502
εἰρημένων. ἐκείνου δὲ οὐδενὸς τῶν ὅσα ᾤετο λυπεῖν ἀποσχομένου, οὐδένα τῶν νοῦν ἐχόντων οἴομαι ἐμοὶ δικαίως ἐγκαλέσειν, εἴ τι παρὰ τὰ δεδογμένα πρότερον πράξω νῦν μεταβαλών. οὐ γὰρ εὐκολίᾳ τρόπων ἐπὶ τοῦτο ἤχθην, οὐδ' εἰκῇ καὶ μάτην ἐκεῖνον βουλόμενος λυπεῖν, ἀλλ' ἠναγκασμένος ὑπ' ἐκείνου. τίνα γὰρ ἔχει λόγον, ἐκεῖνον μὲν ὑβρίζειν εἰς ἐμὲ καὶ πάντα τρόπον πειρᾶσθαι κατάδηλον ποιεῖν, ὡς ἀσυμβάτως ἕξει, ἐμὲ δὲ ὥσπερ πρὸς τὰ πραττόμενα ἀναισθητοῦντα, μηδὲν τῶν γινομένων οἴεσθαι δεινόν; τὸ μὲν οὖν τὴν ἀεὶ μελετωμένην ἀεὶ διαδοχὴν τῆς βασιλείας, τό γε εἰς ἐμὲ ἧκον, αὐτὸν ἀποστερεῖν ἐμὸν ἂν εἴη, εἰ μὴ μεταβάλοιτο καὶ τῆς 3.268 προτέρας κακίας ἀντίῤῥοπον ἐνδείξαιτο εὐγνωμοσύνην. τὸ δὲ Ματθαῖον τὸν ἐμὸν υἱὸν ἀποδεικνύειν βασιλέα οὐκέτ' ἂν εἴη μόνον ἐμοῦ· οὐδὲ γὰρ οὐδέπω πρότερον ἄχρι νῦν τῶν πάντων οὐδὲν εἰς τοῦτο ἠδυνήθη ἀγαγεῖν, καίτοι πολλάκις ὑμῶν πολλὰ παρὰ τὸν τοῦ πολέμου χρόνον, ὅτε καὶ μάλιστα ἡ πρᾶξις ἂν ἐδόκει τὸ εὔλογον διασώζειν, δεηθέντων περὶ τούτου· ἀλλὰ μάλιστα μὲν ὑμῶν τῶν δεομένων καὶ πολλὴν ὑπὲρ τούτου τὴν προθυμίαν εἰσενηνεγμένων καὶ σπουδὴν, οὐχ ἧττον δὲ κἀμοῦ δίκαιά τε ὁμοῦ καὶ σφίσι τε αὐτοῖς καὶ τοῖς ὅλοις πράγμασι συμφέροντα κρίναντος ὑμᾶς αἰτεῖν. πράξω μὲν οὖν ἐγὼ κατὰ τὴν ἀξίωσιν ὑμῶν. ὑμέτερον δ' ἂν εἴη στέργειν τὰ ἐψηφισμένα, καὶ μὴ νῦν μὲν οὕτω προθυμεῖσθαι περὶ ταῦτα, ὀλίγῳ δὲ ὕστερον, εἴ τι προσπίπτοι δυσχερὲς, ῥᾳδίως μεταβάλλεσθαι.» τοιαῦτα μὲν βασιλεὺς ὁ Καντακουζηνὸς περὶ βασιλέως τοῦ νέου διειλέχθη, καὶ τοιαῦτα ἐγκλήματα ἐπῆγεν, ἐξ ὧν ᾤετο δίκαια ποιεῖν. βασιλεὺς δὲ ὁ νέος ὕστερον μετὰ τοῦ πολέμου τὴν κατάλυσιν τὰ ἴσα ἐγκαλούμενος ὑπὸ τοῦ κηδεστοῦ, ὥσπερ ἀπολογουμένου, ὅτου ἕνεκα αὐτὸν μὲν ἀποχειροτονήσοι, τὸν δὲ υἱὸν Ματθαῖον ἀποδείξοι βασιλέα, περὶ μὲν τῶν ἄλλων οὐδὲν εἶχεν ἀντιλέγειν, τοῦ μέντοι ἐν τοῖς πρὸς Σουλιμὰν τὸν Πέρσην γράμμασι μὴ προσηγορευκέναι βασιλέα, οὐκ αὐτὸν, ἀλλὰ τὸν γεγραφότα ἔλεγε γεγενῆσθαι