501
εἰπεῖν, νικώμενος ὑπὸ τοῦ φίλτρου. καὶ βασιλίδα τὴν μητέρα πέμψας, πάντα ἔπραττον, ἐξ ὧν ἐνόμιζον ἀποστήσειν τῶν οὐ καλῶν ἐκείνων ἐπιχειρήσεων καὶ πρὸς τὴν προτέραν ἐπανήξειν εὔνοιαν ἐμοί. ἃ καλῶς ποιοῦσα πάντα ἔπραττεν ἐκείνη καὶ μετὰ τοῦ προσήκοντος αὐτῇ φρονήματος. δεηθέντος δὲ πόλεις αὐτῷ παρασχέσθαι, ὅσας ἤθελεν, ὥστε ἄρχειν αὐτὸν ἰδίᾳ καὶ μηδὲν εὐθύνεσθαι παρ' ἐμοῦ πρὸς τὴν ἀρχὴν, μικρολογεῖν μὲν αὐτὸν ᾠόμην καὶ μὴ ἑαυτῷ προσήκον 3.265 τα ποιεῖν, μέλλοντα ὀλίγῳ ὕστερον συμπάντων εἶναι κύριον, ὀλίγων ἄρχειν δεῖσθαι πρὸ καιροῦ· προθύμως δὲ ὅμως παρεσχόμην, δεῖν χαρίζεσθαι νομίζων τοῦ νέου τῇ ἐπιθυμίᾳ, καὶ ∆ιδυμότειχον προσετίθουν εἰς φιλοτιμίαν, ἀντίῤῥοπον οὖσαν πόλιν τῶν ἄλλων, ὧν αὐτὸς ᾐτεῖτο, ὥσπερ δήπου καὶ αὐτοὶ ἐπίστασθε σαφῶς. γενομένῳ δὲ ἐν Βυζαντίῳ πάντα τὰ δέοντα παρῄνουν καὶ συνεβούλευον ἐξέχεσθαι ἐμοῦ παντὸς μᾶλλον φιλοῦντος, καὶ πολέμιον ἡγεῖσθαι φανερῶς ἐκεῖνον, ὃς ἂν ἐπιχειροίη πείθειν, ὡς κακὸς ἐγὼ περὶ αὐτὸν, τὴν ἐκ τῶν ἔργων ἔχοντι ἀπόδειξιν λόγου παντὸς ἰσχυροτέραν. ἔπειτα ἐξέπεμπον χαίροντα χαίρων ἐπὶ τὴν ἀρχὴν, καὶ βασιλίδα τὴν γυναῖκα συνέπεσθαι κελεύσας· οὕτως οὐδὲν ὑπώπτευον δεινὸν περὶ αὐτοῦ. εἰδὼς δὲ αὐτὸν οὐ καλὰς περὶ τὸν γυναικὸς ἀδελφὸν ἔχοντα ἐννοίας, ἀλλ' οἰόμενον ἐφεδρεύειν αὐτῷ πρὸς τὴν ἀρχὴν καὶ τρόπῳ δή τινι μετάγειν ἐφ' ἑαυτὸν πειρᾶσθαι, ἀναγκαῖον μὲν ἐνόμιζον πρὸς Θρᾴκην καὶ αὐτὸς ἐλθὼν διαλύειν τὴν μικροψυχίαν καὶ πείθειν ἀλλήλοις εὐνοεῖν· κατεχόμενος δὲ ὑπὸ τοῦ πρὸς Λατίνους πολέμου τότε καὶ Βυζαντίου μὴ δυνάμενος ἀφίστασθαι, ἔπεμπον τὴν βασιλίδα, ὡς πάντα πράξουσαν, ὅσα περ ἂν ἐγὼ, καὶ διαλλάξουσαν ἀλλήλοις τοὺς υἱούς. τὸ δ' ἐναντίως ἀπέβαινεν, ἢ αὐτὸς ᾠόμην. οὐ μόνον γὰρ οὐδὲν ἔπραττε τῶν δεόντων ὁ νέος βασιλεὺς, ἀλλὰ καὶ μετὰ τὸ βασιλίδα τὴν γυναικὸς μητέρα ἄπρακτον ἀποπέμψαι πρὸς 3.266 πόλεμον ἐχώρησεν εὐθὺς καὶ ἄλλας τε πόλεις ὑπηγάγετο, ἃς αὐτὸς οὐ παρεσχόμην, καὶ τῷ γυναικὸς ἐπεστράτευσεν