν πόλεμον ἤρατο φανερῶς, ὃς πάντα ἔπραττον, ὅπως αὐτῷ βελτίω καὶ μείζω ποιήσω τὴν ἀρχὴν, πρὸς Κράλην δὲ ἐτίθετο σπονδὰς καὶ συμμαχίαν, καὶ τῶν ὄντων ἀφιστάμενος, ὥστε μόνον λυπηρὸς ἐμοὶ τῷ πάνυ μάλιστα φιλοῦντι φαίνεσθαι. ἐγὼ δὲ οὐκ εὐθὺς πρὸς ἄμυναν ἐτρεπόμην, οὐδὲ τοῦ περὶ αὐτὸν φίλτρου τὸ παράπαν οὐδὲν ὑφῄρουν, ἀλλὰ τοὺς μὲν ἐνάγοντας πρὸς τὰ τοιαῦτα μάλιστα εἶχον ἐν αἰτίαις, ἐκείνῳ δὲ πολλὴν ᾠόμην δεῖν παρέχεσθαι συγγνώμην, οὐ διὰ τὴν ἡλικίαν μόνον, ῥᾳδίαν οὖσαν ὑπὸ πονηρῶν παράγεσθαι ἀνθρώπων, ἀλλ', εἰ δεῖ τι καὶ τἀληθὲς