αἴτιον· αὐτὸν δὲ ὑπὸ πολλῶν φροντίδων συνισχημένον καὶ μυρίοις πράγμασι περιελκόμενον 3.269 τὸν νοῦν, οὐκ ἐπιστῆσαι τοῖς γεγραμμένοις, ἀλλ' ἀπερισκέπτως τοῖς ἐρυθροῖς ὑποσημήνασθαι. ὁμοίως δὲ καὶ τῶν γεγενημένων ὕβρεων ὑπὸ τῶν τριηριτῶν οὐδὲν αὐτὸν εἰδέναι, μήτε βούλεσθαι, ἀλλ' ἐν τῇ κοίλῃ νηῒ κατ' ἐκεῖνο χρόνου διατρίβοντα, μηδενὸς ᾐσθῆσθαι τῶν τετολμημένων ἔξω. ταῦτα μὲν οὖν ὕστερον. λζʹ. Τότε δὲ ἐπεὶ ἐπεψήφιζεν ὁ βασιλεὺς τὴν ἀνάῤῥησιν Ματθαίου τοῦ υἱοῦ, μετά τινας τῆς διαλέξεως ἡμέρας, πάντων παρόντων ἐν τοῖς βασιλείοις, ὁ τοῦ βασιλέως ἀνηγόρευτο υἱὸς, καὶ τοῖς τε ποσὶν ὑπέδυ κρηπῖδας ἐρυθρὰς καὶ πῖλον ἐπέθετο τῇ κεφαλῇ λίθῳ τε κεκοσμημένον καὶ μαργάροις, ὥσπερ ἔθος βασιλεῦσι, καὶ πρός τε τὰς εὐφημίας συνηριθμεῖτο τοῖς βασιλεῦσι καὶ ἐν ταῖς γιγνομέναις μνήμαις τῶν βασιλέων πρὸς τοῖς ἱεροῖς. βασιλέα δὲ τὸν Ἰωάννην ἐκέλευε βασιλεὺς ὁ κηδεστὴς ἔν τε ταῖς μνήμαις ἀποσιωπᾶσθαι κἀν ταῖς εὐφημίαις· Ἄνναν μέντοι τὴν βασιλίδα καὶ τὸν θυγατριδοῦν Ἀνδρόνικον τὸν βασιλέα εὐφημεῖσθαι, ὥσπερ πρότερον, καὶ μνημονεύεσθαι ἐκέλευεν ἐν ταῖς ἱεροτελεστίαις. οὐ μὴν αὐτοῦ παντάπασιν ἀφεῖλε καὶ τὴν προσηγορίαν, ἀλλ' εἴ ποτε περὶ ἐκείνου ποιοῖτο λόγον, βασιλέα προσηγόρευεν, ἐπὶ πολλῶν. ἐκ τοιούτων μὲν αἰτιῶν ὁ πρὸς ἀλλήλους τῶν βασιλέων ἐκινήθη πόλεμος καὶ ηὔξητο ἐπὶ τοσοῦτον, ὡς καὶ Καντακουζηνὸν τὸν βασιλέα, καίτοι πρότερον ὅλῃ γνώμῃ παρεσκευασμένον τῆς ἀρχῆς διάδοχον τὸν νέον καταλείπειν Ἰω 3.270 άννην, ἠναγκάσθαι καὶ Ματθαῖον τὸν υἱὸν ἀποδεικνύειν βασιλέα. μετὰ μέντοι τὴν ἀνάῤῥησιν Ματθαίου τοῦ νέου βασιλέως ἐκεῖνον μὲν εἰς τὴν Ἀδριανοῦ ἐξέπεμπεν αὖθις ὁ πατὴρ, αὐτὸς δὲ ὑπελείπετο ἐν Βυζαντίῳ καὶ τὰ κατὰ τὸν πατριάρχην, ὡς μάλιστα ἐνῆν, εὖ τίθεσθαι ἐτίθετο διὰ σπουδῆς. συνεώρα γὰρ ἤδη κατὰ πᾶσαν ἀνάγκην δέον ὂν Ματθαῖον τὸν νέον βασιλέα τῷ μύρῳ χρίεσθαι κατὰ τὸ ἔθος. τοιγαροῦν καὶ μετεπέμπετο τοὺς ἀρχιερέας, ὅσους μάλιστα ἐνῆν, ἐκ τῶν κατὰ τὴν Θρᾴκην πόλεων. εἶτα ἐπειδὴ