ἀδελφῷ, οὐδὲν ἠδικηκότι πρότερον. καὶ κατακλείσας πρὸς τὴν ἄκραν Ἀδριανοῦ τῆς πόλεως ἐπολιόρκει, οὐ Ῥωμαίους μόνον ἄγων, ἀλλὰ καὶ βαρβάρους κατὰ συμμαχίαν. ἐγὼ δ' ἐπεὶ μέλλειν οὐκ ἐνῆν, ᾗ τάχιστα εἶχον, ἐν Ἀδριανοῦ γενόμενος, τὸν μὲν υἱὸν ἀπήλλαττον τοῦ κινδύνου, βασιλέα δὲ τὸν νέον οὐδὲν ἠνώχλουν πρότερον εἰς ∆ιδυμότειχον ἀπηρκότα, ἀλλὰ καὶ πρέσβεις πέμψας, ἐδεόμην κατατίθεσθαι τὸν πόλεμον. ὁ δ' ὑπὸ τῶν ἀγόντων πεπεισμένος καὶ τὴν ἐμὴν παραίνεσιν ἐν ὀλίγῳ θέμενος, οὐδὲν ἧττον ἢ πρότερον ἐπολέμει, καὶ ἄλλα τε ἔπραττεν, ὅσα πολέμιον εἰκὸς, καὶ συμμαχίαν ἐκ Τριβαλῶν καὶ Μυσῶν μετεκαλεῖτο. ἐπεὶ δ' ὑπὸ τῶν βαρβάρων ἐκεῖνοι διεφθάρησαν, οὓς αὐτὸς μετεπεμψάμην ἐξ Ἀσίας, πρεσβείαν καὶ αὐτὸς πρὸς Σουλιμὰν τὸν τῆς Περσικῆς ἡγούμενον ποιούμενος στρατιᾶς, ἐδόκει γὰρ αὐτῷ λυσιτελεῖν πείθειν ἐκεῖνον εἶναι μὴ πολέμιον αὐτῷ, ἔπεμπε καὶ γράμματα, ἐν οἷς ἐπιμνησθεὶς ἐμοῦ, οὐ βασιλέα προσηγόρευεν, ἀλλὰ Καντακουζηνὸν ἁπλῶς· ὃ μέγιστα ἐλύπησεν, ἀπόδειξιν ἐναργεστάτην οἰηθέντα τοῦ μέχρι καὶ τοῦ δυνατοῦ τὸν πόλεμον τὸν πρὸς ἐμὲ τηρεῖν ἀκατάλυτον πεπεῖσθαι. ἤδη δὲ τὰ τελευταῖα ταῦτα νῦν, ἐπεὶ μὴ μένειν πρὸς τὰς τῆς Θρᾴκης πόλεις ἠδυνήθη, οὐχ οἷός τε ὢν ἀντέχειν ἔτι πρὸς τὸν πόλεμον, πρὸς Τένεδον ἐπεραιώθη, καὶ 3.267 συμπορισάμενος δύναμίν τινα ὀλίγην ναυτικὴν, ἐν τοῖς καιριωτάτοις ἐπεβούλευσεν. οὐ γὰρ ἴσον, πόλεις καὶ νήσους τὰς ὑπ' ἐμοὶ τελούσας ἴσως καταδουλοῦσθαι, καὶ αὐτῇ ἑστίᾳ ἐπελθεῖν. τούτου δὲ ὄντος οὕτω δεινοῦ, ἕτερον αὐτῷ πολλῷ δεινότερον καὶ μεῖζον εἰς ἀπεχθείας λόγον ἐτολμήθη. τοῖς γὰρ ἑπομένοις ναύταις καὶ μάλιστα τοῖς ἐκ τῆς τριήρεως, ἧς ἐπέβαινεν αὐτὸς, ἀδεῶς ἐφῆκεν ὑβρίζειν εἰς ἐμέ· ὃ οὐκ ἂν ἐτόλμησεν, ἐδόκουν, εἰ μὴ πεπεικὼς ἦν μάλιστα ἑαυτὸν ἀσύμβατον μέχρι παντὸς τὸν πόλεμον τηρήσειν. ὡς μὲν οὖν ἄχρι τέλους ἀπ' ἀρχῆς ἴσον ἑαυτῷ καὶ ὅμοιον ἐν πᾶσιν ἐμαυτὸν τετήρηκα ἐγὼ καὶ πρόφασιν οὐδεμίαν ἐκείνῳ πολέμου παρεσχόμην, πάντας οἴομαι πεπεῖσθαι ἐκ τῶν